1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

154

Μαδιάμ, καὶ πάντα τὰ πρόβατα Κηδὰρ συναχ θήσεταί σοι. ∆ιδάσκει δὲ ὁ λόγος ὅτι καὶ οἱ ἀλογώτερον διακείμενοι τοῦ τῆς θεογνωσίας φωτὸς κοινωνή σουσιν. Καὶ μὲν δὴ καὶ ἐπὶ τὸ θυσιαστήριον οὐκ ἄλογα εἶπεν ἀνενεχθήσεσθαι δῶρα ἀλλὰ |176 b| δε κτά, τουτέστιν ἀρεστά. Αὐτοῦ ἔστι φωνή· «Θυσία αἰνέσεως δοξάσει με», καί· «Θῦσον τῷ θεῷ θυσίαν αἰνέσεως.» 8Τίνες οἵδε ὡσεὶ νεφέλαι πέτονται καὶ ὡσεὶ περιστεραὶ σὺν νεοσσοῖς αὐτῶν ἐπ' ἐμέ; Ἐστὶ Σιών. Τὸ Σιὼν ἔνια τῶν ἀντιγράφων οὐκ ἔχει οὐδὲ τὸ Ἑξαπλοῦν οὐδὲ ἡ Ἀκύλα καὶ Συμμάχου καὶ Θεοδοτίωνος ἔκδοσις οὐδ' αὐτὴ ἡ Ἑβραϊκὴ γραφή, ἀλλ' ὅμως ἡμεῖς ὡς κείμενον ἑρμηνεύσομεν. Σι ὼν γὰρ πολλάκις ἐδείξαμεν οὐ μόνον τὴν παλαιὰν ἐκείνην ὀνομαζομένην ἀλλὰ καὶ τὴν τοῦ θεοῦ ἐκκλησίαν καὶ τὴν τῶν οὐρανῶν πολιτείαν· «Προσεληλύθατε» γάρ φησι «Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ.» Ἐκπλήττεται τοίνυν ἡ τοῦ θεοῦ ἐκκλησία τὰ νέφη τῶν πρὸς αὐτὴν συντρεχόντων θεωμένη δήμων, οἳ μιμοῦνται περιστερὰς μετὰ τῶν νεοττῶν πετομένας. Εἰ δέ τις ἀκριβῶς νοῆσαι βούλεται τὸ χωρίον, ἐν ταῖς δημοτελέσιν ἑορταῖς, ἢ ταῖς δεσποτικαῖς ἢ ταῖς τῶν ἁγίων μαρτύρων, θεασάσθω τὰ πλήθη συρρέοντα καὶ τὰς μὲν τὰς θυγατέρας ἢ ταῖς ἀγκάλαις φερούσας ἢ ταῖς χερσὶ ποδηγούσας τοὺς δὲ μετὰ τῶν υἱέων βαδίζοντας, καὶ ὄψεται ἀληθῶς πνευμα τικὰς περιστερὰς μετὰ τῶν νεοττῶν πετομένας καὶ πρὸς τὴν νέαν παραγινομένας Σιών. 9Ἐμὲ νῆσοι ὑπομένουσι καὶ πλοῖα Θαρσὶς ἐν πρώτοις τοῦ ἀγαγεῖν τὰ τέκνα σου μακρόθεν καὶ τὸ ἀργύριον αὐτῶν καὶ τὸ χρυσίον αὐτῶν μετ' αὐτῶν διὰ τὸ ὄνομα κυρίου τὸ ἅγιον καὶ διὰ τὸ τὸν ἅγιον Ἰσραὴλ ἔνδοξον εἶναι. Ἠκούσαμεν τοῦ μακαρίου ∆αυὶδ λέγον τος · «Βασιλεῖς Θαρσὶς καὶ νῆσοι δῶρα προσοίσουσιν», καὶ πάλιν· «Ζήσεται καὶ δοθήσεται αὐτῷ ἐκ τοῦ χρυσίου τῆς Ἀραβίας.» Θαρσὶς δὲ τὴν Καρχηδόνα καλεῖ τῆς πάλαι μὲν Λιβύης νῦν δὲ Ἀφρικῆς ὀνομαζομένης τὴν μητρόπολιν. Καὶ γὰρ ἡνίκα ὁ αὐτὸς εἶπε προφήτης· «Ὀλολύζετε πλοῖα Καρχηδόνος ὅτι ἀπώλετο», παρὰ τῷ Ἑβραίῳ «Θαρσὶς» εὕρομεν κείμενον. 10Καὶ οἰκοδομήσουσιν υἱοὶ ἀλλογενεῖς τὰ τείχη σου καὶ οἱ βασιλεῖς αὐτῶν παραστήσονταί σοι. Κῦρος μὲν τὴν Ἱερου σαλὴμ οἰκοδομηθῆναι προσέ ταξε , μεμένηκε δὲ τὸ ἔργον ἀτέλεστον· ἐπὶ ∆αρείου δὲ τοῦ Ὑστάσπου ὁ θεῖος μόνος ἀνῳκοδομήθη νεώς · ἐπὶ Ἀρταξέρξου δὲ τοῦ Μακρόχειρος Νεεμίας οὐκ ἀλλογενὴς ὢν ἀλλ' Ἰουδαῖος τῆς τῶν τειχῶν οἰκοδο μίας ἐφρόντισεν οὐ βασιλικῶν χρημάτων ἔχων δαπάνην ἀλλ' ἐξ ἐράνου ταύτην συλ λέξας · μετὰ μέντοι τὴν τῶν Ἰουδαίων κατάλυσιν οἱ Ῥωμαίων βασιλεῖς τῆς Ἱερουσαλὴμ τοὺς περι βό λους ἐδείμαντο. Εὕροι δ' ἄν τις ἀκριβέστερον νοῆσαι θελήσας τοὺς ἐξ ἀλλοφύλων ἐθνῶν διδασκά λους εὐχαῖς ταύτην καὶ διδασκαλίαις φρουροῦντάς τε καὶ φυλάττοντας. ∆ιὰ γὰρ ὀργήν μου ἐπάταξά σε καὶ διὰ ἔλεόν μου ἠγάπησά σε. Καὶ τῇ πάλαι Ἱερουσαλὴμ ἁρμόττει ταῦτα καταλυθείσῃ μὲν δι' ἁμαρτίας, ἀνοικοδομηθείσῃ δὲ διὰ μόνην φιλανθρωπίαν, καὶ τῇ τοῦ θεοῦ ἐκκλησίᾳ, ἥτις πάλαι μὲν ἐρήμῳ ἀπείκασται θείας οὐκ ἀξιουμένη κηδεμονίας, μετὰ δὲ ταῦτα τῆς τοῦ σωτῆρος προνοίας ἀπήλαυσεν. 11Καὶ ἀνοιχθήςονται αἱ πύλαι σου διὰ παντὸς ἡμέρας καὶ νυκτὸς καὶ οὐ κλεισθήσονται τοῦ εἰσαγαγεῖν πρὸς σὲ δύναμιν ἐθνῶν καὶ βασιλεῖς αὐτῶν ἀγομένους. Ποία δύναμις ἐθνῶν εἰς τὴν παλαιὰν ἔδραμεν Ἱερουσαλὴμ προσκυνήσεως χάριν; Ποῖοι δὲ βασιλεῖς ὑπ' ἄλλων ἀγόμενοι τὸν τῶν ὅλων θεὸν ἐκεῖ προσεκύνησαν; Τῆς δὲ τοῦ θεοῦ ἐκκλησίας αἱ πύλαι διὰ παντὸς ἀνεῴγασι τοὺς προσιόντας ὑποδεχόμεναι, αἳ καὶ τοὺς εὐσεβεῖς ὑποδέχονται βασιλέας ὑπὸ τῆς τῶν ἱερῶν ἀποστόλων ἀγομένους διδασκαλίας. 12Τὰ γὰρ ἔθνη καὶ οἱ βασιλεῖς οἵτινες οὐ δου λεύσουσί σοι ἀπολοῦνται, καὶ τὰ ἔθνη ἐρημίᾳ ἐρημωθήσεται. Καὶ τοῦτο σαφῶς ἐλέγχει τὴν Ἰουδαίων παροινίαν· οὔτε γὰρ ἔθνη οὔτε βασιλεῖς μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον Ἰουδαίοις ἐδούλευσαν, τῇ δὲ ἐκκλησίᾳ τοῦ θεοῦ δουλεύουσι καὶ ὅσοι τὴν δουλείαν ἠρνήθησαν καταγέλαστοι μὲν καὶ δείλαιοι καὶ τρισάθλιοι κατὰ τὸν παρόντα βίον