1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

169

τιμωρίας διδάσκων τὸ δίκαιον εἶπεν ὅτι τῶν ὅλων ὁ κύριος δίκας πράττεται τοὺς ἀντικειμένους αὐτῷ. Οὕτω δείξας τῶν Ἰουδαίων τὸν ὄλεθρον τὰς τῆς ἐκκλησίας ὠδῖνας θ εσπί ζει καὶ τὸν ἐν ἀκαρεῖ βλαστήσαντα νέον λαόν φησιν· 7Πρὶν τὴν ὠδίνουσαν τεκεῖν καὶ πρὶν ἐλθεῖν τὸν πόνον τῶν ὠδίνων ἐξέφυγε καὶ ἔτεκεν ἄρσεν. Καὶ τὸ σύντομον τῆς γεννήσεως καὶ τὸ ἰσχυρὸν τοῦ γεννηθέντος δεδήλωκεν· διὰ γὰρ τοῦ ἄρρενος τὴν ἰσχὺν παρεδήλωσεν. Εἶτα ἐκπληττόμενός φησιν · 8Τίς ἤκουσε τοιοῦτον ἢ τίς ἑώρακεν οὕτως; Εἰ ὤδινε γῆ ἐν ἡμέρᾳ μιᾷ καὶ ἔτεκεν ἔθνος εἰς ἅπαξ; Ὅτι ὤδινε Σιὼν καὶ ἔτεκε τὰ παιδία αὐτῆς. Ἃ διὰ τῶν λόγων ὁ προφήτης ἐδίδαξεν, ἡ πεῖρα δείκνυσιν ἐναργῶς· τοῦ γὰρ μεγάλου δημηγορήσαντος Πέτρου ὁμοῦ τρισχιλίους ἡ χάρις ἐγέννησε καὶ πάλιν ἄλλην διδασκαλίαν προσενεγκόντος πεντακισχιλίους κατὰ ταὐτὸν ἀπεκύησεν· οὗτοι δὲ «πάντες ζηλωταὶ τοῦ νόμου» ἐτύγχανον, ᾗ φησιν ὁ θεῖος Ἰάκωβος. Ταῦτα διὰ τῆς προφητικῆς γλώττης προηγόρευσεν ὁ τῶν ὅλων θεός, τοῦτο δὲ καὶ διὰ τῶν ἑξῆς δηλοῖ· 9Ἐγὼ δὲ ἔδωκα τὴν προσδοκίαν ταύτην καὶ ἐγὼ οὐ γεννήσω; Προεῖπόν φησι καὶ οὐ δώσω τῇ προρ ρή σει τὸ τέλος; ἀλλ' ἐγὼ μὲν ταῦτα ποιῶ, οἱ δὲ πονηρίᾳ συζῶντες τοιαύτην ὁρῶντες τὴν θα υματουρ γίαν ἐπιμένουσιν ἀπιστοῦντες. Καὶ οὐκ ἐμνήσθης μου, λέγει κύριος. Οὐκ ἰδοὺ γεννῶσαν καὶ στεῖραν ἐγὼ ἐποίησα; λέγει κύριος ὁ θεός σου. Σὺ πάλαι ἐγέννησας προφήτας, ἡ δὲ ἐξ ἐθνῶν ἐκκλησία στεῖρα ἦν κατ' ἐκεῖνον τὸν καιρόν. Νῦν δὲ τοὐναντίον ἐγένετο· σὺ μὲν γὰρ ἐπαύσω τοῦ τίκτειν, αὕτη δὲ τῆς πολυπαιδίας τὴν χάριν ἐδέξατο. 10Εὐφράνθητε ἅμα Ἱερουσαλὴμ καὶ πανηγυρίσατε ἐν αὐτῇ πάντες οἱ ἀγαπῶντες αὐτήν, χάρητε ἅμα αὐτῇ χαρᾷ πάντες ὅσοι ἐπενθεῖτε ἐπ' αὐτῇ, 11ἵνα θηλάσητε καὶ ἐμπλησθῆτε ἀπὸ μαστῶν παρακλήσεως αὐτῆς, ἵνα ἐκθηλά σαντες τρυφήσητε ἀπὸ εἰσόδου δόξης αὐτῆς. Μετὰ τῶν ἐξ Ἰουδαίων τοὺς ἐξ ἐθνῶν προσκαλεῖται καὶ παρακ ε λεύεται κοινωνῆσαι τοῖς ἐκ τούτων σεσωσμένοις τῆς εὐφροσύνης, ὑποσχόμενος διὰ τούτων παρέ ξειν |184 b| αὐτοῖς παράκλησιν · διὰ γὰρ τῶν ἱερῶν ἀποστόλων οἱ ἐξ ἐθνῶν πεπιστευκότες καὶ ἀνεγεννή θησαν καὶ ἐτρά φ ησαν. 12Ὅτι τάδε λέγει κύριος· Ἰδοὺ ἐγὼ ἐκκλίνω εἰς αὐτοὺς ὡς ποταμὸς εἰρήνης καὶ ὡς χειμάρρους ἐπικλύζων δόξαν ἐθνῶν. Ταῦτα περὶ τῶν ἱερῶν ἀποστόλων λέγει, οὓς ἀοιδίμους καὶ πολυθρυλήτους παρὰ πᾶσιν ἀνθρώποις ἀπέφηνεν. Τούτων τὸ γέρας καὶ τὸ κλέος ποταμῷ ἀπείκασε καὶ χειμάρρῳ πλημμυροῦντι. Τὰ παιδία αὐτῶν ἐπ' ὤμων ἀρθήσεται καὶ ἐπὶ γονάτων παρακληθήσεται. Ταύτης Κορινθίοις μετέδωκε τῆς τροφῆς ὁ θεῖος ἀπόστολος λέγων· «Γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα· οὔπω γὰρ ἐδύνασθε.» Καὶ ἀλλαχοῦ δὲ ἔστιν ἀκοῦσαι λεγόντων αὐτῶν· «Ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν ἄδολον γάλα ἐπιποθήσατε.» Οὕτω πάλιν ὁ θεσπέσιος Παῦλος Ἐφεσίους παρα καλεῖ λέγων· «Παρακαλῶ ὑμᾶς ἐγὼ ὁ δέσμιος ἐν κυρίῳ», καὶ Κορινθίοις· «Παρακαλῶ ὑμᾶς ἀδελφοί, ἵνα τὸ αὐτὸ λέγητε πάντες», καὶ Ῥωμαίοις· «Παρακαλῶ οὖν ὑμᾶς ἀδελφοὶ διὰ τῶν οἰκτιρμῶν τοῦ θεοῦ», καὶ πάλιν· «Τὰ σπλάγχνα ἡμῶν ἀνέῳγε πρὸς ὑμᾶς Κορίνθιοι, ἡ καρδία ἡμῶν πεπλάτυνται, οὐ στενοχω ρεῖσθε ἐν ἡμῖν.» 13Ὡς εἴ τινα μήτηρ αὐτοῦ παρακαλέσει, οὕτως κἀγὼ παρακαλέσω ὑμᾶς, καὶ ἐν Ἱερουσαλὴμ παρακληθήσεσθε 14καὶ ὄψεσθε, καὶ χαρήσεται ὑμῶν ἡ καρδία, καὶ τὰ ὀστᾶ ὑμῶν ὡς βοτάνη ἀνατελεῖ. Οὐ γὰρ μόνον κατὰ τὸν παρόντα βίον διὰ τῶν ἐμῶν κηρύκων παντοίαν ὑμῖν προσοίσω παράκλησιν ἀλλὰ κἀν τῇ ἐπουρανίῳ πόλει παντο δαπῆς ὑμᾶς εὐφροσύνης ἐμπλήσω, τὴν ἀνάστασιν τὴν ἐκ νεκρῶν δωρούμενος. Ταύτην γὰρ παρεδήλωσε, βοτάνῃ φυομένῃ τῶν ὀστῶν ἀπεικάσας τὴν βλάστην. Καὶ γνωσθήσεται ἡ χεὶρ κυρίου τοῖς φοβουμένοις αὐτόν, καὶ ἀπειλήσει τοῖς ἀπειθοῦσιν. Καὶ διδάσκων τῆς ἀπειλῆς τὸ εἶδός φησιν· 15Ἰδοὺ κύριος ὡς πῦρ ἥξει καὶ ὡς καταιγὶς τὰ ἅρματα αὐτοῦ ἀποδοῦναι ἐν θυμῷ ἐκδίκησιν αὐτοῦ καὶ ἀποσκορακισμὸν αὐτοῦ ἐν φλογὶ πυρός. Τὴν δευτέραν τοῦ κυρίου παρουσίαν διὰ τούτων προλέγει. Ἔοικε δὲ τούτοις καὶ τὰ ἐν τοῖς ἱεροῖς εὐαγγελίοις εἰρημένα· «Ὄψεσθε» γάρ φησι