1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

164

ἡμεῖς, 9πόλις τοῦ ἁγίου σου, τουτέστι τοῦ ∆αυίδ· αὐτοῦ ἐχρη μάτιζε πόλις. Ἐγενήθη ἔρημος Σιὼν ὡς ἔρημος ἐγενήθη Ἱερουσαλήμ· εἰς κατάραν 10ὁ οἶκος τοῦ ἁγιάσματος ἡμῶν, καὶ ἡ δόξα ἣν εὐλόγησαν οἱ πατέρες ἡμῶν ἐγενήθη πυρί καυστος, καὶ πάντα τὰ ἔνδοξα ἡμῶν συνέπεσαν. Εἰ ἡμεῖς φιλανθρωπίας φησὶν ἀνάξιοι οἱ σὸς λαὸς χρηματίσαντες, τὴν πόλιν φειδοῦς διὰ τὸν ταύτης ἀξίωσον οἰκιστήν· ἔρημος γὰρ αὕτη γεγένηται. Καὶ τῇ μνήμῃ τῆς προσηγορίας εἰς ἔλεον διεγείρει· Ἐγενήθη ἔρημος Σιὼν ὡς ἔρημος ἐγενήθη Ἱερουσαλήμ. Τὸ δέ· εἰς κατάραν ὁ οἶκος τοῦ ἁγιάσματος ἡμῶν, οἱ μὲν Ἄλλοι «εἰς ἀφανισμὸν» ἡρμήνευσαν. Ἔχει δὲ καὶ ἡ κατάρα διάνοιαν τῷ πάθει πρόσφορον· εἰώθασι γὰρ πάντ ες λέγειν· Πάθοις ἃ ὁ δεῖνα πέπονθεν. Ὁ πολυθρύλητος τοίνυν νεώς, ὁ πλήρης ἁγιωσύνης, ὁ παρὰ πᾶσιν ἀοίδιμος πολεμικῷ μὲν ἐνεπρήσθη πυρί, πρόκειται δὲ τοῖς ἐπιτωθάζουσιν εἰς κατάραν. 11Καὶ ἐπὶ τούτοις πᾶσιν ἀνέσχου κύριε καὶ ἐσιώπησας. Ταῦτα δὲ πάντα ὁρῶ<ν> ὑπὸ τῶν πολεμίων γιγνόμενα ἠνέσχου μακροθυμῆσαι. Καὶ τὴν αἰτίαν διδάσκει· Καὶ ἐταπείνωσας ἡμᾶς ἕως σφόδρα. Ἵνα γὰρ ἡ μᾶς ταπεινώσῃς καὶ τὸ ἡμέτερον φρόνημα καταλύσῃς, οὐκ ἐβουλήθης κολάσαι τοὺς ταῦτα τετολ μηκότας. Ταύτης ὑπὸ τοῦ προφήτου τῆς ἱκετείας προσενεχθείσης ἀποκρίνεται ὁ τῶν ὅλων θεὸς τῇ αὐτῇ χρώμενος γλώττῃ· 651Ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν, εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν, εἶπον· Ἰδού εἰμι ἰδού εἰμι ἐν ἔθνει οἳ οὐκ ἐκάλεσαν τὸ ὄνομά μου. Οὐ δέχομαί φησι τὴν ὑπὲρ τούτων πρεσβείαν· ἄλλον ἐξελεξάμην λαόν, οὐκέτι τῶν ἀχαρίστων ἀνέξομαι. ∆ῆλος τοῖς κατὰ τὴν οἰκουμένην ἔθνεσιν ἐγενόμην· εἶδον οἱ ἐν σκότει φῶς, ἔγνωσαν οἱ ἀγνοοῦντες τὸν ποιητήν, εὗρον οἱ μὴ ζητοῦντες τὸν θησαυρόν, οἱ προφήτας οὐκ ἐσχηκότες τῷ ὑπ' ἐκείνων κηρυττομένῳ πιστεύουσιν. 2Ἐξεπέτασα τὰς χεῖράς μου ὅλην τὴν ἡμέραν ἐπὶ λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα, τοῖς πορευομένοις ἐν ὁδῷ οὐ καλῇ ἀλλ' ὀπίσω τῶν ἁμαρτιῶν αὐτῶν. Τὰ μὲν οὖν ἔθνη προφήτην οὐ δεξάμενα τὸν εὐεργέτην ἐπέγνω, οὗτοι δὲ παντοδαπῆς ἐπιμελείας τετυχηκότες ὄνησιν οὐδεμίαν ἐδέξαντο ἀλλὰ τῇ συνήθει παρανομίᾳ προσμένουσιν. Τὸ δέ· ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου, δηλοῖ μὲν τὴν ἐν παντὶ τῷ χρόνῳ γεγενημένην αὐτῶν ἐπιμέλειαν, αἰνίττεται δὲ καὶ τοῦ σταυροῦ τὸ σωτήριον πάθος, ἐν ᾧ τὰς χεῖρας ἐξέτεινεν. Εἶτα καὶ τὴν πολλὴν αὐτῶν ἀσέβειαν καὶ παραν ομίαν γυμνοῖ· 3Ὁ λαὸς οὗτος ὁ παροξύνων με ἐναντίον ἐμοῦ διὰ παντὸς αὐτοὶ θυμιάζουσιν ἐν τοῖς κήποις καὶ θυμιῶσιν ἐπὶ ταῖς πλίνθοις 4τοῖς δαιμονίοις καὶ τοῖς οὐκ οὖσιν. Εἰδό τες ὡς ὁρῶ τὰ γιγνόμενα παρόντος μου τοὺς δαίμονας θεραπεύουσι, παροξύνειν με διὰ τῶν τολμωμένων βουλό μενοι. Ἐν τοῖς μνήμασι καὶ ἐν τοῖς σπηλαίοις κοιμῶνται δι' ἐνύπνια. Σφᾶς |182 a| αὐτοὺς ἐκδεδωκότες τῇ πλάνῃ καὶ ταῖς καθ' ὕπνον γινομέναις φαντασίαις ἀκολουθοῦσι καὶ τούτου χάριν καὶ παρὰ τοὺς τάφους καθεύδειν ἀνέχονται καὶ ἐν τοῖς ἀφωρισμένοις σπηλαίοις τοῖς δαίμοσιν. Οἱ ἐσθίοντες κρέας ὕειον καὶ ζωμοὺς θυσιῶν, μεμολυσμένα πάντα τὰ σκεύη αὐτῶν. Τῆς τοῦ νόμου παραβάσεως κατηγορεῖ διδάσκων, ὡς οὐκ ἀντεχόμενοι τοῦ νόμου οὐδὲ τὴν ἔννομον πολιτείαν ἀσπαζόμενοι τὴν μιαιφονίαν ἐκείνην ἐτόλμησαν καὶ τὸν εὐεργέτην τῷ ξύλῳ προσήλωσαν- παρανομοῦσι γὰρ οἵ γε τὸν νόμον ἀεὶ ἀδεῶς παραβαίνοντες-ἀλλὰ συνήθως ἀχάριστοι περὶ τὰς θείας γενόμενοι εὐεργεσίας . 5Οἱ λέγοντες· Πόρρω ἀπ' ἐμοῦ, μὴ ἐγγίσῃς μοι, ὅτι καθαρός εἰμι. Τοιοῦτοι ἦσαν οἱ τοῦ σωτῆρος κατηγοροῦντες καὶ λέγοντες· «Ἵνα τί μετὰ τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει ὁ διδάσκαλος ὑμῶν;» Τοιοῦτος ἦν ὁ Φαρισαῖος ὁ «ἐν αὐτῷ λέγων· Εἰ ἦν οὗτος προφήτης, ᾔδει τίς καὶ ποταπὴ ἡ γυνὴ αὕτη ἡ ἁπτομένη αὐτοῦ». Τοιοῦτος ἦν ὁ ἐν τῷ ἱερῷ προσευχόμενος καὶ λέγων· «Εὐχαριστῶ σοι, ὁ θεός, ὅτι οὔκ εἰμι ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων ἄδικοι, πλεονέκται, μοιχοί, οὐδὲ ὡς οὗτος ὁ τελώνης.» Εἶτα δεικνὺς τοῦ τύφου τὴν βλάβην ἐ πάγει · Οὗτος καπνὸς τοῦ θυμοῦ μου, πῦρ καίεται ἐν αὐτῷ πάσας τὰς ἡμέρας. Ὥσπερ γὰρ τὰ ξύλα διεγείρει τὴν φλόγα, οὕτως ὁ τῦφος, οὕτως