1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

51

βύσσον, 10καὶ ἔσονται οἱ ἐργαζόμενοι αὐτὰ ἐν ὀδύνῃ. Τῶν καλουμένων φιλοσόφων τὴν ἐν λόγοις λεπτουργίαν διὰ τούτων αἰνίττεται· καὶ γὰρ οὗτοι διὰ τῆς εὐγλωττίας τῇ πλάνῃ συνήργουν. ∆ιάφορα δὲ καὶ τούτων τὰ δόγματα· διὸ σχιστὸν τὸ λίνον ἐκάλεσεν. Αἰσχύνονται δὲ καὶ οὗτοι τῆς τῶν δογμάτων δυσσεβείας |125 b| ἐλεγχομένης καὶ ἀνιῶνται καταγωνίζεσθαι τὴν ἀλήθειαν οὐκ ἰσχύοντες. Καὶ πάντες οἱ ποιοῦντες τὸν ζῦθον λυπηθήσονται καὶ τὰς ψυχὰς πονήσουσιν. Πόμα ἐστὶν ὁ ζῦθος ἐπινενοημένον, οὐ φυσικόν· καὶ αὐτὸ δὲ ὀξῶδές τε καὶ δυσῶδες καὶ βλάβην, οὐκ ὄνησιν ἐργαζόμενον. Τοιαῦτα δὲ καὶ τῆς ἀσεβείας τὰ δόγματα, οὐκ οἴνῳ προσεοικότα τῷ «εὐφραίνοντι καρδίαν ἀνθρώπου». Εἶτα διδάσκει ὡς καὶ τῆς Τάνεως οἱ ἄρχοντες-πόλις δὲ αὕτη πάλαι βασιλεύσασα τῆς Αἰγύπτου-ἀνοηταίνοντες αἰσχυνθήσονται καὶ μηχανὴν οὐδεμίαν εἰσενεγκεῖν κατὰ τῶν τῆς εὐσεβείας κηρύκων δυνήσονται. Ἔπειτα τὸ ἀλαζο νικὸν αὐτῶν διελέγχει φρόνημα· 11Πῶς ἐρεῖτε τῷ βασιλεῖ· Υἱοὶ συνετῶν ἡμεῖς, υἱοὶ βασιλέων τῶν ἐξ ἀρχῆς; 12Ποῦ εἰσιν οἱ σοφοί σου; Καὶ ἀναγγειλάτωσάν σοι καὶ εἰπάτω σάν σοι, τί βούλεται κύριος Σαβαὼθ ἐπ' Αἴγυπτον. Οὔτε γὰρ ἀστρολόγοι οὔτε χρησμολόγοι διδάξαι σε τοῦ θεοῦ τὴν οἰκονομίαν δυνήσονται. Πρὸς τούτοις προλέγει καὶ τὴν ἐσομένην τῶν Αἰγυπτίων διαίρεσιν καὶ τὴν βασιλικὴν μετάστασιν· 13Ἐξέλιπον οἱ ἄρχοντες Τάνεως, καὶ ὑψώθησαν οἱ ἄρχοντες Μέμφεως, καὶ πλανῶσιν Αἴγυπτον κατὰ φυλάς. 14Κύριος γὰρ ἐκέρασεν αὐτοῖς πνεῦμα πλανήσεως. Ἡ ἀλήθεια οὐ πλανᾷ ἀλλὰ τοὺς ἀντικειμένους καὶ ἀντιλέγοντας ἀκυβερνήτους ἐᾷ. Ἐστερη μένοι δὲ οὗτοι τοῦ κυβερνῶντος εἰκότως πλανῶνται. Τοῦτο δὲ καὶ διὰ τῶν ἑξῆς δεδήλωκεν· Καὶ ἐπλάνησεν Αἴγυπτον ἐν πᾶσι τοῖς ἔργοις αὐτῶν, ὡς πλανᾶται ὁ μεθύων καὶ ὁ ἐμῶν ἅμα. Ἀντὶ τοῦ· εἴασεν αὐτοὺς ἀκυβερνήτους διὰ τὰ ἔργα αὐτῶν. Καὶ ὁ μεθύων δὲ γνώμῃ τὸ πάθος εἰσδέχεται. Τὴν ὑπερβολὴν δὲ τῆς πλάνης δηλῶν ἀπείκασεν αὐτοὺς ἀκρατεῖ ἀνθρώπῳ πίνοντι κατὰ ταὐτὸν καὶ ἐμοῦντι, ὃν οὐδὲ ὁ ἐμετὸς τοῦ πίνειν ἀφίστησιν. Καὶ γὰρ οὗτοι πολλὰς συμφορὰς διὰ τὴν ἀσέβειαν ὑπομείναντες ἀσεβοῦντες ἐπὶ πλεῖστον διέμειναν, οἱ δὲ προειρημένοι ἄρχοντες τῆς ἐξα πάτης αἴτιοι διάφορα αὐτοὺς δυσσεβείας διδάσκοντες δόγματα. Οἱ μὲν γὰρ κύνα οἱ δὲ λέοντα οἱ δὲ πίθηκον ἐθεοποίουν καὶ οἱ μὲν λύκον οἱ δὲ πρόβατον, τὰ ἐναντία ἀλλήλοις. ∆ιὰ τοῦτο ὁ προφητικὸς ἔφη λόγος· Καὶ πλανῶσιν Αἴγυπτον κατὰ φυλάς. Οὐ τοίνυν ὁ κύριος αὐτοὺς ἐπλάνησεν, ἀλλ' οἱ τούτων διδάσκαλοι· ὁ δὲ κύριος τῆς ἀχαριστίας ἠνέσχετο. 15Καὶ οὐκ ἔσται τοῖς Αἰγυπτίοις ἔργον, ὃ ποιήσει κεφαλὴν καὶ οὐράν, ἀρχὴν καὶ τέλος. Ἀτέλεστά φησιν αὐτῶν τὰ βουλεύματα ἔσται, καὶ σύγχυσις ἀρχόντων καὶ ἀρχομένων γενήσεται. 16Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσονται οἱ Αἰγύπτιοι ὡς γυναῖκες ἐν φόβῳ καὶ ἐν τρόμῳ ἀπὸ προσώπου τῆς χειρὸς κυρίου Σαβαὼθ ἣν αὐτὸς ἐπιβαλεῖ αὐτοῖς. Χεῖρα κυρίου τὴν Ῥωμαϊκὴν ἐκάλεσε βασιλείαν, ἧς τὸ δέος τὸ τῶν Αἰγυπτίων κατέλυσε φρόνημα καὶ γυναιξὶν ἐοικότας ἀπέφηνεν. 17Καὶ ἔσται ἡ χώρα τῶν Ἰουδαίων τοῖς Αἰγυπτίοις εἰς φόβητρον· πᾶς ὃς ἐὰν ὀνομάσῃ αὐτὴν αὐτοῖς, φοβηθήσονται διὰ τὴν βουλὴν ἣν βουλεύεται κύριος Σαβαὼθ ἐπ' αὐτήν. Τινές φασι τὰ κατὰ τὸν Σεναχηρὶμ διὰ τούτων σημαίνεσθαι καὶ ὡς τούτων πανταχοῦ μηνυθέντων ἐφοβήθησαν τοὺ ς Ἰουδαίους οἱ Αἰγύπτιοι. Ἀλλ' οὐχ εὑρίσκω τοῦτο οὕτως ἔχον· ἐπεστράτευσαν μὲν γὰρ μετὰ τ αῦτα κατὰ τ ῶν Ἰουδαίων οἱ Αἰγύπτιοι καὶ τὸν Ἰώχας, τὸν τούτων βασιλέα, δορυά λωτον ἤγαγον καὶ ............. τὸν Ἰωσίαν ἀνεῖλον καὶ φόβον τοῖς Ἰουδαίοις ἐπέβαλον. Οἶμαι τοίνυν τὸν προ φήτην προλέγειν ὡς τῆς πλάνης ἀπαλλαγέντες οἱ Αἰγύπτιοι καὶ τὸ ἀποστολικὸν δεξάμενοι κήρυγμα φοβηθήσονται τὴν Ἰουδαίαν γῆν ὡς ἐν αὐτῇ καὶ γεννηθέντος τοῦ τῆς οἰκουμένης σωτῆρος καὶ τὸ σωτήριον ὑπομείναντο ς πάθος καὶ μέντοι καὶ ὡς ἁγιασθεῖσαν καὶ τῷ σταυρῷ καὶ τῷ τάφῳ καὶ τῷ τῆς ἀντι.......... Τούτ ου χάριν μέχρι καὶ τήμερον Αἰγύπτιοι μετὰ τῶν ἄλλων ἀνθρώπων εἰς ἐκείνην τὴν χώ ραν