1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

25

δὴ χάριν καὶ τὰ ὀλίγα πρόβατα τὴν χρείαν ἐπλήρου. Ἐρημίαν τοίνυν ὁ προφητικὸς προεθέσπισε λόγος. Καὶ δῆλον ἐκ τῶν ἐπαγομένων· πάλιν γὰρ προδηλοῖ τὴν ἀκαρπίαν τῆς γῆς· 23Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται πᾶς τόπος οὗ ἐὰν ὦσι χίλιαι ἄμπελοι χιλίων σίκλων εἰς χέρσον ἔσονται καὶ εἰς ἄκανθαν. Καὶ αὐτὴ γὰρ ἡ εὔγεως καὶ πολλῆς ἠξιωμένη φιλοπονίας ἐρημίαν δέξεται παντελῆ. 24Μετὰ βέλους καὶ τοξεύματος εἰσελεύσονται ἐκεῖ, ὅτι χέρσος καὶ ἄκανθα ἔσται πᾶσα ἡ γῆ. Ποιεῖ δὲ τὴν ἐρημίαν τῶν πολεμίων ἡ προσβολή. 25Καὶ πᾶν ὄρος ἀροτριώμενον ἀροτριωθήσεται· οὐ μὴ ἐπέλθῃ ἐκεῖ φόβος, ἔσται γὰρ ἀπὸ τῆς χέρσου καὶ ἀκάνθης εἰς βόσκημα προβάτου καὶ καταπά τημα βοός. Τὰ αὐτὰ διαφόρως λέγει ὅτι καὶ τὰ ἄγαν ἠροτριωμένα καὶ πολλῆς ἐπιμελείας ἀξιούμενα ὄρη, ἔνθα πάλαι φόβος οὐκ ἦν, καὶ αὐτὰ διὰ τὴν πολλὴν ἐρημίαν νομὴ βουκολίων καὶ ποιμνίων γενήσεται. Εἰ δὲ καὶ τροπικῶς ἐθέλοι τις τὸ χωρίον νοῆσαι, εὑρήσει καὶ οὕτω τῆς προφητείας τὸ ἀληθές· ὄρος γὰρ ἦν ἀροτριούμενον ὁ Ἰουδαίων λαὸς ὑπὸ νόμου καὶ προφητῶν γεωργούμενος, ἀδεῶς πολι τευόμενος, ἡνίκα τῆς θείας συμμαχίας ἀπέλαυεν. Ἀλλὰ τοῦτο τὸ ὄρος ἐστέρηται τῶν γεωργούντων διὰ τὴν ἀκαρπίαν καὶ νομὴ τῶν ἀλόγων ἐγένετο λογισμῶν. Οὕτω ταῦτα τοῖς Ἰουδαίοις προαγορεύσας ἀναλαμβάνει πάλιν τὸν περὶ τοῦ Ἐμμανουὴλ λόγον· 81Καὶ εἶπε κύριος πρός με· Λάβε σεαυτῷ τόμον καινὸν μέγαν καὶ γράψον εἰς αὐτὸν γραφίδι ἀνθρώπου· τοῦ ὀξέως προνομὴν ποιῆσαι σκύλων· πάρεστι γάρ. 2Καὶ μάρτυράς μοι ποίησον πιστοὺς ἀνθρώπους, τὸν Οὐρίαν τὸν ἱερέα καὶ Ζαχαρίαν υἱὸν Βαρα χίου. Οὐρίου τοῦ ἱερέως ἡ τετάρτη μέμνηται τῶν Βασιλειῶν, Ζαχαρίου δὲ τοῦ προφήτου ἡ δευτέρα τῶν Παραλειπομένων. Συνήκμασαν δὲ ἀλλήλοις κατὰ τοὺς χρόνους Ὀζίου καὶ Ἰωάθαμ καὶ Ἄχαζ γενόμενοι. ∆ιὰ μέντοι τούτων ἑκάτερον τάγμα εἰς μαρτυρίαν τοῦ παραδόξου τόκου καλεῖ. Καὶ ἐπειδὴ προηγόρευσεν ἤδη τῆς παρθένου τὴν γέννησιν, ὑπὲρ φύσιν δὲ ἦν τὸ εἰρημένον, διδάσκει τῆς συλλήψεως τὸν τρόπον. Καὶ καθάπερ τὴν ἁγίαν παρθένον τὸ τῶν εὐαγγελίων δεξαμένην παράδοξον καὶ πυθομένην· «Πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω», ὁ ἅγιος ἐδίδαξε Γαβριὴλ τὸν τῆς συλλήψεως τρόπον εἰρηκώς· «Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι, |110 a| διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται, υἱὸς θεοῦ», οὕτως ἐνταῦθα τοὺς τῇ προρρήσει διαπιστοῦντας ὁ προφητικὸς πιστεύειν διδάσκει λόγος τὸν θεῖον τρόπον ἐπιδεικνὺς καὶ τὸ πανάγιον εἰσάγων πνεῦμα διαρρήδην λέγον· 3Καὶ προσῆλθον πρὸς τὴν προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβε καὶ ἔτεκεν υἱόν. Εἶτα καὶ θεῖναι προσηγορίαν ὁ προφήτης τῷ τεχθέντι κελεύεται· Εἶπε γάρ μοί φησι κύριος· Κάλεσον τὸ ὄνομα αὐτοῦ Ταχέως-σκύλευσον-ὀξέως-προνόμευσον. Καὶ γίνεται αὐτῷ ὄνομα τὸ πρᾶγμα· αὐτοῦ γάρ ἐστι τοῦ κυρίου φωνή· «Ἐὰν μή τις εἰσέλθῃ εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ καὶ δήσῃ τὸν ἰσχυρόν, πῶς τὰ σκεύη αὐτοῦ διαρπάσει;» Καὶ εὐθὺς δὲ τεχθεὶς τὰ πρῶτα σκεύη τοῦ διαβόλου, τοὺς μάγους, εἰς προσκύνησιν εἵλκυσεν. Καὶ μέντοι καὶ πρὸ τοῦ τόκου κατὰ τὸν τῆσδε τῆς προφητείας καιρὸν καὶ τῆς ∆αμασκοῦ καὶ τῆς Συρίας διὰ τοῦ Ἀσσυρίου κατέλυσε τὴν ἰσχύν. Τοῦτο γὰρ διὰ τῶν ἐπαγομένων δηλοῖ· 4∆ιότι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα λήψεται δύναμιν ∆αμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων. Καθάπερ γὰρ ὁ Λευὶ πρὶν εἰς τόνδε παραχθῆναι τὸν βίον πρὸ ἑξήκοντα καὶ ἑκατὸν ἐτῶν διὰ τοῦ Ἀβραὰμ ἀποδεκατωθῆναι λέγεται ἐν τῇ ὀσφύι τοῦ πατριάρχου κρυπτόμενος, οὕτω καὶ πρὸ τῆς κατὰ σάρκα γεννήσεως ὁ Ἐμμανουὴλ διὰ τοῦ Ἀσσυρίου καὶ τὴν ∆αμασκὸν καὶ τὴν Σαμάρειαν δίκας ὑπὲρ τῶν κατὰ τὴν Ἱερουσαλὴμ γεγενημένων εἰσέπραξεν. Ταύτῃ κελεύσας ὁ δεσπότης ἐπὶ τῶν πιστοτάτων μαρ τύρων τὸν προφήτην συγγράψαι ἐν τῷ καινῷ τόμῳἔδει γὰρ ἐν τόμῳ καινῷ τὰ περὶ τοῦ καινοῦ καὶ παραδόξου τόκου γραφῆναι, ἀπειλεῖ λοιπὸν τοῖς τὴν Ἱερουσαλὴμ καὶ τὴν Ἰουδαίαν οἰκοῦσιν ὡς τῆς ∆αυιτικῆς βασιλείας καταφρονοῦσι