1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

136

συμφοράς. Καὶ αὐτὸς δὲ αὐτοῖς ὁ κύριος τοῦτο δρᾶσαι παρεκελεύσ ατο · «Ὅταν» γάρ φησιν «ἴδητε κυκλουμένην ὑπὸ στρατοπέδων τὴν Ἱερουσαλήμ, γινώσκετε ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς», καὶ πάλιν· «Τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη, ὁ ἐπὶ τοῦ δώματος μὴ καταβάτω ἆραί τι ἐκ τῆς οἰκίας αὐτοῦ. Ταῦτα τοίνυν προεγνωκότες ἀνεχώρησαν καὶ τῶν τῆς πολιορκίας ἀπηλλάγησαν συμφορῶν, αὐτοῦ τοῦ σωτῆρος ἡγουμένου καὶ πρὸς τὰ ἔθνη ποδηγοῦντος καὶ τὴν ἐξ ἐθνῶν ἐκκλησίαν συνάγοντος. Ταῦτα τοίνυν καὶ ἡμεῖς μεμαθηκότες φύγ ωμεν τὴν ἀπιστίαν, τῇ δὲ πίστει προσμείνωμεν καὶ τὰς θείας φυλάξωμεν ἐντολὰς καὶ τὴν ἀπλανῆ πορείαν ὁδεύσωμεν ἡγεμόνα τῆς ὁδοῦ τὸν κύριον ἔχοντες Ἰησοῦν, μεθ' οὗ τῷ πατρὶ ἡ δόξα σὺν τῷ παναγίῳ πνεύματ ι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 17 ΤΟΜΟΣ ΙΖʹ 13Ἰδοὺ ςυνήσει ὁ παῖς μου καὶ ὑψωθήσεται καὶ δοξασθήσεται καὶ μετεωρισθήσεται σφόδρα. Τὸ δεσποτικὸν λοιπὸν ἀκριβέστερον προλέγει πάθος. Κατὰ τάξιν δὲ ἅπαντα ἔδειξε τὰ ἀνθρώπινα· τὴν σοφίαν, τὴν θαυματουργίαν, τὸ παρὰ πάντων σέβας. Τὸ γάρ· Συνήσει ὁ παῖς μου, ἔοικε τῷ εὐαγγελικῷ ἐκείνῳ ῥητῷ· «Ἰησοῦς δὲ προέκοπτεν ἡλικίᾳ καὶ σοφίᾳ», τὸ δέ· Ὑψωθήσεται καὶ δοξασθήσεται καὶ μετεωρισθήσεται σφόδρα, σημαίνει τὴν ἐπὶ τοῖς θαύμασιν ἔκ στασιν τῶν θεωμένων· ποτὲ μὲν γὰρ αὐτὸν καὶ βασιλέα ἠβουλήθη<σαν> ποιῆσαι κατὰ τὴν εὐαγγελ ικὴν ἱ στορίαν, ποτὲ δὲ ἐβόων· «Ὡσαννὰ τῷ υἱῷ ∆αυίδ, ὡσαννὰ ἐν τοῖς ὑψίστοις.» Ἀλλὰ μετὰ τὰ θαύματα τὸ πάθος. ∆ιά τοι τοῦτο καὶ ὁ προφήτης οὕτω καὶ τὴν πρόρρησιν ἔταξε καί φησιν· 14Ὃν τρόπον ἐκστήσονται πολλοὶ ἐπὶ σέ, οὕτως ἀδοξήσει ἀπὸ ἀνθρώπων τὸ εἶδός σου καὶ ἡ δόξα σου ἀπὸ υἱῶν τῶν ἀνθρώπων. Σταυρῷ προσηλώθη, ἀκάνθας αὐτοῦ τῇ κεφαλῇ περιέθεσαν, καλάμῳ τύπτοντες ἔλεγον· «Προφήτευσον ἡμῖν Χριστέ, τίς ἐστιν ὁ παίσας σε.» Εἶτα μετὰ τὴν ἀτιμίαν ἐκείνην τῆς οἰκουμένης προλέγει τὴν ἔκστασιν · 15Οὕτω θαυμάσονται ἔθνη πολλὰ ἐπ' αὐτῷ. Οὐ γὰρ πάντες ἐπίστευσαν, οἱ δὲ πεπιστευκότες |167 b| ὑπε ρηγάσθησαν τὸ τῆς εὐσεβείας μυστήριον. Καὶ συνέξουσι βασιλεῖς τὸ στόμα αὐτῶν. Οἱ πάλαι διώκοντες καὶ βλασφη μεῖν τολμῶντες ἐναργῶς θεωροῦντες αὐτοῦ τὴν δύναμιν ἀποστήσουσι τῆς λοιδορίας τὴν γλῶτταν. Εἶτα σαφέστερον· Ὅτι οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ ὄψονται, καὶ οἳ οὐκ ἀκηκόασι συνήσουσιν. Οἱ γὰρ τὰς προφητικὰς οὐ δεξάμενοι προρρήσεις ἀλλὰ τοῖς εἰδώλοις δουλεύοντες ὄψονται διὰ τῶν κηρύκων τῆς ἀληθείας τοῦ κηρυττομένου τὸ κράτος καὶ γνώσονται αὐτοῦ τὴν δύναμιν. Οὕτω ταῦτα περὶ τῶν ἐθνῶν προθεσπίσας καὶ τὴν Ἰουδαίων ἀπιστίαν προλέγει· 531Κύριε τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; Καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη; Τὰ ἔθνη φησὶ μηδὲν περὶ αὐτοῦ παρ' ἡμῶν τῶν προφητῶν προακούσαντα ἐδέξατο προθύμως τὸ κήρυγμα, οὗτοι δὲ καὶ ἀκηκοότες παρ' ἡμῶν πολλάκις καὶ πεῖραν αὐτοῦ τῆς δυνάμεως ἐσχηκότες ἐπέμειναν ἀπιστοῦντες καὶ ἀντιλέγοντες. 2Ἀνηγγείλαμεν ἐνώπιον αὐτοῦ, τουτέστι τοῦ λαοῦ τούτου τοῦ νῦν ἀντιλέγοντος. Τί δαὶ ἀνηγγείλατε; Ὡς παιδίον, ὡς ῥίζα ἐν γῇ διψώσῃ. Κατὰ δὲ τὸν Ἀκύλαν· «ὡς ῥίζα ἀπὸ γῆς ἀβάτου.» Προείπαμέν φησι τὴν ἐκ παρθένου γέννησιν· αὐτὴν γὰρ ἄβατον καὶ διψῶσαν προσηγόρευσεν ὡς ἴχνος ἀνδρὸς καὶ γαμικὸν ὑετὸν οὐδαμῶς δεξαμένην. Καὶ τοῦτο δὲ ἀνηγγείλαμεν ὡς οὐκ ἔστιν εἶδος αὐτῷ οὐδὲ δόξα, τουτέστι παρὰ τὸν τοῦ πάθους καιρόν· πολλὴ γὰρ ἦν ἡ ἀτιμία καὶ ἡ ὕβρις. Καὶ εἴδομεν αὐτόν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ 3ἄτιμον, ἐκλεῖπον τὸ εἶδος αὐτοῦ παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Μεγίστη τοῦ παναγίου πνεύματος ἡ ἐνέργεια· τὰ γὰρ μετὰ πολλὰς γενόμενα γενεὰς οὕτω τοῖς ἁγίοις προφήταις προέδειξεν ὡς μὴ λέγειν ἐκείνους· ἠκούσαμεν, ἀλλ'· εἴδομεν. Εἶτα διδάσκει τῆς ἀτιμίας καὶ ἀδοξίας τὰ εἴδη· Ἄνθρωπος ἐν πληγῇ ὤν. Ἔδειξε τὴν φύσιν τὴν δεξαμένην τὸ πάθος· τὸ σῶμα γὰρ τῷ σταυρῷ προσηλώθη, ἡ δὲ θεότης ᾠκειοῦτο τὸ πάθος. Καὶ εἰδὼς φέρειν μαλακίαν. Καὶ τοῦτο κατὰ τὸ ἀνθρώπινον εἴρηται· τὸ γὰρ καρτερεῖν καὶ φιλοσοφεῖν οὐ θείας