1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

99

κακῶν <ἡ> τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν ἐνανθρώπησις. Ταύτης δὲ κῆρυξ ἐγένετο πρῶτος ὁ θεσπέσιος Ἰωάννης ὁ βαπτιστής. Τὰ κα τ ' αὐτὸν τοίνυν ὁ προφητικὸς προαγορεύει λόγος· τοῦτο γὰρ ἡμᾶς καὶ οἱ τρεῖς μακάριοι ἐδίδαξαν εὐα γγελισταί, ὁ δὲ θειότατος Μᾶρκος καὶ προοίμιον τοῦτο τῆς συγγραφῆς ἐποιήσατο. Καὶ αὐτὸς δέ γε ὁ θεσπέσιος Ἰωάννης ἐρωτηθεὶς ὑπὸ τῶν Φαρισαίων, εἰ αὐτὸς εἴη ὁ Χριστός, ἔφη· «Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, καθὼς εἶπεν Ἡσαΐας ὁ προφήτης»· οὔκ εἰμι θεὸς λόγος ἀλλὰ φωνή, ἐγὼ γὰρ κηρύττω τὸν ἐνανθρωπήσαντα θεὸν λόγον. Ἄβατον δὲ καλεῖ τὰ ἔθνη τὸ προφητικὸν ἴχνος οὐδέπω δεξάμενα. 4Πᾶσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται· καὶ ἔσται πάντα τὰ σκολιὰ εἰς εὐθεῖαν καὶ αἱ τραχεῖαι εἰς πεδία. Τὴν εὐκολίαν τοῦ κηρύγματος διὰ τούτων ἐδήλωσεν· διὰ ταύτην γὰρ ἐν ὀλίγῳ χρόνῳ πᾶσαν τοῦτο τὴν οἰκουμένην ἐπλήρωσεν. Φάραγγας δὲ πληρουμένας καὶ ὄρη καὶ βουνοὺς ταπεινουμένους κατὰ μὲν τὸ ῥητὸν νοητέον τὴν λείαν ὁδὸν καὶ δυσκολίας ἀπηλ λαγμένην, κατὰ δὲ διάνοιαν φάραγγες μέν εἰσιν αἱ τῶν ἀπίστων ψυχαὶ εἰς βάθος που κείμεναι καὶ μετάρσιον οὐκ ἔχουσαι φρόνημα, ὄρη δὲ καὶ βουνοὶ οἱ ἐν τοῖς ὄρεσι καὶ τοῖς βουνοῖς θεραπευόμενοι δαίμονες ὧν τὴν πλάνην ἡ τοῦ σωτῆρος ἡμῶν ἔσβεσεν ἐνανθρώπησις. Οὐκ ἂν δέ τις ἁμάρτοι καὶ περὶ Ἰουδαίων τοῦτο εἰρῆσθαι φήσας· περι φανεῖς γὰρ ὄντες καὶ περίβλεπτοι πάλαι διὰ τὴν θείαν |148 a| κηδεμονίαν ἧς ἀπήλαυον, νῦν ἐταπεινώθησαν ἔρημοι ταύτης γενόμενοι. ∆ηλοῖ τοίνυν ὁ λόγος ὅτι τὰ μὲν ταπεινὰ ἔθνη ὑψωθήσεται, οἱ μέγα δὲ φρονοῦντες Ἰουδαῖοι ταπεινω θήσονται. Τοῦτο γὰρ δηλοῖ καὶ τὰ ἑξῆς· 5Καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ. Καὶ ἡ βεβαίωσις τῶν εἰρημ ένων · Ὅτι κύριος ἐλάλησεν. Ἀψευδὴς γάρ φησιν ὁ ταῦτα φθεγξάμενος. Ἐγὼ δὲ λίαν ἄγαμαι τοὺς οἰομένους ταῦτα περὶ τῆς ἀπὸ Βαβυλῶνος ἐπανόδου τὸν προφήτην θεσπίσαι· ἔδει γὰρ αὐτοὺς συνιδεῖν ὅτι σ αφ ῶς ὁ προφητικὸς προηγόρευσε λόγος πᾶσιν ἀνθρώποις δῆλον ἔσεσθαι τοῦ θεοῦ τὸ σωτήριον, ἐκείνη δὲ ἡ ἀνάκλησις οὐ πᾶσιν ἐγένετο δήλη, ὁ δὲ σωτήριος σταυρὸς καὶ τὰ δεσποτικὰ πάθη καὶ αὐτὰς ἔφθασε τὰς τῆς οἰκουμένης ἐσχατιάς. 6Φωνὴ λέγοντος· Βόησον. Τοιαύτη τίς φησιν ἠνέχθη φωνή, βόησόν μοι παρεγγυῶςα. Καὶ εἶπον· Τί βοήσω; Εἶτα λέγει τὸ προσταχθέν· Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου· 7ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος ἐξέπεσεν, ὅτι πνεῦμα κυρίου ἔπνευσεν εἰς αὐτόν· ἀληθῶς ὅμοιος χόρτῳ ὁ λαός· 8ἐξηράνθη ὁ χόρτος, καὶ ἐξέπεσε τὸ ἄνθος. Τῶν ἐθνῶν ἁπάντων προθεσπίσας τὴν σωτηρίαν προμηνύει καὶ τῶν Ἰουδαίων τὴν ἀκαρπίαν. Φύσει μὲν γάρ φησι χόρτῳ ἔοικε τῶν ἀνθρώπων τὸ γένος, ἄνθει δὲ χόρτου ἡ ἐπιγινομένη δόξα καὶ δυναστεία. Καὶ καθάπερ τοῦ χόρτου ξηραινομένου τὸ ἄνθος ἐκρεῖ, οὕτω τοῦ θανάτου τοῖς ἀνθρώποις ἐπιόντος καὶ ἡ δυναστεία καὶ ἡ περιφάνεια σβέννυται. Γίνεται δὲ τοῦτο διὰ τοῦ θείου θελήματος καθάπερ τινὸς προσβαλόντος πνεύματος. Ἀληθέ στερον μέντοι ταῦτα ἁρμόττει τῷ χρηματίσαντι πάλαι λαῷ, ὃς ἐξηράνθη μὲν οὐκ ἔχων τὴν νοτίδα τῆς πίστεως, τὴν ἐπανθοῦσαν δὲ ἀπώλεσε χάριν. Καὶ ἵνα μή τις ὑπολάβῃ ἀγνοίᾳ τὸν τῶν ὅλων θεὸν τοῦτον ἐκλέξασθαι τὸν λαόν, ἐπήγαγεν· Τὸ δὲ ῥῆμα κυρίου μένει εἰς τὸν αἰῶνα. Ἄνωθέν φησι ταῦτα καὶ προέγνω καὶ προηγόρευσεν, ἀλλ' ὅμως καὶ ταύτην αὐτῶν τὴν ἀπείθειαν εἰδὼς ἐπιβαίνει προτ ρέπων εἰς σωτηρίαν· ᾔδει γὰρ τοὺς ἐν αὐτοῖς τὸ σωτήριον κήρυγμα δεξαμένους. 9Ἐπ' ὄρους ὑψηλοῦ ἀνάβηθι ὁ εὐαγγελιζόμενος τὴν Σιών, ὕψωσον τῇ ἰσχύι τὴν φωνήν σου ὁ εὐαγγελιζόμενος Ἱερουσαλήμ, ὑψώσατε μὴ φοβεῖσθε. Τὸν ἀποστολικὸν ἐνταῦθα χορὸν ὁ προφητικὸς διεγείρει λόγος. Οὗ δὴ χάριν ἑνικῶς σχηματίσας τὴν παρακέλευσιν εἰς τὸν πληθυντικὸν μεταβέβηκε καί φησιν· Ὑψώσατε μὴ φοβεῖσθε. Οὕτως αὐτοῖς <καὶ> ὁ δεσπότης ἔλεγε Χριστός· «Μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυνα μένων ἀποκτεῖναι.» Καὶ πάλιν