1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

103

Ἐγὼ θεὸς πρῶτος καὶ εἰς τὰ ἐπερχόμενα ἐγώ εἰμι. Οὐκ ἄλλος φησὶ τὴν παλαιὰν ἔδωκε διαθήκην καὶ ἄλλος νομοθετεῖ τὴν καινήν· μία ἐστὶν ἡ θεία φύσις, ἀεὶ ὡσαύτως καὶ κατὰ ταὐτὰ ἔχουσα. 5Εἶδον ἔθνη καὶ ἐφοβήθησαν, τὰ ἄκρα τῆς γῆς ἐξέστησαν. Καὶ μαρτυρεῖ τῶν πραγμάτων ἡ πεῖρα· καταλιπόντες γὰρ τὴν πλάνην οἱ ἄνθρωποι μετέμαθον τὴν ἀλήθειαν. Ἤγγισαν καὶ ἦλθον ἅμα, 6κρίνων ἕκαστος τῷ πλησίον βοηθῆσαι καὶ τῷ ἀδελφῷ. Οἱ γὰρ πάλαι πλανώμενοι τοῦ τῆς θεογνωσίας φωτὸς ἀπολαύσαντες οὐκ ἀνέχονται κρύπτειν τὴν αἴγλην ἀλλὰ πάντας εἰς κοινωνίαν καλοῦσιν. Καὶ ἐρεῖ, τουτέστιν ὁ τοῦ γνόφου τῆς ἀγνοίας ἀπαλλα γείς· 7Ἴσχυσεν ἀνὴρ τέκτων, καὶ χαλκεὺς τύπτων ςφῦραν ἅμα ἐλαύνων ποτὲ μὲν ἐρεῖ· Σύμβλημα καλόν ἐστιν, ἰσχύρωσαν αὐτὰ |150 a| ἐν ἥλοις, θήσουσιν αὐτό, καὶ οὐ κινηθήσεται. Ταῦτά φησιν ἐροῦσιν οἱ τῇ ἀληθείᾳ προσεληλυθότες τοῖς ἔτι κατεχομένοις τῇ πλάνῃ τῇ τῶν εἰδώλων τὴν τούτων δεικνύντες ἀσθένειαν· οὔτε γὰρ βαδίσαι δύνανται οὔτε στῆναι μὴ τοῖς ἥλοις δεσμούμενα. Τὸ δέ· σύμβλημα καλόν ἐστιν, οἱ Τρεῖς οὕτω τεθείκασιν· «Εἰς κόλλησιν καλόν ἐστιν», τουτέστι· καλῶς συμβέβληται, τεχνικῶς συνήρμο σται. 8Σὺ δὲ Ἰσραὴλ παῖς μου, Ἰακὼβ ὃν ἐξελεξάμην, σπέρμα Ἀβραὰμ ὃν ἠγάπησα, 9οὗ ἀντελαβόμην ἀπ' ἄκρου τῆς γῆς καὶ ἐκ τῶν σκοπιῶν αὐτῆς ἐκάλεσά σε καὶ εἶπόν σοι· Παῖς μου εἶ, ἐξελεξάμην σε καὶ οὐκ ἐγκατέλιπόν σε· 10μὴ φοβοῦ, μετὰ σοῦ γάρ εἰμι· μὴ πλανῶ, ἐγὼ γάρ εἰμι ὁ θεός σου ὁ ἐνισχύσας σε καὶ ἐβοήθησά σοι καὶ ἠσφαλισάμην σε τῇ δεξιᾷ μου τῇ δικαίᾳ. Τῷ Ἰσραὴλ ποτὲ μὲν εὐφημίας ὑφαίνει ποτὲ δὲ κατηγορίας προσάπτει οὐκ ἐναντία ποιῶν ἀλλὰ κατάλληλα δρῶν· ἐκ γὰρ τοῦ Ἰσραὴλ οἱ πεπιστευκότες καὶ ἐκ τοῦ Ἰσραὴλ οἱ ἐσταυρωκότες· εἰκότως τοίνυν τοὺς μὲν ἐπαινεῖ τῶν δὲ κατηγορεῖ. Ἐνταῦθα μέντοι καὶ τῶν παλαιῶν ἀνέμνησεν αὐτοὺς <ἐπαγγελιῶν> καὶ εὐεργεσιῶν καὶ ὡς ἐξήγαγε μὲν ἐκ γῆς Χαλδαίων τὸν πατριάρχην, ἅπαν δὲ τὸ γένος τῆς Αἰγυπτίων ἠλευθέρωσε δυναστείας καὶ παντοδαπῆς προνοίας ἠξίωσεν. 11Ἰδοὺ αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοί σοι, ἔσονται γὰρ ὡς οὐκ ὄντες, καὶ ἀπολοῦνται πάντες οἱ ἀντίδικοί σου, 12ζητήσεις αὐτοὺς καὶ οὐ μὴ εὕρῃς τοὺς ἀνθρώπους οἳ παροινήσουσιν εἰς σέ· ἔσονται γὰρ ὡς οὐκ ὄντες, καὶ οὐκ ἔσονται οἱ ἀντιπολεμοῦντές σε. Εἶτα τῆς νίκης τὴν αἰτίαν διδάσκει· 13Ὅτι ἐγὼ ὁ θεός σου, ὁ κρατῶν τῆς δεξιᾶς σου, ὁ λέγων σοι· Μὴ φοβοῦ, ἐγὼ ἐβοήθησά σοι. Ταῦτα τυπικῶς μὲ ν καὶ ἐπὶ τῶν Βαβυλωνίων ἐγένετο. Καταλύσας γὰρ τὴν ἐκείνων ἀρχὴν ὁ τῶν ὅλων θεὸς καὶ τούτους τῆς πικρᾶς δουλείας ἐλευθερώσας εἰς τὴν πατρῴαν ἐπανήγαγε γῆν· κυρίως μέντοι καὶ ἀληθῶς ἁρμόττει τοῖς ἁγίοις ἀποστόλοις καὶ τοῖς νικηφόροις μάρτυ σιν· οἱ γὰρ τούτους πολεμήσαντες ἐν αἰσχύνῃ γεγένηνται, καὶ φροῦδοι νῦν καὶ ἀφανεῖς οἱ διώξαντες, περίβλεπτοι δὲ καὶ περιφανεῖς τῆς ἀληθείας οἱ πρόμαχοι. Μὴ φοβοῦ σκώληξ 14Ἰακώβ, ὀλιγοστὸς Ἰσραήλ, ἐγὼ ἐβοήθησά σοι, λέγει ὁ θεὸς ὁ λυτρούμενός σε, ὁ ἅγιος τοῦ Ἰσραήλ. Καὶ ταῦτα μάλιστα δηλοῖ, ὡς τοῖς εἰς τὸν κύριον πεπιστευκόσιν ὁ προφητικὸς ἁρμόττει λόγος. Ὀλίγον τοῦ Ἰσραὴλ ἐπίστευσε μέρος, τὸ δέ γε πλεῖστον ἠπίστησεν. ∆ιὰ τοῦτο καὶ ὁ θεῖος ἔλεγε Παῦλος· «Οὕτω καὶ ἐν τῷ νῦν καιρῷ λεῖμμα κατ' ἐκλογὴν χάριτος γέγονεν», καὶ πάλιν· «Ἡ ἐκλογὴ ἐπέτυχεν, οἱ δὲ λοιποὶ ἐπωρώθησαν», καὶ πάλιν ὁ προφήτης· «Ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡσεὶ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθή σεται.» Μάλα δὲ ἁρμόττει καὶ τὸ τοῦ σκώληκος ὄνομα· πρ ῶτον μὲν διὰ τὴν ὁρωμένην εὐτέλειαν-καὶ γὰρ ὁ θεῖος ἀπόστολος ταύτην βουληθεὶς ἐπι δεῖξαι ἔφη· «Ἐξε λέξατο ὁ θεὸς τὰ μωρὰ τοῦ κόσμου, ἵνα καταισχύνῃ τοὺς σοφούς, καὶ τὰ ἀσθενῆ τοῦ κόσμου καὶ τὰ ἐξουθενημένα καὶ τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ.» Τὴν γὰρ ὑπερβολὴν παραδηλῶσαι θελήσας καὶ μηδὲν εὑρὼν ἐοικός, μὴ ὄντα ἐκάλεσεν, ἀντὶ τοῦ· ἐν αντίον τῶν ἄλλων οὐδέν εἰσιν οὗτοι-, καλεῖ δὲ αὐτοὺς καὶ δι' ἕτερον σκώληκα· ἐν γὰρ τοῖς σαθροτέ ροις τῶν ξύλων ὁ σκώληξ κρυπτόμενος ὡς τὴν ὀλίγην αὐτῶν