1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

48

ἅγιον τοῦ Ἰσραὴλ ἐμβλέψονται. Τῇ πείρᾳ γὰρ μεμαθηκότες τὴν τῶν εἰδώλων ἀσθένειαν τὸν τῶν ὅλων θεὸν εἰς συμμαχίαν καλοῦσιν. 8Καὶ οὐ μὴ πεποι θότες ὦσιν ἐπὶ τοῖς βωμοῖς οὐδὲ |124 a| ἐπὶ τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν, ἃ ἐποίησαν οἱ δάκτυλοι αὐτῶν, καὶ οὐκέτι ὄψονται τὰ δένδρα οὐδὲ τὰ βδελύγματα αὐτῶν. Ἀκριβῶς μαθήσονται ὡς τὰ μέν ἐστιν ἄψυχα φυτά, τὰ δὲ χειροποίητα εἴδωλα ἐκ μὲν τῆς ὕλης τὴν οὐσίαν ἐκ δὲ τῆς τέχνης τὸ εἶδος ἠρανισμένα. Εἶτα προλέγει τὴν τῶν πόλεων ἐρημίαν καὶ παραβάλλει ταύτην τῇ παλαιᾷ ἣν ἐπήγαγον αὐτοὶ τοῖς Ἀμορραίοις καὶ Εὐαίοις τῆς Αἰγυπτίων ἀπαλλαγέντες δουλείας. Καθάπερ γάρ φησιν ὑμεῖς ἐκεῖνα τὰ ἔθνη καταλύσαντες τὰς ἐκείνων διενείμασθε πόλεις, οὕτω νῦν δορυαλώτων ὑμῶν γενομένων ἄλλοι ταύτας οἰκήσουσιν· ᾤκησαν δὲ αὐτὰς οἱ καλούμενοι Σαμαρῖται. Καὶ τὴν αἰτίαν τούτου διδάσκει· 10∆ιότι κατέλιπας τὸν θεὸν τὸν σωτῆρά σου καὶ κυρίου τοῦ θεοῦ σου οὐκ ἐμνήσθης. Ἡ ἀχάριστος γνώμη τὰς συμφοράς σοι γεννήσει. ∆ιὰ τοῦτο φυτεύσεις φύτευμα ἄπιστον καὶ σπέρμα ἄπιστον. Τὸν χρόνον ἐνήλλαξε καὶ ἀντὶ τοῦ παρεληλυθότος τὸν μέλλοντα τέθεικεν. Ἐπειδὴ ἀγνώμων φησὶ περὶ τὸν εὐεργέτην ἐγένου, τὴν ἀπιστίαν ἐφύτευσας καὶ τὴν ἀσέβειαν ἔσπειρας. Ἀλλὰ συμβαίνοντας τοῖς φυτοῖς καὶ τοῖς σπέρμασι δρέψῃ καρπούς. Τοῦτο γὰρ ἐπήγαγεν· 11Τῇ δὲ ἡμέρᾳ ᾗ ἐὰν φυτεύσῃς πλανηθήσῃ· τὸ δὲ πρωὶ ἐὰν σπείρῃς, ἀνθήσει εἰς ἀμητόν· καὶ ᾗ ἂν ἡμέρᾳ θερίσῃς, κληρώσῃ, καὶ ὡς πατὴρ ἀνθρώπου κληρώσει τοῖς υἱοῖς αὐτοῦ. Ἡ μὲν γὰρ πλάνη τῆς τοιαύτης αἰτία σπορᾶς, ἡ δὲ σπορὰ τὸν ἀμητὸν προξενεῖ· ὁ δὲ τοιοῦτος ἀμητὸς καρπός ἐστι τῶν πονηρῶν γεωργῶν, οὐ μόνον αὐτοῖς ἀλλὰ καὶ τοῖς υἱοῖς φυλαττόμενος. 12Οὐαὶ πλῆθος ἐθνῶν πολλῶν. Ἀναγκαίως δείκνυσι τοὺς τῆς κακῆς γεωργίας καρποὺς καὶ προτίθησι τῆς προρρήσεως θρῆνον καὶ-ἵνα μὴ καὶ τὰ σαφῶς εἰρημένα πλατύνων μηκύνω- ἀπεικάζει θαλάττῃ κυμαινούσῃ τῶν πολεμίων τὸ πλῆθος καὶ τοὺς ἐκείνων λόχους τοῖς κύμασιν, αὐτοὺς δὲ τοὺς πολεμουμένους κόνει λεπτοτάτῃ, ἣν τροχὸς ἁμάξης ἐλέπτυνε καὶ σφοδρὸς ἐσκέδασεν ἄνεμος· ταὐτὸ δὲ τοῦτο καὶ τοῦ ἀχύρου τὸν χοῦν πάσχειν ὑπὸ τοῦ πνεύματος λέγει. Τούτοις ἔοικε τὰ ὑπὸ τοῦ μακαρίου ∆αυὶδ εἰρημένα· «Οὐχ οὕτως οἱ ἀσεβεῖς, οὐχ οὕτως, ἀλλ' ἢ ὡσεὶ χνοῦς, ὃν ἐκρίπτει ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς.» Ταῦτα ταῖς δέκα φυλαῖς καὶ τοῖς τούτων ἐπικούροις προαγορεύσας ∆αμασκηνοῖς, πρὸς τὴν Ἰουδαίαν μεταφέρει τὸν λόγον καί φησιν· 14Αὕτη ἡ μερὶς τῶν ὑμᾶς προνομευσάντων καὶ κληρονομία τῶν ὑμᾶς κληρονομησάντων. Προειρήκαμεν δὲ ἤδη ὡς πολλὰς αὐτῶν μυριάδας οὗτοι κατὰ ταὐτὸν γενόμενοι καὶ κατηκόντισαν καὶ αἰχμαλώτους ἀπήγαγον. 181Οὐαὶ γῆς πλοίων πτέρυγες ἐπέκεινα ποταμῶν Αἰθιοπίας. Ὁ τῆς ∆αμασκοῦ βασιλ εὺς δείσας τῶν πολεμίων τὴν προσβολὴν Αἰγυπτίους καὶ Αἰθίοπας εἰς συμμαχίαν ἐκά λεσεν· ὀξέως δὲ ταύτης τυχεῖν ἐφιέμενος διὰ θαλάττης τοὺς πρέσβεις ἀπέστειλεν. Πτέρυγας μέντοι τὰ πλοῖα ἐκάλεσεν, ἐπειδήπερ οἱ ἐν τῇ γῇ κατοικοῦντες ἄνθρωποι, ταχέως κατορθῶσαι τὰς προ κει μένας βουλόμενοι χρείας, καθάπερ τισὶ πτεροῖς κεχρημένοι τοῖς πλοίοις τάχιστα καὶ μακρὰν ὁδὸν ἐξανύουσιν. 2Ὁ ἀποστέλλων πρὸς πάντα τὰ ἔθνη ἐν θαλάσσῃ ὅμηρα καὶ ἐπιστολὰς βυβλίνας ἐπάνω τοῦ ὕδατος. Τὰς βυβλίνας «παπυρίνας» ὁ Σύμμαχος καὶ ὁ Θεοδοτίων ἡρμήνευσαν. ∆ηλοῖ δὲ τοὔνομα τὸν χάρτην· ἀπὸ παπύρου γὰρ οὗτος κατα σ κευά ζεται. Ὅ μηρα δὲ τοὺς πρέσβεις ἐκάλεσε τοὺς ἀποσταλέντας πρὸς Αἰγυπτ ίους καὶ Αἰθίο πας· οὕτω γὰρ ὁ Ἀκύλας· «ὁ ἀποστέλλων ἐν θαλάσσῃ πρεσβευτάς». Πορεύσονται γὰρ ἄγγελοι κοῦφοι πρὸς ἔθνος μετέωρον καὶ ξένον, λαὸν χαλεπόν, οὗ ἐπέκεινα ἔθνος ἀνέλπιστον καὶ καταπεπατημένον. Τὸ ἀσθενὲς τῶν Αἰγυπτίων διὰ τούτων ᾐνίξατο. Χαλεπὸν μὲν καὶ μετέωρον τοῦτο τὸ ἔθνος ἐκάλεσε τὴν κατὰ τῶν ὑπηκόων σημαίνων βαρύτητα, ἀνέλπιστον δὲ ὡ ς μηδεμίαν ἐλπίδα σωτηρίας τοῖς κατα φεύγουσι παρέχειν δυνάμενον· τὸ δὲ καταπεπατημένον σημαίνει τὸ εὐχεί ρωτον καὶ εὐάλωτον. Τοῦτο