1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

168

σταυροῦ συντριβόμενος πάσης ἰσχύος ἐστέρηται. Εἰ δὲ κατὰ τὸ ῥητὸν ἔσεσθαι ταῦ τα προσμένου σιν Ἰουδαῖοι, εἰπάτωσαν ποῖον ὄφελος ἐντεῦθεν γενήσεται· τί γὰρ οἱ ἄνθρωποι κερ δαν οῦσι λεόντων μὲν ἄχυρα ἐσθιόντων, τῶν ὄφεων δὲ τὴν γῆν ποιουμένων τροφήν; Ἀλλὰ τὴν τούτω ν ἄνοιαν καταλιπόντες τῆς ἑρμηνείας ἐχώμεθα. 661Οὕτως λέγει κύριος· Ὁ οὐρανός μοι θρόνος καὶ ἡ γῆ ὑποπόδιον τῶν ποδῶν μου. Ποῖον τοῦτον οἶκον οἰκο δομήσετέ μοι; λέγει κύριος, καὶ ποῖος οὗτος τόπος τῆς κατοικήσεώς μου; 2Πάντα γὰρ ταῦτα ἐποίησεν ἡ χείρ μου, καὶ ἔστιν ἐμὰ ταῦτα πάντα, λέγει κύριος. Τὴν τοπι κὴν διὰ τούτων ἐκβάλλει λατρείαν καὶ δείκνυσιν ἑαυτὸν οὐρανοῦ καὶ γῆς ποιητὴν καὶ τῶν ἄλλων ἁπάντων δημιουρ γὸν καὶ χειροποιήτου ναοῦ μὴ δεόμενον. ∆ιδάσκει δὲ αὐτοὺς καὶ τὸ οἰκεῖον μέ γε θος, ἕως οἷοί τε μαθεῖν ἦσαν· Εἰ τὸν οὐρανὸν θρόνον ἔχω, πηλίκον οἶκον οἰκοδομῆσαί μοι δύνασθε; Οὐ τῆς ὑμετέρας δέομαι συνεργίας ὁ ταῦτα πάντα τεκτη νάμενος λόγῳ καὶ οὐ διὰ τὴν ἐμαυτοῦ χρείαν ἀλλὰ διὰ τὴν τῶν ἀνθρώπων εὐεργεσίαν πεποιηκώς. Εἶτα διδάσκει οἷς ἀρέσκεται· Καὶ ἐπὶ τίνα ἐπιβλέψω ἀλλ' ἢ ἐπὶ τὸν ταπεινὸν καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους; Οἶκον ἀληθινὸν ἐγὼ καὶ ναὸν ἅγιον τὸν κατὰ τὰς ἐμὰς ἐντολὰς πολιτευόμενον ἔχω, τὸν δεδιότα καὶ τρέμοντα τὴν τῶν ἐμῶν προσταγμάτων παράβασιν, τὸν πράῳ τρόπῳ καὶ ταπεινῷ φρονήματι χρώμενον. 3Ὁ δὲ ἄνομος ὁ θύων μοι μόσχον ὡς ὁ τύπτων ἄνδρα, θυσιάζων πρόβατον ὡς ὁ ἀποκτείνων κύνα, ὁ δὲ ἀναφέρων σεμίδαλιν ὡς αἷμα ὕειον, ὁ διδοὺς λίβανον εἰς μνημόσυνον ὡς βλάσφημος. Τὴν νομικὴν λατρείαν διὰ τού των ἐξέβαλε διδάσκων ὡς ἐκείνων χάριν ἐξ ἀρχῆς ταῦτα νενομοθέτηκεν, οὐ ταῖς θυσίαις ἀ ρεσκό μενος ἀλλ' ἐκείνων ὡς ἀσθενῶν προμηθούμενος. ∆ιὰ τοῦτο τὰ συγκεχωρημένα τοῖς ἀπηγο ρευμένοις συγ κ ρ ίνει· τὸ μὲν γὰρ θύειν μόσχον καὶ θυσιάζειν πρόβατον καὶ προσφέρειν σεμίδαλιν καὶ λιβανωτὸν ὑπὸ τοῦ θεοῦ συνεκεχώρητο πάλαι, τὸ δὲ ἄρχειν χειρῶν ἀδίκων καὶ βλασφημίᾳ τὴν γλῶτταν μολύνειν πα ντελῶς ἀπηγόρευτο, ὕες δὲ καὶ κύνες ἀκάθαρτα ἐνενόμιστο. Καὶ αὐτοὶ ἐξελέξαντο τὰς ὁδοὺς αὐτῶν καὶ τὰ βδελύγματα αὐτῶν ἃ ἡ ψυχὴ αὐτῶν ἠθέλησεν. Οὐ τοῖς ἐμοῖς ἐπεί σθησαν |184 a| λόγοις ἀλλὰ τοῖς οἰκείοις ἠκολούθησαν λογισμοῖς. 4Καί γε ἐγὼ ἐκλέξομαι τὰ ἐμπαίγματα αὐτῶν καὶ τὰς ἁμαρτίας αὐτῶν ἀνταποδώσω αὐτοῖς, ὅτι ἐκάλεσα αὐτοὺς καὶ οὐχ ὑπήκουσάν μου, <ἐλάλησα καὶ οὐκ ἤκουσάν μου,> καὶ ἐποίησαν τὸ πονηρὸν ἐναντίον ἐμοῦ καὶ ἃ οὐκ ἐβουλόμην ἐξελέξαντο. <Ἐπειδή φησιν ἐξελέξαντο> οὐχ ἅπερ ἐβουλόμην ἀλλ' ἅπερ ἠθέλησαν, ἐπάξω κἀγὼ τιμωρίας αὐτοῖς, ἃς αὐτοὶ μὲν οὐ βούλονται ἐγὼ δὲ δικαίως ἐποίσω. Ἐμπαίγματα γὰρ τὰς τιμωρίας ἐκάλεσεν. Ἐκάλεσα γὰρ αὐτοὺς καὶ οὐχ ὑπήκουσάν μου. Οὕτω ταῦ τα κατὰ τῶν ἀντιλεγόντων προαγορεύσας πρὸς τοὺς πεπιστευκότας μεταφέρει τὸν λόγον· 5Ἀκού σατε τὸ ῥῆμα κυρίου οἱ τρέμοντες τὸν λόγον αὐτοῦ, εἴπατε· Ἀδελφοὶ ἡμῶν, τοῖς μισοῦσιν ὑμᾶς καὶ βδελυσσο μένοις, ἵνα τὸ ὄνομα κυρίου δοξασθῇ καὶ ὀφθῇ ἐν τῇ εὐφροσύνῃ ὑμῶν, κἀκεῖνοι αἰσχυνθήσονται. Τοῦτο καὶ ἐν τοῖς ἱεροῖς εὐαγγελίοις νομοθετεῖ· «Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, εὐλογεῖτε τοὺς διώκοντας ὑμᾶς.» ∆ιὰ τοῦτο ὁ μακάριος ἔλεγε Παῦλος· «Ηὐχόμην αὐτὸς ἐγὼ ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου τῶν συγγενῶν μου κατὰ σάρκα, οἵτινές εἰσιν Ἰσραηλῖται.» ∆ιὰ τοῦτο ὁ μακάριος Στέφανος τοῖς ἀπιστοῦσι διαλεγόμενος ἔλεγεν· «Ἄνδρες ἀδελφοὶ καὶ πατέρες ἀκούσατε.» Τοῦτο καὶ διὰ τοῦ προφήτου παρεγγυᾷ τῶν ὅλων ὁ κύριος τοῖς τρέμουσι τὸν λόγον αὐτοῦ, ἀδελφοὺς καλεῖν τοὺς μισοῦντας καὶ βδελυσσομένους, ὥστε δοξασθῆναι τοῦ σωτῆρος τὸ ὄνομα. Τοῦτο γάρ φησιν ὑμῖν μὲν εὐ φρο σύνην ἐκείνοις δὲ προξε νήσει αἰσχύνην. Μετὰ ταῦτα τῆς πόλεως τὴν πολιορκίαν προδιαγ ράφει · 6Φωνὴ κραυγῆς ἐκ πόλεως, φωνὴ ἐκ ναοῦ, φωνὴ κυρίου ἀνταποδιδόντος ἀνταπόδοσιν τοῖς ἀντικειμένοις αὐτῷ. Τὴν ἐσομένην κατὰ τὸν καιρὸν τῆς ἁλώσεως ὀλολυγὴν ὁ προφητικὸς δεδήλωκε λόγος καὶ τῆς