1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

77

ἄρχοντες ἐν πόλεσιν Ἰούδα καὶ ἐν διόδοις Ἱερουσαλήμ, καὶ ἐπλήσθημεν ἄρτων καὶ ἐγενήθημεν χρηστοὶ καὶ κακὰ οὐκ εἴδομεν.» Καὶ Ἀζαρίας δὲ καὶ Ἰωανὰν καὶ οἱ τούτοις παραπλήσιοι ἄντικρυς πρὸς τὸν αὐτὸν ἐβόων προφήτην· «Ψευδῆ λαλεῖς σύ, οὐκ ἀπέστειλέ σε κύριος ὁ θεὸς ἡμῶν πρὸς ἡμᾶς λέγων· Μὴ εἰσέλθητε εἰς Αἴγυπτον οἰκεῖν ἐκεῖ. Ἀλλὰ Βαροὺχ υἱὸς Νηρίου συμβάλλει σε πρὸς ἡμᾶς, ἵνα δῷς ἡμᾶς εἰς χεῖρας Χαλδαίων τοῦ θανατῶσαι ἡμᾶς καὶ ἀποικίσαι ἡμᾶς εἰς Βαβυλῶνα.» Ταύτην αὐτῶν τὴν ἀπείθειαν καὶ τὴν δυσσεβῆ γνώμην ὁ μετὰ χεῖρας λέγει προφήτης· Ἀποστρέψατε ἡμᾶς ἀπὸ τῆς ὁδοῦ ταύτης καὶ ἀφέλετε ἡμῶν τὸ λόγιον τοῦ ἁγίου Ἰσραήλ. Οὕτως ἐναργῶς ἔοικε τῇ ἐκ βάσει ἡ πρόρρησις. 12∆ιὰ τοῦτο τάδε λέγει κύριος ὁ θεὸς τοῦ Ἰσραὴλ ὁ ἅγιος· Ὅτι ἠπειθήσατε τοῖς λόγοις τούτοις καὶ ἠλπίσατε ἐπὶ ψεύδει καὶ ὅτι ἐγογγύσατε καὶ πεποιθότες ἐγένεσθε ἐν τῷ λόγῳ τούτῳ, 13διὰ τοῦτο ἔσται ὑμῖν ἡ ἁμαρτία αὕτη ὡς τεῖχος πῖπτον παραχρῆμα πόλεως ὀχυρᾶς ἑαλωκυίας ἧς παραχρῆμα πάρεστι τὸ πτῶμα· 14καὶ τὸ πτῶμα αὐτῆς ἔσται ὡς σύντριμμα ἀγγείου ὀστρακίνου ἐκ κεραμίου λεπτά, ὥστε μὴ εὑρεῖν ἐν αὐτοῖς ὄστρακον ἐν ᾧ πῦρ ἀρεῖς ἀπὸ καύστρας καὶ ἐν ᾧ ἀποσυριεῖς ὕδωρ μικρόν. Τὴν ἐπ' Αἰγυπ τίους ἐλπίδα περιβόλῳ καταλυομένῳ καὶ πόλει ἁλισκομένῃ ἀπείκασε καὶ τῇ παραβολῇ παραβολὴν ἑτέραν παρέθηκεν· ἐοικέναι γὰρ ἔφη τὴν ταῦτα πάσχουσαν πόλιν ἀγγείῳ ὀστρακίνῳ συντριβομένῳ καὶ τοσαύτην ὑπομένοντι συντρι βήν, ὡς παντελῶς ἄχρηστα διαμεῖναι διὰ σμικρότητα καὶ αὐτὰ τοῦ ἀγγείου τὰ ὄστρακα. Φιλάνθρωπος δὲ ὢν ὁ δε σπότης μετὰ τὴν ἀπειλὴν μετανοίας προφέρει παραίνεσιν· 15Ὅτι οὕτως λέγει κύριος ὁ θεὸς ὁ ἅγιος τοῦ Ἰσραήλ· ὅταν ἀποστραφεὶς στενάξῃς, τότε σωθήσῃ καὶ γνώσῃ ποῦ ἦσθα, ὅτε ἐπεποίθεις ἐπὶ τοῖς ματαίοις. Μετανοίας ὅρος οὐ τὸ στένειν μόνον ἐπὶ ταῖς ἁμαρτίαις ἀλλὰ καὶ τὸ φεύγειν ταύτας καὶ τὴν τούτων ὁδὸν ἀποστρέφεσθαι καὶ τὴν ἐναντίαν ὁδεύειν. Τοῦτο γὰρ καὶ ὁ θεῖος δεδήλωκε λόγος· Ὅταν ἀποστραφεὶς στενάξῃς. Οὐχ ὅταν ἁπλῶς στενάξῃς ἀλλ' ὅταν καταλιπὼν τὴν παρανομίας ὁδὸν τὰ γεγενημένα θρηνήσῃς, τότε τεύξῃ τῆς σωτηρίας καὶ τῆς προτέρας δυσσεβείας ἐν αἰσθήσει γενήσῃ. Ματαία ἡ ἰσχὺς ὑμῶν ἐγενήθη. Καὶ οὐκ ἐβούλεσθε ἀκούειν 16ἀλλ' εἴπατε· Ἐφ' ἵππων φευξόμεθα· διὰ τοῦτο φεύξεσθε. Καὶ εἴπατε· Ἐπὶ κούφοις ἀναβάταις ἐσόμεθα· διὰ τοῦτο κοῦφοι ἔσονται οἱ διώκοντες ὑμᾶς. Ὧν ἐλπίζετε τἀναντία γενήσεται. Εἶτα προλέγει ὡς μύριο ι κα ὶ τὴν ὀλίγων πολεμίων οὐ δέξονται προσβολήν, καὶ τὸν πολὺν αὐτῶν σημαίνων ὄλεθρον ἐπήγαγεν· 17ἕως ἂν καταλειφθῆτε ὡς ἱστὸς ἐπ' ὄρους καὶ ὡς σημαίαν φέρων ἐπὶ βουνοῦ. Τὴν σημαίαν ὁ μὲν Σύμμαχος «ἱστίον» ἡρμήνευσεν, ὁ δὲ Ἀκύλας καὶ Θεοδοτίων «σύσσημον». Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Τὰ πολλὰ δένδρα ἐν τοῖς ὄρεσιν οὐχ οὕτως ἐστὶν ἐπίσημα· εἰ δέ που ἐν ὄρους κορυφῇ μία πίτυς ἢ κυπάριττος κατα λειφθείη, λίαν ἐστὶ τοῖς παριοῦσιν ἐπίσημος. Οὕτω φησὶ καὶ ὑμεῖς ὀλίγοι μὲν ἐκ τῶν πολλῶν καταλειφθήσεσθε μυριάδων, ἐπίσημα δὲ ὑμῶν γενήσεται τὰ κακά. 18Καὶ πάλιν μενεῖ ὁ θεὸς τοῦ οἰκτειρῆσαι ὑμᾶς καὶ διὰ τοῦτο ὑψωθήσεται τοῦ ἐλεῆσαι ὑμᾶς. Ἀλλ' ὅμως καὶ μετὰ ταῦτα φειδοῦς ὑμᾶς ἀξιώσει καὶ διδάξει τοὺς ἀγνοοῦντας τὴν οἰκείαν ἰσχύν. ∆ιότι κριτὴς ὑμῶν κύριος ὁ θεὸς ἡμῶν. |138 a| Μακάριοι πάντες οἱ ὑπομένοντες αὐτόν, 19διότι λαὸς ἅγιος ἐν Σιὼν κατοικήσει. Καὶ ταῦτα προτρέ πων αὐτοὺς μένειν καὶ μὴ καταφεύγειν εἰς Αἴγυπτον εἴρηκεν ὁ προφήτης. Προεδήλωσε δὲ καὶ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον· λαὸν γὰρ ἅγιον ἐκείνους ἐκάλεσεν. Τοιοῦτος ἦν Ἰησοῦς ὁ τοῦ Ἰωσεδέκ, τοιοῦτος ἦν ὁ Ζοροβάβελ, τοιοῦτος ὁ Ἔζρας, τοιοῦτος ὁ Νεεμίας καὶ <οἱ> μετὰ τούτων πᾶσαν εἰς τὴν οἰκοδομίαν καὶ τοῦ ναοῦ καὶ τῆς πόλεως εἰσενεγκόντες σπουδήν. Ἀνάγεται δὲ ὁ λόγος καὶ εἰς τοὺς μετὰ τὴν ἐνανθρώπησιν τοῦ σωτῆρος ἡμῶν πιστούς, οἳ τῶν ἀπίστων ἐκ τῆς Ἱερουσαλὴμ ἐξελαθέντων ᾤκησαν τὴν πόλιν βίῳ λαμπρῷ καὶ ὕμνοις διηνεκέσι τὸν θεὸν ἐξιλεούμενοι. Καὶ Ἱερουσαλὴμ κλαυθμῷ ἔκλαυσεν· Ἐλέησόν με. Προσωποποιίᾳ