1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

149

λογισμοὺς τροπικῶς ἡγοῦμαι κεκλῆσθαι· οὗτοι γὰρ δέχονται τὴν εὐφροσύνην. Εἰ δὲ καὶ ἐπὶ τῶν ὀστῶν λάβοι τις τὴν θείαν ὑπόσχεσιν, οὐκ ἂν ἁμάρτοι τοῦ τῆς προφητείας σκοποῦ· διὰ γὰρ τῆς κατὰ ψυχὴν εὐφροσύνης καὶ τὸ σῶμα πιαίνεται· «Καρδία» γάρ φησιν «εὐφραινομένη θάλλει πρόσωπον.» Καὶ ἔσῃ ὡς κῆπος μεθύων καὶ ὡς πηγὴ ὕδατος ἣ<ν> μὴ ἐξέλιπεν ὕδωρ. Ἔδειξε διὰ τῶν εἰκόνων σαφέστερον τῶν ἀγαθῶν τὴν ὑπόσχεσιν. 12Καὶ οἰκοδομηθήσονταί σου αἱ ἔρημοι αἰώνιοι, καὶ ἔσται τὰ θεμέλιά σου αἰώνια, γενεαῖς γενεῶν ἀναστήσεις. Οἰκοδομίαν οὐ τὴν αἰσθητὴν ἐνταῦθα καλεῖ ἀλλὰ τὴν πνευματικήν· πῶς γὰρ ἂν γένοιτο αἰσθητὴ οἰκοδομία αἰώνιος, τῶν ὁρωμένων μεταβαλλομένων ἁπάντων κατὰ τὸν τῆς συντελείας καιρόν; Τοῦτο δὲ καὶ τὸ ἀναστήσεις αἰνίττεται· αὕτη γὰρ ἡ οἰκοδομία μετὰ τὴν ἀνάστασιν δείκνυται. Οὕτω καὶ ὁ θεῖος ἀπόστολος ἔφη· «Εἰ δέ τι ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον, χρυσὸν ἄργυρον λίθους τιμίους ξύλα χόρτον καλάμην, ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται· ἡ γὰρ ἡμέρα δηλώσει, ὅτι ἐν πυρὶ ἀποκαλύπτεται, καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστι τὸ πῦρ δοκιμάσει.» Καὶ κληθήσῃ οἰκοδόμος φραγμῶν ἢ κατὰ τοὺς Λοιποὺς Ἑρμηνευτὰς «διακοπῆς». Καὶ τὰς τρίβους τὰς ἀνὰ μέσον παύσεις. Ὁ γὰρ τῆς πλάνης τὰς ἀτραποὺς ἀποφράττων καὶ τὰς τοιαύτας ἀποτειχίζων διακοπὰς καὶ πάντοθεν ἑαυτὸν τειχίζων καὶ περιφράττων εἰκότως οἰκοδόμος φραγμῶν ὀνομάζεται. 13Ἐὰν ἀποστρέψῃς ἀπὸ τῶν σαββάτων τὸν πόδα ςου τοῦ μὴ ποιεῖν τὰ θελήματά σου ἐν τῇ ἡμέρᾳ τῇ ἁγίᾳ καὶ καλέσῃς τὰ σάββατα τρυφερά, ἅγια τοῦ θεοῦ, δεδοξαςμένα καὶ δοξάσῃς αὐτά, οὐκ ἀρεῖς τὸν πόδα σου ἐπ' ἔργῳ σου οὐδὲ λαλήσεις λόγον ἐν ὀργῇ ἐκ τοῦ στόματός σου |174 a| 14καὶ ἔσῃ πεποιθὼς ἐπὶ κύριον. Τὸ φιλόνεικον καὶ ἐριστικὸν τῆς τῶν Ἰουδαίων γν ώμης ἐνταῦθα μανθάνομεν. Ἡνίκα γὰρ ἔδει φυλάττειν τὸν νόμον, ἀδεῶς τοῦτον παρέβαινον. Καὶ τοῦτο ἐλέγχει τῆς προφητείας ὁ λόγος· ὡς γὰρ μὴ τιμῶσιν ἀργίᾳ τὸ σάββατον τοῦτο κελεύει ποιεῖν. Νῦν δὲ τοῦ νόμου λυθέντος φυλάττειν φιλονεικοῦσι τὸν νόμον, ὥσπερ διὰ τοῦτο καὶ παραβαίνοντες καὶ φυλάττοντες, ἵνα παροξύνωσι τὸν θεόν. Τούτου χάριν διὰ μὲν τοῦ Ἰεζεκιήλ φησιν ὁ θεός· «Ὁ δὲ οἶκος Ἰσραὴλ φιλόνεικοί εἰσιν», διὰ δὲ τοῦ Ὠσηέ· «Ἐφραὶμ δάμαλις δεδιδαγμένη ἀγαπᾶν νεῖκος», τουτέστιν ἐρι στική, φιλόνεικος, τὸν ζυγὸν οὐ δεχομένη. Τρυφερὰ μέντοι καλεῖ τὰ σάββατα ὡς σωματικῶν πόνων ἀπηλλαγμένα. ∆ιδάσκει δὲ καὶ τῆς ἀργίας τὸν τρόπον· Οὐ λαλήσεις γάρ φησι λόγον ἐν ὀργῇ ἐκ τοῦ στόματός σου καὶ ἔσῃ πεποιθὼς ἐπὶ κύριον· ὥστε τῇ τῶν κακῶν ἀργίᾳ τιμᾶσθαι κελεύει τὸ σάββατον, προςέχειν δὲ τῇ τῶν ἀγαθῶν ἐργασίᾳ. Οὗ δὴ χάριν καὶ τοῖς ἱερεῦσι διπλάσιον ἐπιτίθησι πόνον· διπλᾶ γὰρ προσέφερον τὰ θύματα· ἀνάγκη δὲ ἦν καὶ θύειν τὰ ἱερεῖα καὶ πλύνειν τὰ κρέα καὶ τῷ βωμῷ προσφέρειν καὶ πῦρ ἅπτειν καὶ τῷ πυρὶ ὀρέγειν τὴν τῶν ξύλων τροφήν. Καὶ ἡ ἀνάγνωσις δὲ τῶν θείων λογίων πλεῖον ἐγίγνετο καὶ ἡ ὑμνῳδία καὶ ἡ προσευχή. Καὶ δι' ἁπάντων δείκνυται ὡς τῶν αἰσθητῶν αὐτοὺς ἀπάγων ὁ νόμος τοῖς πνευματικοῖς κατὰ τὴν ἡμέραν τῶν σαββάτων προσῆγεν· οὐ γὰρ ἠδύναντο τοῦτο διηνεκῶς δρᾶν σαρκικώτερον ζῶντες καὶ τῇ τοῦ σώματος θεραπείᾳ προστετηκότες. Καὶ ἀναβιβάςει σε ἐπὶ τὰ ἀγαθὰ τῆς γῆς καὶ ψωμιεῖ σε τὴν εὐλογίαν Ἰακὼβ τοῦ πατρός σου. Καὶ ἡ βεβαίωσις τῶν εἰρημένων · Τὸ γὰρ στόμα κυρίου ἐλάλησε ταῦτα. Ἀψευδής φησιν ὁ ὑποσχόμενος· δώσει σοι πάντως τῶν ἀγαθῶν τὴν μ ετάληψιν , καὶ τῆς προγονικῆς ἀπολαύσῃ προνοίας. 591Μὴ οὐκ ἰσχύει ἡ χεὶρ κυρίου τοῦ ῥύσασθαι, ἢ ἐβάρυνε τὸ οὖς αὐτοῦ τοῦ μὴ εἰσακοῦσαι; Τί φησιν ὑπολαμ βάνετε ἀσθενῆ με εἶναι ἢ ἀπηνῆ; Οὐ δύναμαι ἐπαμῦναι ἢ οὐ βεβούλ ημαι; 2Ἀλλὰ τὰ ἁμαρτήματα ὑμῶν διιστῶσιν ἀνὰ μέσον ὑμῶν καὶ ἀνὰ μέσον τοῦ θεοῦ, καὶ διὰ τὰς ἁμαρτίας ὑμῶν ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ ἀφ' ὑμῶν τοῦ μὴ ἐλεῆσαι. Ὁ παράνομος ὑμῶν βίος οὐκ ἐᾷ τῆς θείας ὑμᾶς ἀπολαῦσαι προνοίας. Εἶτα τούτου διδάσκει τὰ εἴδη· 3Αἱ γὰρ χεῖρες ὑμῶν μεμολυσμέναι αἵματι, καὶ οἱ δάκτυλοι ὑμῶν ἐν