1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

2

Ἀμμανίταις καὶ Ἰδουμαίοις καὶ ἕτερα πρὸς τούτοις πολλά· πρὸ πάντων μέντοι τὴν ἐσχάτην Ἰουδαίων πανωλεθρίαν ὀδύρεται ἣν ὑπέμειναν τῆς κατὰ τοῦ δεσπότου μανίας εἰσπραττόμενοι δίκας. Τῆς δὲ προφητικῆς συνθήκης τὰ μέν ἐστι σαφῆ καὶ γυμνὴν ἔχοντα τὴν διάνοιαν, τὰ δὲ τροπικῶς εἰρημένα καὶ ἑρμηνείας δεόμενα. Ἐγὼ τοίνυν πειράσομαι τὰ μὲν συντόμως εἰπεῖν τὰ δὲ διὰ πλειόνων διεξελθεῖν· πλὴν κἀν τούτοις φροντιῶ τῆς συντομίας εἰς δύναμιν.

1 ΤΟΜΟΣ Αʹ 11Ὅρασις ἣν εἶδεν Ἡσαΐας υἱὸς Ἀμώς, ἣν εἶδε κατὰτῆς Ἰουδαίας καὶ κατὰ

Ἱερουσαλὴμ ἐν ἡμέραις Ὀζίουκαὶ Ἰωαθὰμ καὶ Ἄχαζ καὶ Ἐζεκίου οἳ ἐβασίλευσαντῆς Ἰουδαίας. |96 b| Ὅρασιν καλεῖ τῶν μελλόντων τὴν πρόγνωσιν. Ὥσπερ γὰρ οἱ τοῦ σώματος ὀφθαλμοὶ ὑγιῶς διακείμενοι τὰ προκείμενα ὁρῶσιν, οὕτω τὸ ὀπτικὸν τῆς διανοίας ὑπὸ τοῦ θείου φωτιζόμενον πνεύματος ὡς παρόντα βλέπει τὰ μὴ παρόντα. Λέγει τοίνυν ἑωρακέναι τινὰ σκυθρωπὰ κατὰ τῆς Ἰουδαίας καὶ κατὰ Ἱερουσαλήμ. Καλεῖ δὲ Ἱερουσαλὴμ μὲν τὴν μητρόπολιν, Ἰουδαίανδὲ τὰς ὑπ' αὐτὴν τελούσας πόλεις καὶ κώμας. ∆ηλοῖ καὶ τῆς προφητείας τὸν χρόνον τῇ μνήμῃ τῶν βασιλέων· ἤρξατο μὲν γὰρ ταύτης ἐπὶ Ὀζίου, μέχρι δὲ Ἐζεκίου διέμεινεν. 2Ἄκουε οὐρανὲ καὶ ἐνωτίζου γῆ, ὅτι κύριος ἐλάλησεν. Τούτους τοὺς μάρτυρας καὶ Μωυσῆς ὁ μέγας ἐκάλεσε προσταχθείς. Ἀκούσας γάρ· «Καταβὰς διαμάρτυραί μοι τὸν οὐρανὸν καὶ τὴν γῆν», οὕτω τῆς διαμαρτυρίας ἤρξατο· «Πρόσεχε οὐρανὲ καὶ λαλήσω, καὶ ἀκουέτω γῆ ῥήματα ἐκ στόματός μου.» Προστεθεικὼς δὲ καὶ ἕτερα τούτοις ἐπήγαγεν· «ὅτι ὄνομα κυρίου ἐκάλεσα». ∆ιαμαρτύρεται δὲ τῷ λαῷ καὶ τὰς παντοδαπὰς ἀπειλεῖ τιμωρίας τὸν δεδομένον παραβαίνοντι νόμον. Καὶ μέντοι καὶ ὁ προφήτης Ἱερεμίας, μᾶλλον δὲ ὁ θεὸς διὰ τούτου, τῆς τοῦ λαοῦ πάλιν δυσσεβείας κατηγορήσας καὶ ταῦτα ἐπήγαγεν· «Ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ καὶ ἔφριξεν ἐπὶ πλεῖον ἡ γῆ, λέγει κύριος.» Τούτων ἀναμιμνῄσκει τῶν λόγων μετὰ τὸ τέλος τῶν πραγμάτων διὰ τῆς τοῦ προφήτου γλώττης ὁ τῶν ὅλων θεός· Ἄκουε οὐρανὲ καὶ ἐνωτίζου γῆ, ὅτι κύριος ἐλάλησεν. Οὐ γὰρ ἄνθρωπός φησιν ὁ φθεγγόμενος ἀλλὰ δι' ἀνθρώπου θεός. Οὐρανὸν δὲ καὶ γῆν εἰς μαρτυρίαν οὐχ ὡς ἐμψύχους καλεῖ ἀλλ' ὡς πᾶσαν τὴν ὁρωμένην περι έχοντας κτίσιν καὶ ἐπὶ πλεῖστον διαρκοῦντας. Εὑρίσκομεν δὲ καὶ τὸν Ἰακὼβ καὶ τὸν Λάβαν σωρὸν λίθων πεποιηκότας καὶ μάρτυρα τοῦτον καλέσαντας· ἀλλὰ τοὺς μὲν λίθους μνήμης χάριν συνήγαγον, οὐ γὰρ ἔμψυχοι οἱ λίθοι, τὴν δὲ ἀληθῆ μαρτυρίαν ἐνεπίστευσαν τῷ τῶν ὅλων ἐφόρῳ. Οὕτω καὶ αὐτὸς τὰ μεγάλα ταῦτα στοιχεῖα εἰς μαρτυρίαν ἐκάλεσεν. Καὶ ἐβεβαίωσε τοῖς ἔργοις τοὺς λόγους· ἡνίκα γὰρ Ἰουδαῖοι προσήλωσαν τῷ σταυρῷ τὸν σωτῆρα, ἐκλονήθη μὲν ἡ γῆ τῆς μαρτυρίας ἀναμιμνῄσκουσα, ὁ δὲ οὐρανός, ἐπειδὴ ταύτην τοῖς ἀνθρώποις παρέχειν τὴν αἴσθησιν οὐκ ἠδύνατο ἄνωθεν ὤν, τὸν ἐν αὐτῷ βαδίζοντα ἥλιον ἔδειξε τῶν ἀκτίνων ἐστερη μένον καὶ τὸ σκότος εἰς τὴν κατὰ τῆς ἀσεβείας μαρτυρίαν ἐπήγαγεν. Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν. Οὐ γὰρ μόνον αὐτοὺς εἰς τὸ εἶναι παρήγαγον, ἀλλὰ καὶ πάσης ἐπιμελείας ἠξίωσα καὶ περιβλέπτους διὰ τῆς παντοδαπῆς προμηθείας ἀπέφηνα· αὐτοὶ δὲ ἀχάριστοι περὶ τὸν εὐεργέτην ἐγένοντο. Εἰκότως δὲ τῆς ἀχαριστίας κατηγορῶν οὐρανὸν καὶ γῆν εἰς μέσον καλεῖ· διὰ τούτων γὰρ τὰς παντοδαπὰς εὐεργεσίας ἐτρύγησαν. Οὐρανὸς μὲν γὰρ αὐτοῖς ἄνωθεν ἐχορήγησε τὴν τοῦ μάννα τροφήν· «Ἐνετείλατο» γάρ φησι «νεφέλαις ὑπεράνωθεν καὶ θύρας οὐρανοῦ ἀνέῳξε καὶ ἔβρεξεν ἐπ' αὐτοὺς μάννα φαγεῖν καὶ ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς.» Ἡ δὲ γῆ ἤνεγκε μὲν αὐτοῖς ἐν τῇ ἐρήμῳ τῶν ὑδάτων τὴν χρείαν, προσήνεγκε δὲ ἐν Παλαιστίνῃ τῶν παντοδαπῶν καρπῶν τὴν ἀφθονίαν. Μετέλαβον δὲ καὶ τοῦ τῆς υἱοθεςίας ἀξιώματος πρῶτοι· οὗ δὴ χάριν καὶ πρωτότοκον υἱὸν αὐτὸν