1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

40

τῆς Ἑλλάδος ἐστράτευσεν. ∆ιὰ τούτων δὲ ἅπαντες δυσσε βείας καὶ παρανομίας ποινὴν εἰσεπράττοντο. 6Ὀλολύζετε· ἐγγὺς γὰρ ἡ ἡμέρα κυρίου Σαβαώθ, καὶ συντριβὴ παρὰ τοῦ θεοῦ ἥξει. Πάλιν ἡμέραν κυρίου καλεῖ τὸν τῆς τιμωρίας καιρόν. 7∆ιὰ τοῦτο πᾶσα χεὶρ ἐκλυθήσεται, καὶ πᾶσα ψυχὴ ἀνθρώπου δειλιάσει. Ἀπόχρη γὰρ καὶ ἡ φήμη τῶν πολεμίων τὴν δειλίαν ἐργάσασθαι. 8Καὶ ταραχθήσονται οἱ πρέσβεις, καὶ ὠδῖνες ἕξουσιν αὐτοὺς ὡς γυναικὸς τικ τούσης. Νόμος ἐστὶ τοὺς εἰς πρεσβείαν πεμπομένους ἀδεῶς καὶ λίαν θαρσαλέως τοῦτο ποιεῖν. Ἀλλὰ τηνικαῦτα οὐδὲ τοῦτο δίχα δέους ἐγίγνετο· οὕτως ἅπαντας ἐξεδειμάτωσε τῶν πολεμίων τὸ κράτος. Καὶ συμφοράσουσιν ἕτερος πρὸς τὸν ἕτερον καὶ ἐκστήσονται καὶ τὸ πρόσωπον αὐτῶν ὡς φλὸξ μεταβαλοῦσιν. Τό· ταραχθήσονται οἱ πρέσβεις, ὁ Θεοδοτίων οὕτως ἡρμήνευσεν· «ταραχθήσονται περιοχαί» -σημαίνει δὲ τὰς πόλεις-, τὸ δέ· συμφοράσουσιν ἕτερος πρὸς τὸν ἕτερον, «ὠδινήσουσιν ἀνὴρ πρὸς τὸν πλησίον αὐτοῦ.» ∆ηλοῖ δὲ ὁ λόγος ὅτι ἀλλήλοις ἐκκαλύ ψουσι τὸ δέος καὶ τὸ τῶν προσώπων κατασβέσουσιν ἄνθος· ὥσπερ γὰρ τὸ πῦρ σβεννύμενον γίνεται κόνις, οὕτω καὶ τὸ εὐανθὲς τῶν προσώπων ἐκ τοῦ δέους μεταβάλλεται χρῶμα. 9Ἰδοὺ γὰρ ἡμέρα κυρίου ἔρχεται ἀνίατος θυμοῦ καὶ ὀργῆς θεῖναι τὴν οἰκουμένην ὅλην ἔρημον καὶ τοὺς ἁμαρ τωλοὺς ἀπολέσαι ἐξ αὐτῆς. Οἰκουμένην νῦν τὴν Βαβυλῶνα λέγει καὶ τὰς ὑπ' ἐκείνην τελούσας πόλεις καὶ κώμας. 10Οἱ γὰρ ἀστέρες τοῦ οὐρανοῦ καὶ ὁ Ὠρίων καὶ πᾶς ὁ κόσμος τοῦ οὐρανοῦ τὸ φῶς αὐτῶν οὐ δώσουσι, καὶ σκοτι σθήσεται τοῦ ἡλίου ἀνατέλλοντος, καὶ ἡ σελήνη οὐ δώσει τὸ φῶς αὐτῆς. Ὥςπερ γὰρ ἡλίου ἀνίσχοντος ἀμβλύνεται μὲν τῆς σελήνης τὸ φῶς, οἱ δὲ ἀστέρες παντελῶς ἀπο κρύπτονται. Οὕτως τῆς ἐμῆς ἐπιφαινομένης δυνάμεως καὶ τοὺς δυσσεβεῖς τιμωρουμένης |119 b| φροῦδος γίνεται τῶν παρὰ ἀνθρώποις βασιλευόντων ἡ περιφάνεια. 11Καὶ ἐντελοῦμαι ὅλῃ τῇ οἰκουμένῃ κακὰ καὶ τοῖς ἀσεβέσι τὰς ἁμαρτίας αὐτῶν. Οὐ γὰρ μόνον τούτους ἀλλὰ καὶ τοὺς ἄλλους ἀνθρώπους δίκας εἰσπράξομαι τῆς δυσσεβείας. Καὶ ἀπολῶ ὕβριν ἀνόμων καὶ ὕβριν ὑπερηφάνων ταπεινώσω. Οἱ τὸ τῆς ἀλαζονείας εἰσδεχόμενοι πάθος ἀδεῶς παροινοῦσι καὶ προπηλακίζουσιν ἅπαντας. Ἀλλὰ καὶ τὴν εὐπραξίαν αὐτῶν ἀφελῶ καὶ τῆς εὐημερίας γυμνώσας διδάξω τὸ φρόνημα τῇ φύσει μετρεῖν. 12Καὶ ἔσονται οἱ ἐγκαταλελειμμένοι ἔντιμοι μᾶλλον ἢ τὸ χρυσίον τὸ ἄπυρον, καὶ ἄνθρωπος ἔντιμος μᾶλλον ἢ ὁ λίθος ὁ ἐκ Σουφίρ. Ἄπυρον χρυσίον τὸ καὶ δίχα πυρὸς φαινό μενον δόκιμον, τουτέστιν ἄπεφθον, ὃ νῦν οἱ πολλοὶ ὄβρυζον ὀνομάζουσιν· λίθον δὲ ἐκ Σουφὶρ λέγει τὸν τίμιον, ἀπὸ δὲ τοῦ τόπου τὴν προσηγορίαν τέθεικεν. Τούτων τιμιω τέρους φανήσεσθαι λέγει τοὺς μετὰ τὴν τιμωρίαν ὑπολει πομένους ἀνθρώπους. Τοιοῦτος ἦν καὶ Ζοροβάβελ καὶ Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ καὶ οἱ σὺν αὐτοῖς τῆς ἐπανόδου τετυχηκότες. Ἁρμόττει δὲ ἡ προφητεία διαφερόντως τοῖς μετὰ τὸ σωτήριον κήρυγμα πανταχοῦ πεπιστευκόσιν ἀνθρώ ποις. 13Ὁ γὰρ οὐρανὸς σαλευθήσεται καὶ ἡ γῆ σεισθήσεται ἐκ τῶν θεμελίων αὐτῆς διὰ θυμὸν ὀργῆς κυρίου Σαβαὼθ ἐν τῇ ἡμέρᾳ ᾖ ἐὰν ἐπέλθῃ ὁ θυμὸς αὐτοῦ. Συναγανακτεῖν δοκεῖ καὶ ἡ κτίσις ἡ ἄψυχος τῷ ποιητῇ· οὐ γὰρ μόνον ἡ γῆ κλονεῖται, ἀλλὰ καὶ οὐρανόθεν πρηστῆρες φέρονται, καὶ σκηπτοὶ καὶ λίθοι χαλάζης σφενδονῶνται, καὶ ἕτερα μυρία παράδοξα γίγνεται δεδιττόμενα τοὺς ἀνθρώπους καὶ τοῦ θεοῦ σημαίνοντα τὴν ὀργήν. 14Καὶ ἔσονται οἱ ἐγκαταλελειμμένοι ὡς δορκάδιον φεῦγον καὶ ὡς πρόβατον πλανώμενον, καὶ οὐκ ἔσται ὁ συνάγων, ὥστε ἄνθρωπον εἰς τὸν λαὸν αὐτοῦ ἀποστραφῆναι καὶ ἄνθρωπον εἰς τὴν χώραν αὐτοῦ διῶξαι. Τῶν Ἀσσυρίων ἡττηθέντων οἱ εἰς ἐπικουρίαν ἐληλυθότες ἐτρέποντο εἰς φυγήν, καὶ οἱ μὲν ὡς πρόβατα κατὰ τὰς ὁδοὺς ἐπλανῶντο, οἱ δὲ τῶν δορκάδων τὴν ὀξύτητα φεύγοντες ἐμιμοῦντο διὰ τὸ δέος τῶν πολεμίων, οὔτε βασιλέως οὔτε στρατηγοῦ στῆναι παρακελευομένου καὶ μάχεσθαι ἢ κοινῇ τὴν ἐνεγκοῦσαν καταλαμβάνειν. 15Ὃς γὰρ ἂν ἁλῷ ἐκκεντηθήσεται, καὶ οἵτινες συνηγμένοι εἰσὶ μαχαίρᾳ πεσοῦνται.