1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

39

αἴτιον μεμαθηκότες οἷς δύνανται τὸν εὐεργέτην ἀμείβονται. Αὐτοῦ δὲ ἔστι νόμος σαφῶς διαγορεύων· «Θῦσον τῷ θεῷ θυσίαν αἰνέσεως», καὶ πάλιν· «Θυσία αἰνέσεως δοξάσει με. 3Καὶ ἀντλήσετε ὕδωρ μετ' εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου. Πηγὰς σωτηρίου τὰς θείας καλεῖ γραφάς, ἐξ ὧν οἱ γνησίως πεπιστευκότες μετ' εὐφροσύνης ἀρύονται. 4Καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· Ὑμνεῖτε κύριον, βοᾶτε τὸ ὄνομα αὐτοῦ, ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἔνδοξα |118 b| αὐτοῦ, μιμνῄσκεσθε τὸ ὄνομα αὐτοῦ, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ. Ταῦτα τῷ χορῷ τῶν ἀποστόλων ἁρμόττει καὶ τοῖς μετ' ἐκείνων ἐξ Ἰουδαίων πεπιστευκόσιν, οἳ καὶ εἰς τὰ ἔθνη διεπόρθμευσαν τὴν θείαν διδασκαλίαν καὶ παρηγγύων ἀλλήλοις τὴν δεσποτικὴν πληροῦν ἐντολὴν τὴν λέγουσαν· «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη.» 5Ὑμνήσατε τὸ ὄνομα κυρίου ὅτι ὑψηλὰ ἐποίησεν, ἀναγ γείλατε ταῦτα ἐν πάσῃ τῇ γῇ. 6Ἀγαλλιᾶσθε καὶ εὐφραίνεσθε οἱ κατοικοῦντες ἐν Σιών, ὅτι ὑψώθη ὁ ἅγιος τοῦ Ἰσραὴλ ἐν μέσῳ αὐτῆς. Καὶ τὴν οἰκουμένην εἰς κοινωνίαν καλοῦσι τῆς εὐφροσύνης καὶ τῇ Σιὼν διαφερόντως ὑμνεῖν τὸν εὐεργέτην παρακελεύονται ὡς ἐν αὐτῇ τοῦ ἁγίου Ἰσραὴλ ὑψωθέντος. Αἰνίττεσθαι δέ μοι ὁ λόγος δοκεῖ οὐ μόνον τῶν θαυμάτων τὸ ὕψος ἀλλὰ καὶ τὸν σταυρὸν τὸν σωτήριον ᾧ τὸν δεσπότην προσήλωσαν. Καὶ γὰρ αὐτὸς ὁ δεσπότης οὕτω πρὸς Ἰουδαίους ἔφη· «Ὅταν ὑψώσητε τὸν υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι», καὶ πάλιν· «καθὼς Μωυσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου.» Ἡμεῖς δὲ οἱ εἰς αὐτὸν πεπιστευκότες εἰς αὐτὸν ἀπο βλέψωμεν, ἵνα, καθάπερ οἱ Ἰουδαῖοι τῇ τοῦ χαλκοῦ ὄφεως θεωρίᾳ τῶν ἰοβόλων ὄφεων ἤμβλυναν τὴν ἐνέργειαν, οὕτως ἡμεῖς τῇ εἰς αὐτὸν θεωρίᾳ τὰ τῆς ἁμαρτίας δήγματα θερα πεύσωμεν καὶ τῆς σωτηρίας τέλεον ἀπολαύσαντες καὶ τῶν ἐπηγγελμένων τύχωμεν ἀγαθῶν χάριτι τοῦ τὴν ψυχὴν αὐτοῦ τεθεικότος ὑπὲρ ἡμῶν, μεθ' οὗ τῷ πατρὶ δόξα πρέπει σὺν τῷ παναγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 5 ΤΟΜΟΣ Εʹ 131Ὅρασις κατὰ Βαβυλῶνος ἣν εἶδεν Ἡσαΐας υἱὸς Ἀμώς. Οἱ Ἀσσύριοι πάλαι μὲν εἶχον ἐν τῇ Νινευὴ τὰ βασίλεια, ὕστερον δὲ ἐν Βαβυλῶνι. Ὁ δὲ θεῖος προφήτης τὰ συμβη σόμενα τῷ Σενναχηρὶμ προθεσπίσας, ὃς τὴν Νινευὴ πόλιν εἶχε βασιλικήν, μεταφέρει τὴν προφητείαν ἐπὶ τὸν Ναβουχο δονόσορ καὶ τὴν ἐκείνου πόλιν, τὴν Βαβυλῶνα, καὶ προλέγει τὸν ἐσόμενον ὄλεθρον. 2Ἐπ' ὄρους πεδινοῦ ἄρατε σημεῖον. Τινὲς ἔφασαν ἐπ' ὄρους ὁμαλοῦ κεῖσθαι τὴν πόλιν· οὐ συμφωνοῦσι δὲ τῷ λόγῳ οἱ τῶν τόπων αὐτόπται. Οἶμαι τοίνυν διὰ μὲν τοῦ ὄρους τὸ παλαιὸν ὕψος τῆς Βαβυλῶνος δηλοῦσθαι, διὰ δὲ τοῦ πεδινοῦ τὴν μετὰ ταῦτα γενομένην ταπείνωσιν. Ὑψώσατε τὴν φωνὴν αὐτοῖς, μὴ φοβεῖσθε, παρακαλεῖτε τῇ χειρί. Τοῖς πολεμίοις ταῦτα ὁ προφητικὸς λόγος παρεγγυᾷ καὶ παρακαλεῖν ἀλλήλους καὶ τὸ δέος ἐξελάσαι καὶ τῇ πολεμικῇ δεδίττεσθαι φωνῇ καὶ τὰ πολεμικὰ σημεῖα εἰς τὸ ὕψος ἆραι. Ἀνοίξατε οἱ ἄρχοντες, 3ἐγὼ συντάσσω. Τοῖς ἔνδον τῇ πόλει παρακελεύεται ἀνοῖξαι δεσποτικῶς ὁ δεσπότης. Τινὲς δέ φασι πονηρὰς δυνάμεις εἶναι τοὺς ἄρχοντας, ἐγὼ δὲ οὐκ οἶμαι, ἀλλὰ δυοῖν θάτερον· ἢ τοὺς ὑπὸ τοῦ βασιλέως κεχειροτονημένους ἄρχοντας ἢ τοὺς ἐξ ἀρχῆς τὸ ἔθνος ἐγχειρισθέντας ἀγγέλους· «Ἔστησε» γὰρ «ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ.» Ἡγιασμένοι εἰσί, καὶ ἐγὼ ἄγω αὐτούς. Οὐχ ἁγίους καλεῖ τῶν Βαβυλωνίων τοὺς πολεμίους, δυςσεβεῖς γὰρ ἦσαν· ἀλλὰ κατὰ τὸ ἰδίωμα τῆς θείας γραφῆς, ὥσπερ τὸ ἀνάθημα καὶ ἐπὶ τοῦ ἄγαν ἁγίου καὶ ἀφιερωμένου τῷ θεῷ τίθησι τὰ θεῖα λόγια καὶ μέντοι καὶ ἐπὶ τοῦ ἄγαν ἐναγοῦς καὶ βεβήλου-ἀνάθημα γὰρ καλοῦμεν καὶ τὰ τῷ θεῷ προσφε ρόμενα καὶ τοὺς διά τινα παρανομίαν τῆς ἐκκλησίας ἐκβαλλομένους-, οὕτως ἁγίους οὐ μόνον τοὺς ἀφιερωμένους τῷ θεῷ ἀλλὰ καὶ τοὺς εἴς τινα χρείαν ἀφωρισμένους καλεῖ. Γίγαντες ἔρχονται τὸν θυμόν μου παῦσαι |119 a| χαίροντες ἅμα καὶ ὑβρίζοντες. Τοὺς γίγαντας καὶ ὁ Σύμμαχος καὶ ὁ Ἀκύλας «δυνατοὺς» ὠνόμασαν. Οὗτοι ἔχαιρον μὲν ἐπὶ τῇ σφετέρᾳ νίκῃ, ὕβρει δὲ καὶ παροινίᾳ κατὰ τῶν Βαβυλωνίων