1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

97

παύσομαι εὐλογῶν σε μετὰ ψαλτηρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου κατέναντι τοῦ οἴκου τοῦ θεοῦ. ∆ιηνεκῆ ὑμνῳδίαν καὶ τὴν ἐν τῷ θείῳ ναῷ προσεδρείαν ὁ πάντα ἄριστος ἐπα γγέλλεται βασιλεύς· προλέγει δὲ ὅτι καὶ παιδίων ἔσται πατὴρ τῆς θείας αὐτῷ δηλονότι χάριτος ςυνεργούσης. Τινὲς δὲ ἐντεῦθεν πρόφασιν εἰληφότες ἔφασαν τὸν μακάριον Ἐζεκίαν τὰς πρὸς τὸν ∆αυὶδ ὑπὸ τοῦ θεοῦ γεγενη μένας ἐπιστάμενον ὑποσχέσεις καὶ ὅτι «οὐκ ἐκλείψει» τῆς βασιλείας τὸ γένος, «ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται», ἀμελῆσαι τῆ ς παιδοποιίας διὰ τὴν τῆς ζωῆς ἐπιθυμίαν, ὑπελάμβανε γὰρ μὴ πρότερον αὐτὸν τελευτήσειν πρὶν ἢ π αί δων γενέσθαι πατέρα· καὶ τούτου χάριν ὁ θεὸς τήν τε νόσον ἐπήγαγε καὶ τῆς τελευτῆς τὴν ψῆφον δέδωκεν, μετὰ δὲ τ οῦτό φησι τῆς θείας φιλανθρωπίας ἐπέτυχε καὶ τῆς ζωῆς τὸ δῶρον δεξάμενος εἶπεν· Ἀπὸ τοῦ νῦν παιδία ποιήσω ἃ ἀναγγελεῖ τὴν δικαιοσύνην σου, κύριε τῆς σωτηρίας μου. Καὶ ὁ μὲν λόγος ἔχει τὸ εἰκός, ἐμοὶ δὲ δοκεῖ τολ μήματι ἀ πονοίας ἀκολουθεῖν, μάλιστα τῆς θείας γραφῆς ἄκρον δικαιοσύνης τῷ βασιλεῖ μαρτυρού σης· ἐγᾦμ αι τοίνυν ὅτι, μαθὼν ὅτι πέντε καὶ δέκα ἔτη μετὰ τὴν ἀρρωστίαν βιώσεται, τῆς παιδο ποιί ας ὑπέσχετο φρόντισιν, ἵνα καὶ ἐκθρέψας αὐτοὺς διαδόχους καταλίπῃ τῆς βασιλείας. Ὁ μέντοι προφήτης παρακελεύεται αὐτῷ παλάθην σύκων λεπτύνεσθαι καὶ χρᾶναι καὶ ἐπιθεῖναι τῷ ἕλκει καὶ τὴν ὑγε ίαν πορίσασθαι. ∆ιδάσκει δὲ ἡμᾶς ὁ λόγος τὴν ἰατρικὴν μὴ ἀποσείεσθαι τέχνην· καὶ γὰρ καὶ αὐτὴ δῶρον θεοῦ. Προσήκει δὲ μὴ τῇ τέχνῃ θαρρεῖν ἀλλὰ τῷ ταύτης δοτῆρι· τοσαῦτα γὰρ αὕτη δύναται |147 a| ὅσα ἂν ἐκεῖνος βούληται. Καὶ πολλάκις μὲν διὰ σμικρῶν φαρμάκων μεγάλα τραύματα θεραπεύει, πολλάκις δὲ διὰ μεγάλων ἐλέγχεται, ἵνα μὴ ταύτῃ τῷ δὲ ταύτην δεδωκότι θαρρῶμεν. 22Καὶ εἶπεν Ἐζεκίας· Τοῦτο τὸ σημεῖον ὅτι ἀναβήσομαι εἰς τὸν οἶκον τοῦ θεοῦ. Θαρρῶ φησιν ὅτι καὶ τῆς ὑγείας τεύ ξομαι καὶ ἐν τῷ θείῳ ναῷ προσκυνήσω τὸν τῶν ὅλων θεόν. Κατ' αὐτὸν δὲ τὸν καιρὸν τῶν Βαβυλωνίων ὁ βασιλεὺς Μαροδὲχ ὁ τοῦ Βαλαδὰν υἱὸς πρεσβευτὰς καὶ δῶρα καὶ γράμματα ἐξέπεμψε τῷ βασιλεῖ Ἐζεκίᾳ, καὶ τὴν ἀρρωστίαν καὶ τὴν ὑγείαν μαθών. Ζητητέον δὲ πόθεν οὗτος τὰ κατὰ τοῦτον μεμάθηκεν. ∆ῆλον δὲ τοῖς συνιδεῖν δυναμένοις, ὡς οἱ μὲν ἐκπεφευγότες τὸν ἐπενεχθέντα τοῖς Ἀσσυρίοις ὄλεθρον τὸ ξένον καὶ παράδοξον ἐκήρυξαν θαῦμα· ἀκολου θῆσαν δὲ τὸ πολλῷ μεῖζον ἐκείνου καὶ παραδοξότερον, τὸ κατὰ τὸν ἥλιόν φημι, μειζόνως τοὺς Βαβυλωνίους ἐξέπληξεν. Συ νῆ καν γὰρ <ὅτι> ὁ τοσαύτας μυριάδας δίχα χειρὸς ἀνθρωπίνης διὰ τὸν εὐσεβῆ βασιλέα παραπέμψας θανάτῳ διὰ τοῦτον πάντως καὶ τοῦτο τὸ θαῦμα πεποίηκεν. Καὶ πολλοῦ ἀξίαν τὴν τοῦ θεοῦ φιλανθρωπίαν καὶ συμμαχίαν ἐνόμισαν, ὃς οὐ δεῖται ὅπλων παραττόμενος ἀλλ' ἀοράτως καταλύει τοὺς ἐπιόντας. Ἔπειτα ἡμ ᾶς ὁ προφήτης διδάσκει ὡς ἥσθη μὲν 392 ἐπ' αὐτοῖς Ἐζεκίας, ἔδειξε δὲ αὐτοῖς τὸν οἶκον τοῦ νεχωθὰ καὶ τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου καὶ τῆς στακτῆς καὶ τῶν θυμιαμάτων καὶ πάντας τοὺς οἴκους τῶν σκευῶν τῆς γάζης καὶ πάντα ὅσα ἦν ἐν τοῖς θησαυροῖς αὐτοῦ· καὶ οὐκ ἦν οὐθὲν ὃ οὐκ ἔδειξεν αὐτοῖς Ἐζεκίας ἐν τῷ οἴκῳ αὐτοῦ καὶ ἐν πάσῃ τῇ ἐξουσίᾳ αὐτοῦ. Τὸν δὲ οἶκον τοῦ νεχωθὰ «τὸν οἶκον τῶν ἀρωμάτων» ὁ Σύμμαχος εἴρηκε, τὴν δὲ στακτὴν «ἡδύσματα» προσηγόρευσεν· ἡγοῦμαι δὲ τὴν στακτὴν τὸ βάλσαμον εἶναι. Γάζαν δὲ καλεῖ τὸν θησαυρόν. Ὁ δὲ τῶν ὅλων θεὸς τούτων γεγενημένων ἠχ<θ>έσθη· οὐ γὰρ ἐπὶ τούτοις ἔδει μέγα φρονῆσαι τὸν εὐσεβῆ βασιλέα οὐδὲ ταῦτα τοῖς ἀφιγμένοις ἐπιδεῖξαι ἀλλὰ τοῦ θεοῦ διδάξαι τὴν δύναμιν καὶ κηρύξαι τὰ μέγιστα θαύματα καὶ πρὸς τὴν ἀλήθειαν ποδηγῆσαι καὶ πρόφασιν διδασ καλίας τὴν πρεσβείαν ποιήσασθαι. ∆ιὰ τοῦτο πέμπει μὲν πρὸς αὐτὸν τὸν προφήτην, πυνθάνεται δὲ καὶ πόθεν οἱ ἀφιγμένοι καὶ τίς αὐτοὺς ἤγαγε πρόφασις μονονουχὶ λέγων ὡς· Ἐγὼ τούτων αἴτιος, ὁ γὰρ πρὸ βραχέος ὑπ' αὐτῶν πολεμούμενος καὶ φόρον αὐτοῖς ὑπισχνούμενος νῦν παρ' αὐτῶν δέχῃ δῶρα καὶ φόρον καὶ φίλος γενέσθαι παρακαλεῖ. Εἶτα τοῦ Ἐζεκίου εἰρηκότος ὅτι