1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

34

πρίων ἄνευ τοῦ ἕλκον τος αὐτόν; Ὡσαύτως ἐάν τις λάβῃ ῥάβδον ἢ ξύλον. Μὴ δίχα χειρῶν ἀνθρωπίνων ἡ ἀξίνη κόπτει ξύλα ἢ ὁ πρίων ταῦτα διχῇ καὶ τριχῇ καὶ τετραχῇ διαιρεῖ ἢ ῥάβδος ἢ ξύλον πλῆξαι δύναται μηδενὸς ἐνεργοῦντος; Πῶς οὖν σὺ μέγα φρονεῖς ὡς δίχα τῆς ἐμῆς βουλῆς περιγενόμενος τῶν ἡττη θέντων ἐθνῶν; Εἰκότως δὲ αὐτὸν καὶ τοῖς ἀψύχοις ἀπείκασεν ὡς ἀναισθησίαν νοσοῦντα καὶ ἀλογίαν ἐσχάτην. Καὶ οὐχ οὕτως. Οὐκ ἐάσω σέ φησιν ἐπὶ ταυτησὶ τῆς ἀνοίας, ἀλλὰ διὰ τῆς τιμωρίας μαθήσῃ τὸν πρύτανιν τοῦ παντός. 16Ἀλλ' ἀποστελεῖ κύριος Σαβαὼθ εἰς τὴν σὴν τιμὴν ἀτιμίαν, καὶ εἰς τὴν σὴν δόξαν πῦρ καιόμενον καυθήσεται. Μετὰ πολλῆς γὰρ δόξης ἐπιστρατεύσας μετὰ πλείονος ἔφυγεν ἀδοξίας. 17Καὶ ἔσται τὸ φῶς τοῦ Ἰσραὴλ εἰς πῦρ, καὶ ἁγιάσει αὐτὸν ἐν φλογὶ καιομένῃ, καὶ φλέξει καὶ φά γεται ὡσεὶ χόρτον τὴν ὕλην. Φῶς τοῦ Ἰσραὴλ τὴν εὐσέβειαν ἐκάλεσεν· «Ἐν τῷ φωτὶ» γὰρ ὁ Ψαλμός φησι «τοῦ προσώπου σου πορεύσονται.» Τοῦτο τὸ φῶς τῷ μὲν Ἰσραὴλ τὴν φωτιστικὴν ἐνέργειαν χορηγήσει, τῇ δὲ καυστικῇ κατὰ σοῦ χρήσεται καὶ οἷόν τινα χόρτον πᾶςάν σου τὴν στρατιὰν δαπανήσει. Τῇ ἡμέρᾳ ἐκείνῃ 18ἀποσβεσθήσεται τὰ ὄρη καὶ οἱ βουνοὶ καὶ οἱ δρυμοί, καὶ καταφάγεται ἀπὸ ψυχῆς ἕως σαρκῶν. Ὄρη τὸν βασιλέα καὶ τοὺς μετ' ἐκεῖνον ὑπάρχους καλεῖ, βουνοὺς δὲ τοὺς ὑπὸ τούτους τελοῦντας ἄρχοντας, δρυμοὺς δὲ τὸ λοιπὸν πλῆθος τὸ ἄκαρπον. Καὶ ἔσται ὁ φεύγων ὡς ὁ φεύγων ἀπὸ πυρὸς καιομένου· 19καὶ οἱ καταλειφθέντες ἀπ' αὐτῶν ἔσονται ἀριθμός, |115 b| καὶ παιδίον μικρὸν γράψει αὐτούς. Οὐ φαινομένων τῶν διωκόντων μετὰ πολλῆς σπουδῆς ἀποδρᾶσαι πειράσονται ὡς ὑπὸ φλογὸς κυκλου μένους καὶ ταύτην διαφυγεῖν πειρωμένους μιμούμενοι. Οὕτω δὲ ἔσονται οἱ τὴν τιμωρίαν διαφυγόντες εὐαρίθμητοι ὡς ῥᾷστον εἶναι καὶ τῷ τυχόντι παιδίῳ τὸν τούτων ἀριθμὸν ἀναγράψαι. Ταῦτα δὲ γεγένηται, ἡνίκα δι' ἑνὸς ἀγγέλου αἱ πέντε καὶ ὀγδοήκοντα πρὸς ταῖς ἑκατὸν διεφθάρησαν χιλιάδες. 20Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐκέτι προστεθήσεται τὸ καταλειφθὲν τοῦ Ἰσραὴλ καὶ οἱ διασωθέντες τοῦ Ἰακὼβ οὐκέτι <μὴ> πεποιθότες ὦσιν ἐπὶ τοὺς ἀδικήσαντας αὐτούς. Ἄχαζ ὁ βασιλεὺς ὑπὸ τοῦ Φακεὲ καὶ τοῦ Ῥασὶν πολεμούμενος τὸν Ἀσσύριον εἰς συμμαχίαν ἐκάλεσε βασιλέα. Προλέγει τοίνυν ὁ προφητικὸς λόγος ὡς τῆς θείας ἀπο λαύσαντες προμηθείας καταφρονήσουσι μὲν τῆς ἀνθρωπίνης ἐπικουρίας, τῆς δὲ εἰς τὸν θεὸν ἐλπίδος ἀνθέξονται. Τοῦτο γὰρ δηλοῖ διὰ τῶν ἑξῆς· Ἀλλ' ἔσονται πεποιθότες ἐπὶ τὸν θεὸν τὸν ἅγιον τοῦ Ἰσραὴλ τῇ ἀληθείᾳ. 21Καὶ ἀναστρέψει τὸ καταλειφθὲν τοῦ Ἰακὼβ ἐπὶ θεὸν ἰσχύοντα. Ταύτην τοῦ λαοῦ τὴν εὐσέβειαν, ἣν Ἐζεκίας ὁ βασιλεὺς αὐτοὺς ἐξεπαί δευσε, καὶ ἡ τετάρτη τῶν Βασιλειῶν μαρτυρεῖ. Συνήφθησαν δὲ τῇ Ἱερουσαλὴμ καὶ ἐκ τῶν δέκα φυλῶν ὅσοι τὸν Σαλμα νάσαρ καὶ τὸν Σεναχηρὶμ διαφυγεῖν ἠδυνήθησαν, καὶ τῆς πλάνης ἀπαλλαγέντες τῇ τοῦ Ἐζεκίου ἠκολούθησαν εὐσεβείᾳ. 22Καὶ ἐὰν γένηται ὁ λαὸς τοῦ Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα αὐτῶν σωθήσεται. Ἐπειδὴ τὰς δέκα φυλὰς τοῖς Ἀσσυρίων παρέδωκε βασιλεῦσι καὶ τὰς ἄλλας τοῦ Ἰούδα πόλεις πολιορκουμένας παρεῖδε, τὴν αἰτίαν τούτου διδάσκει ὅτι οὐκ εἰς πλῆθος ἀφορῶν ἀλλ' εὐσέβειαν ζητῶν. Τοῦτο γὰρ καὶ μετὰ ταῦτα γενήσεται τῶν μὲν πλείστων Ἰουδαίων μετὰ τὴν ἐνανθρώπησιν τοῦ σωτῆρος ἀντιλεγόντων, τῶν δὲ τῆς σωτηρίας ἐφιεμένων προθύμως δεχομένων τῶν ἀποστόλων τὸ κήρυγμα. Εἶτα διδάσκει καὶ τοῦ κηρύγματος τὸ σύντομον καὶ τῆς καινῆς διαθήκης τὸν τρόπον· Λόγον γὰρ συντελῶν καὶ συντέμνων ἐν δικαιοσύνῃ, 23ὅτι λόγον συντετμημένον ποιήσει ὁ θεὸς ἐν τῇ οἰκουμένῃ ὅλῃ. Ταύτης καὶ ὁ θεῖος ἀπόστολος ἐμνήσθη τῆς μαρτυρίας. ∆ιδάσκει δὲ ἡμᾶς ὁ λόγος· ἅπερ ὁ νόμος πολλαῖς ἐντολαῖς καὶ θυσίαις καὶ τιμωρίαις χρώμενος οὐκ ἴσχυσε κατορθῶσαι, ταῦτα ὁ εὐαγγελικὸς κατώρθωσε λόγος σύντομον προσφέρων φάρ μακον σωτηρίας τὸ πανάγιον βάπτισμα. ∆ιὰ γὰρ πίστεως τοῖς ἀνθρώποις σωτηρία δεδώρηται. Οὗτος ὁ συντετμημένος λόγος τῆς δικαιοσύνης συνεργός, ὃν οὐ μόνον Ἰουδαίοις ἀλλὰ καὶ