1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

171

τὴν ἐσομένην τιμὴν π αρεδή λωσεν, ἐπειδὴ ταῦτα παρ' ἀνθρώποις ἐστὶν ἀξιέραστα. Οὕτω καὶ ὁ θεῖος ἀπόστολος ἔφη ὅτι «εἰς ἀέρα ἁρπαγησόμεθα». Καὶ καθάπερ πάλαι ὁ Ἰσραὴλ τὰς κατὰ νόμον μοι θυσίας προσέφερεν ᾄδων τε καὶ χορεύων, οὕτω μοι τὰ λογικὰ ταῦτα προσοίσουσι θύματα τῆς ἀληθείας οἱ κήρυκες, ἐξ ὧν κατὰ τόνδε τὸν βίον ἱερέας τε καὶ Λευίτας χειροτονήσω. Τοῦτο δὲ σαφῶς ἔδειξε τήν τε Ἰουδαίων ἀποβολὴν καὶ τῶν ἐθνῶν τὴν κλῆσιν· οὐκέτι γὰρ τοὺς ἐκ Λευὶ τὸ γένος κατάγοντας ἱερέας καλεῖ, ἀλλ' ἐκ τῶν πεπιστευκότων ἐθνῶν τούτους χειροτονεῖ. 22Ὃν τρόπον γὰρ ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινὴ ἃ ἐγὼ ποιῶ μενεῖ ἐναντίον ἐμοῦ, λέγει κύριος, οὕτως στήσεται τὸ σπέρμα ὑμῶν καὶ τὸ ὄνομα ὑμῶν. Ὥσπερ ἅπασαν τὴν ὁρωμένην μεταβαλὼν κτίσιν καινὴν ἀπεργάσομαι, οὕτως ὑμῶν ἀείμνηστον φυλάξω τὸ γένος, οὐχ ὑμῶν δὲ μόνων ἀλλὰ καὶ τῶν δι' ὑμῶν πεπιστευκότων. 23 Καὶ ἔσται μῆνα ἐκ μηνὸς καὶ σάββατον ἐκ σαββάτου ἥξει πᾶσα σὰρξ τοῦ προσκυνῆσαι ἐνώπιον ἐμοῦ ἐν Ἱερουσαλήμ, εἶπε κύριος. Τὴν ἐν τοῖς οὐρανοῖς διαγράφων πολιτείαν καὶ τῶν διαφόρων μονῶν ἐμνημόνευσε, περὶ ὧν ὁ κύριος εἶπεν· «Πολλαὶ μοναὶ παρὰ τῷ πατρί μου», τουτέστιν ἀξιωμάτων διαφοραί. Τούτους λέγει διὰ παντὸς ἑορτάζοντας ἀγάλλεσθαι καὶ χορεύειν· μῆνα γὰρ καὶ σάββατον τὰς ἑορτὰς ὀνομάζει, ἐν ταύταις γὰρ ἑώρταζον Ἰουδαῖοι· «Τὰς» γὰρ «νεομηνίας ὑμῶν» φησι «καὶ τὰ σάββατα καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι.» Περὶ ταύτης τῆς εὐφροσύνης καὶ ὁ μακάριος ἔφη ∆αυὶδ τῆς ἐπουρανίου μεμνημένος Ἱερουσαλήμ· |185 b| «Ὡς εὐφραινομένων πάντων ἡ κατοικία ἐν σοί», καί· «Φωνὴ ἀγαλλιάσεως καὶ σωτηρίας ἐν σκηναῖς δικαίων.» 24 Καὶ ἐξελεύσονται καὶ ὄψονται τὰ κῶλα τῶν ἀνθρώπων τῶν παραβεβηκότων ἐν ἐμοί. Ἔδειξε κἀν τοῖς θείοις εὐαγγελίοις ὡς καὶ ὁ Λάζαρος ἑώρα τοῦ πλουσίου τὴν κόλασιν, κἀκεῖνος τοῦ Λαζάρου τὴν εὐφροσύνην. ∆ιδάσκει τοίνυν κἀνταῦθα ὡς οἱ τῆς εὐφροσύνης ἐκείνης ἀπολαύοντες τοὺς κολαζομένους ὁρῶσι τίνοντας ὧν ἐπλημμέλησαν δίκας, διαφερόντως δὲ τοὺς αὐτὸν τὸν τῆς οἰκουμένης δεσπότην τῷ ξύλῳ προσηλῶσαι τετολμηκότας. Οὕτω καὶ διὰ τοῦ θεσπεσίου Ζαχαρίου φησίν· «Ὄψονταί με σὺν ᾧ ἐξεκέντησαν», τουτέστι μεθ' ο ὗ προσήλωσαν σώματος· οὐ γὰρ ἐμὲ ἐξεκέντησαν ἀλλ' ὃ ἐνδέδυμαι σῶμα. Ὁ γὰρ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται, καὶ ἔσονται εἰς ἱκανὸν ὁρᾶν πάσῃ σαρκί. Τὸ διηνεκὲς τῆς τιμωρίας διὰ τούτων δεδήλωκεν· καὶ γὰρ τὸ πῦρ ἄσβεστον καὶ ὁ σκώληξ ἀτελεύτητος. Ταύτην ἠπείλησεν ἐκείνοις τὴν τιμωρίαν, οὐκ ἐκείνοις δὲ μόνοις ἀλλὰ καὶ τοῖς τοὺς θείους αὐτοῦ παραβαίνουσι νόμους. Ινα τοί νυν μὴ ταύτης αὐτοῖς κοινωνήσωμεν τῆς τιμωρίας, φύγωμεν τῆς παρανομίας τὴν κοινωνίαν· οὕτω γὰρ τοῦ χοροῦ τῶν εὐφραινομένων ἐσόμεθα. Ταῦτα κατὰ τὸ μέτρον τῆς δοθείσης ἡμῖν γνώσεως ἡρ μηνεύσ αμεν καὶ τὸ προφητικὸν ἀνεπτύξαμεν γράμμα. Ὑμεῖς δὲ οἱ ἐντυγχάνοντες, εἰ μὲν εὕροιτέ τι τῶν πό νων ἄξιον, τὸν τούτων χορηγὸν ἀνυμνήσατε· εἰ δὲ τῆς ὑποσχέσεως ἀποδέουσαν τὴν σαφήνειαν, τὸν σκοπὸν ἀποδεξάμενοι δότε συγγνώμην καὶ τὸ εὑρισκόμενον συλλέγοντες κέρδος ἱκετείαν τῶν πόνων ἀμείψασθε, ἵνα σὺν ὑμῖν καὶ ἡμεῖς τὴν ἀξιάγαστον ἐκείνην καὶ τριπόθητον ἴδωμεν πόλιν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ πατρὶ ἡ δόξα σὺν τῷ παναγίῳ πνεύματι ν ῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.