1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

2

τοῦ ἱερατεύειν μοι· ἐπελάθου νόμου Θεοῦ σου, καὶ ἐγὼ ἐπιλήσομαι τέκνων σου.» Καὶ ἐπὶ αἰσθητῶν δέ τινων φαίνεται τὸ τοιοῦτον· τῆς γὰρ γῆς ἐπὶ τῆς ἑαυτῆς ἕδρας ἀκινήτου μὲν οὔσης, οἱ ἐξαναχωροῦντες αὐτῆς διὰ πλοίων, αὐτοὶ μακρυνόμενοι αὐτῆς αἴσθησιν λαμβάνουσιν ὡς μ̣α̣κρυνομένης. 1.12 Τὸ μέγεθος τῆς ἀγαθότητος παριστὰς ὁ ταῦτα λέγων λέγει οἷα παντοκράτωρ αὐτὰ ποιήσειν· οἰκτίρμονος γὰρ καὶ σφόδρα ἀγαθότητα ἔχοντος τὸ εἰς ἐπιστροφὴν καὶ συνεγγισμὸν καλεῖν τοὺς μακρύνοντας ἑαυτοὺς ἀπὸ Θεοῦ καὶ τῆς ἀρετῆς, ἵνα σχῶσιν αἰώνιον σωτηρίαν ἐγγίσαντες αὐτῷ καὶ σχόντες ἐγγὺς αὐτόν, κατὰ τὸ γεγραμμένον· «Ἐγγίσατε τῷ Κυρίῳ καὶ ἐγγιεῖ ὑμῖν.» 1.13 Σχέσει δὲ καὶ διαθέσει, ἀλλ' οὐ τόπῳ γίνονται αἱ λεγόμεναι̣ ἐξαναχωρήσεις καὶ ἐγγύτητες. 1.14 Ἐπιστρέφοντες πρὸς ἐμέ, κἀγὼ πρὸς ὑμᾶς. Οὐ γίνεσθε καθὼς οἱ γεννήσαντες ὑμ̣ᾶς κα̣τὰ κακίαν, οἷς π̣ρ̣οφῆται ἐνεκάλεσαν ἔμπροσθεν τοῦ ἐνεστῶτος χρόνου̣, ἵνα μὴ τὰ αὐτὰ ἐκείνοις πάθητε. Τί δὲ ἐνεκάλεσαν αὐτοῖς, ἢ ἐπιστραφῆναι ἀπὸ φαύλων ἐπιτηδευμάτων καὶ πονηρῶν ὁδῶν; Μὴ ἀκούσαντες δὲ μηδὲ προσχ̣όντες, ἀπώλοντο ἅμα τοῖς ἀπατήσασιν ψευδοπροφήταις, ὡς μηκέτ' εἶναι μηδὲ τοὺς φένακας μηδὲ τοὺς συναρπαγέντας τῇ γοητείᾳ αὐτῶν. Ἐπεὶ οὖν οὔτε οἱ προφῆται οὔθ' οἱ ἀπατηθέντες εἰσίν, ὑμεῖς οἷς τὸν τοῦ Θεοῦ λόγον προφέρω τὰς θείας ὁδοὺς βαδίζετε καὶ μὴ τὰς πονηρὰς μεταδιώκοντες. 1.15 Θεῖα γὰρ καὶ ἐπωφελῆ ἐπιτηδεύματα ἀπαγγέλλεται ὑμ̣ι῀̣ν ἐν τῷ ἡμετέρῳ Πνεύματι -τοῦτο δ' ἐστὶ τὸ Ἅγιον-ὑπὸ τῶν ἐχόντων αὐτὸ δούλων μου τῶν προφητῶν· οὗτοι γὰρ τὸ Πνεῦμα τῆς ἀληθείας ἔχοντες καὶ ὑπ' αὐτοῦ εἰς τὸ λέγειν παρεσκευασμένοι, ὠφελοῦσιν τοὺς προσέχοντας αὐτοῖς, ὧν πεῖραν ἔσχον οἱ ἐγκαλούμενοι πατέρες ὑμῶν· ἐπειδὴ οὐκ ἤκουσαν οὐδὲ προσέσχον αὐτοῖς, δι' αὐτῶν τῶν ἔργων ἀπεκρίθησαν· καθὼς παρατέτακται Κύριος τοῦ ποιῆσαι, οὕτως γενήσεται αὐτοῖς, καίτοι τοῦ Θεοῦ διεγείραντος εἰς μετάνοιαν, ἵνα μὴ πάθωσιν τὰ ἀπειληθέντα. 1.16Zach. I, 7: Τετράδι καὶ εἰκάδι ἐν τῷ δωδεκάτῳ μηνί, -οὗτός ἐστιν ὁ μὴν Σαβάτ- ἐν τῷ δευτέρῳ ἔτει ἐπὶ ∆αρείου, ἐγένετο λόγος Κυρίου πρὸς Ζαχαρίαν τὸν τοῦ Βαραχίου υἱὸν Ἀδδὼ τὸν προφήτην λέγων. 1.17 Πάντα τὰ ὑπὸ Θεοῦ γιγνόμενα καὶ δωρούμενα τάξιν καὶ ἁρμονίαν τὴν κατὰ ἀναλογίαν ἔχει «ποιοῦντος μεγάλα καὶ ἀνεξιχνίαστα», «κανόνι καὶ ἀριθμῷ πάντα διατάττ̣οντος». Ἀμέλει γοῦν καὶ ὁ προκείμενος τοῦ προφήτου λόγος κατ' ἐπιστημονικὴν θεωρίαν γινόμενος ὁρατὸς μᾶλλον ἢ ἀκουσ̣τὸς ὑπάρχει, ὅθεν κατὰ ἀριθμὸν πολὺ τὸ βέβαιον ἔχοντα τέτακται ἐν τετράδι καὶ εἰκάδι τοῦ δωδεκάτου μηνὸς καθ' Ἑβραίο̣υς. 1.18 Ἔστιν ὁ κδʹ ἀριθμὸς δυνάμ̣ει λςʹ· τοῦτον γὰρ ἀπαρτίζει τὰ μέρη τοῦ κδʹ οὕτως· ἥμισυ ιβʹ, τρίτον ηʹ, τ̣έταρτον ςʹ, ἕκτον δʹ, ὄγδοον γʹ, δωδέκατον βʹ, εἰκοστοτέταρτον αʹ. Ὁ γεννηθεὶς ἀπὸ τοῦ κδʹ κατὰ σύνθεσιν τῶν μερῶν αὐτοῦ τετράγωνός ἐστιν· ἑξάκι γὰρ ἕξ. Οὐδὲν δὲ οὕτω βέβαιον τῶν σχημάτων ἐστὶν ὡς τὸ τετράγωνον. 1.19 Ἔχει δ' ἐξαίρετον ὁ προκείμενος ὅτι ἑκάστη πλευρὰ αὐτοῦ κατὰ τέλειον ἀριθμόν, τὸν ἕξ, συνέστηκεν. Ὡσαύτως τῷ κδʹ, καὶ ὁ ιβʹ συντεθεὶς ἐκ τῶν μερῶν ἑαυτοῦ τετράγωνον ἀπογεννᾷ· ἥμισυ ἕξ, γʹ δʹ, δʹ γʹ, ςʹ βʹ, ιβʹ αʹ, ὁμοῦ τὰ μέρη ταῦτα συντεθέντα τὸν δεκαὲξ ἀποπληροῖ, ὄντα καὶ αὐτὸν τετράγωνον· τετράκι τέσσερα. Ἔχει δὲ οὗτος κατὰ τὰς ἰδίας πλευρὰς ἐξαίρετον· ἡ γὰρ τετρὰς δυνάμει δεκάς ἐστιν οὕτως· αʹ βʹ γʹ δʹ. 1.20Zach. I, 8 : Ἑώρακα τὴν νύκτα καὶ ἰδοὺ ἀνὴρ ἐπιβεβηκὼς ἐφ' ἵππον πυρρόν, καὶ οὗτος εἱστήκει ἀνὰ μέσον τῶν δύο ὀρέων τῶν κατασκίων, καὶ ὀπίσω αὐτοῦ ἵπποι πυρροὶ καὶ ψαροὶ καὶ ποικίλοι καὶ λευκοί. 1.21 Τοῦ λόγου Κυρίου γεναμένου πρὸς Ζαχαρίαν νυκτός, ὤφθη αὐτῷ ἀνὴρ ἐπιβεβηκὼς ἵππον πυρρόν, ἑστὼς ἀνὰ μέσον τῶν δύο ὀρέων τῶν κατασκίων. Ἔστιν δὲ ὁ ἀνὴρ ὁ ἐπιβεβηκὼς τὸν πυρρὸν ἵππον ὁ ἐνανθρωπήσας Σωτήρ. Ἵππος δὲ πυρρὸς ὃ περίκειταί ἐστιν σῶμα· πυρρὰ γάρ ἐστιν