1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

87

προσκυνοῦσιν, νοητῶς αὐτὸ ἐνεργοῦντες, «πνεύματι καὶ ἀληθείᾳ». 3.59 Τούτων προτεθεωρημένων, εἱρμὸς καλεῖ ἐκλαβεῖν πῶς ἀπὸ πασῶν τῶν γλωσσῶν τῶν ἐθνῶν δέκα ἄνδρες ἐπιλήμψονται τοῦ κρασπέδου, τοῦτ' ἔστιν τοῦ σώματος τοῦ πνευματικοῦ Ἰουδαίου. 3.60 Ὁ δέκα ἀριθμὸς μυστικῶς κατ' ἀλληγορίαν καὶ ἐνταῦθα 3.60 κεῖται, ὡς καὶ ἐν ἑτέροις θεοπνεύστοις λογίοις περὶ ὧν ἑξῆς ἐροῦμεν, πρῶτον εἰπόντες ὡς ἀδύνατόν ἐστιν ἐκ πάντων τῶν ἐθνῶν καὶ πασῶν τῶν γλωσσῶν αὐτῶν, μυρίων καὶ πολὺ ἀνθρώπων ὄντων, μόνους δέκα ἄνδρας κατὰ πρόχειρον τοῦ ἀριθμοῦ λαμβανομένου ἠκολουθηκέναι τῷ Ἰησοῦ· αὐτὸς γάρ ἐστιν ὁ ἀληθῶς Ἰουδαῖος ἀνατείλας ἐκ τοῦ Ἰούδα. 3.61 Μή ποτ' οὖν πάντα τὰ πλήθη τὰ ἐκ διαφόρων ἐθνῶν καὶ γλωσσῶν προσελθόντα τῷ εὐαγγελίῳ ἐπὶ τῷ κατ' αὐτὸ πολιτεύεσθαι καὶ γνῶσιν ἔχειν τῆς ἁγίας Τριάδος μυστικῶς δέκα τυγχάνουσιν, παραπλησίως τῷ λεχθέντι παρὰ Μαθθαίῳ ὑπὸ Ἰησοῦ παραβολῆς τρόπῳ· «Τότε ὁμοιωθήσεται ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις», τῶν πιστευσάντων πάντων τυγχανόντων τῶν δέκα παρθένων νοήσει τοιᾶδε. 3.62 Πᾶς ἄνθρωπος ζῷον ὢν πέντε αἰσθήσεις ἔχει, ὄψιν, ἀκοήν, ὄσφρησιν, γεῦσιν, ἁφήν· πρὸς ταύταις καὶ κατὰ τὴν διάνοιαν τὰς ἴσας ἔχει· ὀφθαλμοὺς πεφωτισμένους, ἀκοήν, περὶ ἧς ὁ προφήτης εὐχαριστῶν τῷ μεγαλοδώρῳ φησίν· «Προσέθηκέν μοι ὠτίον τοῦ ἀκούειν.» Ἔστι δὲ συγγενὴς τῇ ἐν κρυπτῷ ὄψει καὶ ἀκοῇ ὄσφρησις, καθ' ἣν ἀντιλαμβάνεσθαι προσήκει τῆς «Χριστοῦ εὐωδίας» καὶ πνοῆς τῶν πνευματικῶν αὐτοῦ μύρων. 3.63 Ἔστι δὲ καὶ γεῦσις καὶ ἁφὴ παρὰ τὰς κοινάς, καθ' ἃς γεύσασθαι ἔστιν ὅτι Χριστὸς ὁ Κύριος, καὶ ἅψασθαι καὶ ψηλαφῆσαι τοῦ τῆς ζωῆς Λόγου. Πάντες οὖν ὅσοι ποτ' ἂν ὦσιν οἱ τοῦ εὐαγγελίου μαθηταί, ὅταν ἀδιαφθόρους ἔχωσιν τὰς αἰσθήσεις, τάς τε ἔξω καὶ τὰς ἔνδον, δέκα παρθένοι τυγχάνουσιν ὑπὸ τοῦ Χριστοῦ βασιλευόμενοι· εἰ δέ ποτε ἐκ ῥαθυμίας ἀφέντες τινὲς τὰς τοῦ ἔσω ἀνθρώπου αἰσθήσεις κατὰ μόνας τὰς θνητὰς ἐνεργοῖεν, μωραὶ πέντε παρθένοι γενήσονται, μόνοις τοῖς αἰσθητοῖς ἐπανέχουσαι, ὡς καὶ τοῦ φωτὸς αὐτῶν οὐ τρεφομένου, ἐλαίου σβέσις καὶ ἐπίλειψις ἔσται. 3.64 Κατὰ τὸν εἰρημένον τρόπον ἐκ πασῶν γλωσσῶν καὶ ἐθνῶν ἄνδρες δέκα τυγχάνουσιν πορευόμενοι μετὰ τοῦ ἀληθινοῦ Ἰουδαίου οἱ ἀμφότερα τὰ γένη τῶν αἰσθήσεων ἄχραντα καὶ ἀδιάφθορα φυλάξαντες, κατὰ τὸ λεχθὲν ὑπὸ τοῦ Ἀποστόλου· «Ἡ χάρις» καὶ εἰρήνη ἔσται «μετὰ τῶν ἀγαπώντων τὸν Κύριον ἡμῶν Χριστὸν ἐν ἀφθαρσίᾳ.» 3.65 Εἰκὸς τοὺς τοῦ γράμματος φίλους νομίσαι ἄνδρας δέκα εἶναι τοὺς εἰς ἔργα μεταβαλόντας τὴν δεκάλογον διακονηθεῖσαν ὑπὸ τοῦ μεγάλου ἱεροφάντου· ἀλλὰ καὶ χριστιανοὺς τοὺς τὸ ὄνομα τοῦ Ἰησοῦ ἔχοντας ἀρχόμενον ἀπὸ τοῦ δεκάτου στοιχείου καὶ παρ' Ἕλλησιν καὶ Ἑβραίοις· οὐ μόνον γὰρ ἐν τοῖς ἑλληνικοῖς ἀλλὰ καὶ τοῖς Ἑβραίων στοιχείοις τὸ ι δέκατόν ἐστιν. 3.66 Ὅπως δὲ ἀβίαστος φανῇ ἡ ἐπιστημονικὴ θεωρία τῶν ἀριθμῶν καὶ κατὰ τὴν θεόπνευστον γραφήν, πολλὰ μὲν ἔστιν παραγαγεῖν· ἀρκεῖ δ' ἐπὶ τοῦ παρόντος συγχρήσασθαι λέξεσιν Παύλου τοῦ ἀποστόλου καὶ Ἰωάννου τοῦ ἠγαπημένου ὑπὸ τοῦ Ἰησοῦ μαθητοῦ. Ὃ μὲν γὰρ Ῥωμαίοις γράφει τὸν Θεὸν εἰρηκέναι· «Κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ βάαλ», ὃ δὲ «ἕπεσθαι τῷ ἀρνίῳ», δηλαδὴ τῷ Σωτῆρι, «παρθένων ἑκατὸν τεσσεράκοντα τέσσαρας χιλιάδας, μετὰ γυναικῶν μὴ μεμολυσμένων». 3.67 Οὐ γὰρ δυνατὸν ταῦτα ἐπὶ ἱστορίας λαβεῖν· πῶς γάρ, τοσούτου πλήθους καταλιπόντος θεοσεβῶν ἀνδρῶν, ὁ μέγας προφήτης Ἠλίας ἠγνόει, ὡς φάναι· «Ἐγὼ ὑπολέλειμμαι μόνος καὶ ζητοῦσι τὴν ψυχήν μου τοῦ λαβεῖν αὐτήν»; Πῶς δὲ καὶ τοσαύτας χιλιάδας παρθένων μάλιστα ἀνδρῶν ἐπὶ ῥητοῦ ἔστι λαβεῖν, τότε μάλιστα ὅτε τὰ τῆς ἀναλήμψεως τοῦ Σωτῆρος οὐ πρὸ πολλοῦ ἐγεγόνει, ὡς τὸν Ἰωάννην ἀκμὴν ἐν ἀνθρώποις εἶναι; 3.68 Ἀλλὰ μὴν ἕκαστον τούτων ἀληθῶς