1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

160

πτῶσιν καὶ ἀνάστασιν πολλῶν.» 5.126 Αὐτοῦ γὰρ χάριν πίπτουσιν οἱ ···· καὶ σαρκικ̣οί, ἵνα ἀναστάντες κατὰ ἁγιότητα τ̣οῦ Θεοῦ ἀσφαλεῖς ἀποδειχθῶσιν, ἐν τῇ πίστει καὶ λοιπῇ ἀρετῇ β̣εβαίω̣ς ἑδρασθέντες, κατὰ τὸ γεγραμμένον ὑπὸ τοῦ Ἀποστόλου τοῖς ἐκκλησιαστικοῖς· «Τῇ πίστει ἑστήκατε.» Αὕτη δὲ ἡ στάσις παρὰ τῷ Σωτῆρι Ἰησοῦ γίν̣εται· πρὸς γὰρ αὐτοῦ ἔστι μαθεῖν λέγοντος· «Εἰσί τινες τῶν ὧδε ἑστηκότων οἵτινες οὐ μὴ γεύσωνται θανάτου.» 5.127 Οἱ οὕτω ὠφεληθέντες ἀποβάλλουσιν τὸ σαρκικὸν̣ φρόνημα καὶ τοὺς κακῶς ὁρῶντας ὀφθαλμούς, ἵνα μηκέτι ὦσιν ἐν σαρκί, ἀλλ' ἐν πνεύματι, καὶ μηκέτι ζῶσιν πονηρῶς καὶ μοιχικῶς, ἀλλ' ἐναρέτως καὶ σωφρόνως, πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦντες καὶ τοὺς ὀφθαλμοὺς ἀποστρέφοντες ἀπὸ τῆς ματαιότητος πρὸς Θεὸν αὐτοὺς αἴροντες ὥστ' ἀνειπεῖν· «Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ», καὶ πάλιν· «Οἱ ὀφθαλμοί μου διὰ παντὸς πρὸς τὸν Κύριον.» 5.128 Καταλλήλως τῇ ἀποδοθείσῃ θεωρίᾳ ἐκλαβεῖν πειρατέον τὸ λεχθὲν ἐν τῷ Εὐαγγελίῳ ὑπὸ τοῦ Σωτῆρος ἡμῶν, οὕτω προενεχθέν· «Εἰς κρίμα ἐγὼ ἦλθον εἰς τὸν κόσμον, ἵνα οἱ μὴ βλέπ̣οντες βλέψωσιν καὶ οἱ βλέποντες τ̣υφλοὶ γένωνται.» Τῶν γὰρ ἁμαρτητικῶς ὁρώντων ὀφθαλμῶν στερεθέντω̣ν̣ τοῦ κακῶς βλέπ̣ειν, ὀμμ̣άτω̣σις ἔσται ἐπὶ τῷ ὀρθῶς καὶ ὁσίως ὁρᾶν. 5.129 ∆υνατὸν καὶ ἑτέρᾳ νοήσει ἐπιβαλεῖν τῷ Εὐαγγελι´̣ῳ. Ἐπεὶ ἀπιστοῦντες οἱ Ἰουδαῖοι τῷ Κυρίῳ ἀσεβῶς ἐβλ̣ασφήμουν̣, ἥρμοζεν τυφλωθῆναι αὐτούς, κατὰ τὸ ἐν προφήτῃ λεχθέν· «Ἐτυφλώθησαν οἱ δοῦλοι τοῦ Θεοῦ», οἱ ψευδῶς ἐπαγγελλόμενοι δουλεύειν αὐτῷ· οὗ συμβάντος, ἀνέβλεψαν οἱ ἀπὸ τῶν ἐθνῶν εἰς πίστιν κληθέντες, ἐληλυθότος τοῦ φήσαντος· «Πνεῦμα Κυρίου ἐπ' ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με, εὐαγγελίσασθαι πτωχοὺς ἀπέστ̣αλκέν με, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν», φωτίσας αὐτοὺς σοφίᾳ τῇ ἑαυτοῦ, κατὰ τὸ γεγραμμένον· «Σοφία ἀνθρώπου φωτιεῖ πρόσωπον αὐτοῦ.» 5.130 Ἐπ' αὐτὸ ληπτέον καὶ τὸ ἐν Ψαλμοῖς ἀπαγγελθέν· «Κύριος σοφοῖ τυφλούς», ἵνα μηκέτι τυφλοὶ ἀλλ' ὀξὺ κα̣θορῶντες ἀποδειχθῶσιν, ἐμποδισθέντων τῶν πονηρῶς ὁρώντων ὀφθαλμῶν ἐκπεπτωκότων ἐκ τῶν ὀπῶν ἑαυτῶν, ἵν' ἀντεισαχθῶσιν ἀντίοι εἰς τὰς αὐτὰς ὄπας- αὗται δ' εἰσὶν αἱ φυσικαὶ ἔννοιαι-οἱ τὸν Θεὸν ὁρῶντες ὀφθαλμοί. Τούτους τοὺς ὀφθαλμοὺς πρὸς αὐτὸν αἴρει ὁ ἄνθρωπος ὡσαύτως τῷ λέγοντι· «Πρὸς σὲ ἦρα τ̣οὺς ὀφθαλμούς μου τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ.» 5.131 Τακεισῶν τῶν σαρκῶν ὧν τὸ φρόνημα ἔχθρα εἰς τὸν Θεὸν καὶ τῶν ἀσεβῶς ὁρώντων τῶν ὀφθαλμῶν ῥυέντων ἐκ τῶν ἡρμηνευμένων ὀπῶν, ἐπὶ τὸ ἀποδειχθῆναι τοὺς ὀξὺ καθορῶντας, περὶ ὧν ὁ Ἀπόστολος γράφει τὴν ἔχουσαν λέξιν οὕτως· «Πεφωτισμένοι τοὺς ὀφθαλμοὺς τῆς καρδίας», ἁρμονίως εἴρηται καὶ τὴν γλῶσσαν τακῆναι ἐν τῷ στόματι τῶν ἐχόντων δολερὸν καὶ περὶ ὑλικῶν πραγμάτων λόγον, ἵνα ὑπαρχθῇ τὸ λεγόμ̣ενον ὑπὸ τοῦ σοφοῦ τῷ δεσπ̣ότῃ τῶν ὅλων· «Ἡ γλῶσσά μου μελετήσει τὴν δικαιοσύνην σου μόνου.» 5.132 Zach. XIV, 13-14: Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔκστασις Κυρίου ἐπ' αὐτοὺς μεγάλη, καὶ ἐπιλήμψεται ἕκαστος τῆς χειρὸς τοῦ πλησίον αὐτοῦ. Καὶ συμπλακήσεται ἡ χεὶρ αὐτοῦ πρὸς χεῖρα τοῦ πλησίον αὐτοῦ. Καὶ ὁ Ἰούδας παρατάξεται ἐν Ἰερουσαλὴμ καὶ συνάξει τὴν ἰσχὺν πάντων τῶν λαῶν κυκλόθεν, χρυσίον καὶ ἀργύριον καὶ ἱματισμὸν εἰς πλῆθος σ̣φόδρα. 5.133 Ἐν τῇ ἡμέρᾳ ἐν ᾑ῀̣ κατωρθώθη ἃ ἐδίδαξεν ὁ προφήτης, ἔκστασις Κυρίου ἐπ' αὐτοὺς μεγάλη, τοῦ Κυρίου παρασχόντος αὐτήν, τῆς ἐκστάσεως ἐνταῦθα τὸν θαυμασμὸν δη̣λούσης διὰ τὴν παρακοπὴν καὶ παραφροσύνην. Ἐν μὲν γὰρ τῷ προφήτῃ Ὠσῆε τὸ γεγραμμένον· «Ἐπιστρέψουσιν οἱ υἱοὶ Ἰσραὴλ καὶ ἐπιζητήσουσιν Κύριον τὸν Θεὸν αὐτῶν καὶ ∆αυὶδ τὸν βασιλέα αὐτῶν· καὶ ἐκστήσονται ἐπὶ τῷ Κυρίῳ καὶ ἐπὶ τοῖς ἀγαθοῖς αὐτοῦ», θαυ̣μασμὸν δηλοῖ, ἤ, ὥς τινες εἶπον, θαυμασιότητα. 5.134 Τῆς αὐτῆς νοήσεως