1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

60

νομομαθὴς ὢν εἰ καί τις ἄλλος, γράφει· «Ὁ κλέπτων μηκέτι κλεπτέτω, μᾶλλον δὲ κοπιάτω, ἐργαζόμενος τὸ ἀγαθόν.» Ὡς πρὸς αὐτεξουσίους δὲ καὶ τόδε γράφει· «Ἀποθέμενοι τὸ ψεῦδος, λαλεῖτε ἀλήθειαν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ.» 2.181 Ἀκόλουθον εἰπεῖν καὶ ἐκ τῶν προφητῶν κηρυττόμενα̣ πρὸς αὐτεξουσίους. 2.182 Ἠσαΐας φησὶν πρὸς τοὺς ἐνεχομένους ἁμαρτίαις καὶ διὰ τοῦτο ἀγνοοῦντας τὴν τῶν ἐπαινετῶν ἐνέργειαν· «Παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν, μάθετε καλὸν ποιεῖν.» Ἐλευθέραν γὰρ καὶ ἀδέσποτον προαίρεσιν ἐχόντων τὸ παύσασθαι ἀφ' ὧν ἔδρασαν κακῶς καὶ μαθεῖν ποιεῖν τὸ καλόν. Πρὸς τοὺς τοιούτους διὰ τοῦ Ἠσαΐου ὁ Κύριος λέγει· «Ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου», -ὁρῶ γὰρ τὸ κρυπτὸν ὑμῶν. ∆ιὸ μὴ λόγῳ ἢ τῷ δοκεῖν ἀλλὰ κατὰ ἀλήθειαν ἡ τῶν πονηριῶν ἀφαίρεσις ἀπὸ τοῦ κρυπτοῦ τῶν ψυχῶν σπουδαζέσθω. 2.183 Σύμφωνα καὶ ὁ Ἰερεμίας πρὸς τὴν σπεύδουσαν ψυχὴν ἐπὶ πονηρίαν τρέχειν, καὶ ὀρεγομένην τῶν χειρίστων πομάτων, προστάττει λέγων· «Ἀπόστρεψον τὸν πόδα σου ἀπὸ ὁδοῦ τραχείας, καὶ τὸν φάρυγγά σου ἀπὸ δίψους. Ἡ δὲ εἶπεν· Ἀνδριοῦμαι, ὅτι ἠγάπησεν ἀλλοτρίους καὶ ὀπίσω αὐτῶν ἐπορεύετο.» 2.184 Τραχεῖα δὲ ὁδός ἐστιν ἡ ἀπαγορευομένη ἢ ἀκανθῶν πεπληρωμένη· αἰσχραὶ δ' ἐπιθυμίαι καὶ ἀκόλαστοι ἡδοναὶ καὶ «αἱ βιωτικαὶ μέριμναί» εἰσιν αἱ ἀκάνθαι, αἵτινες φύονται μάλιστα ἐν ταῖς ἀτραποῖς τῶν μὴ ἐργαζομένων τὴν ἀρετήν, κατὰ τὸ παροιμιῶδες λόγιον ἔχον οὕτως· «Ὁδοὶ ἀεργῶν ἐστρωμέναι ἀκάνθαις, αἱ δὲ ὁδοὶ τῶν ἀνδρείων τετριμμέναι.» Συνεχῶς γὰρ καὶ ἀδιαστάτως βαδίζοντες, οἱ καρτερίαν καὶ ἀνδρείαν ἔχοντες τρίβουσιν οὓς διοδεύουσι τόπους, ὡς διὰ τὴν συνεχῆ τριβὴν μὴ ἀκάνθας, μὴ τριβόλους φύεσθαι. 2.185 Μυρίων ὄντων ἐν πᾶσι τοῖς προφήταις τῶν ἀναιρούντων τὴν μυθικὴν ἀσέβειαν τῶν τὰς φύσεις ἀναπλασαμένων, καὶ βεβαιούντων τὸ αὐτεξούσιον τῶν λογικῶν οὐσιῶν, ἀρκεστέον τοῖς ἐκτεθεῖσιν, ἵνα μὴ πέρᾳ τοῦ δέοντος μηκυνθῇ ὁ λόγος ὢν ὑπομνηματικός. 2.186 Τούτων προανυσθέντων, ἐπιστατέον τῷ προκειμένῳ λέγοντι περὶ «τῶν νῶτον δεδωκότων παραφρονοῦντα καὶ βαρυνάντων τὰ ὦτα τοῦ μὴ εἰσακούειν». Τάξαντες γάρ, φησίν, τὴν καρδίαν αὐτῶν ἀπειθῆ τῷ μὴ ἐπακούειν τοῦ νόμου, ὑπέπεσαν τοῖς καθειλιγμένοις ἁμαρτήμασιν. Οὐ γὰρ ἄφνω καὶ ὡς ἔτυχεν μὴ βουλομένοις συνίσταται τὰ ἀπηγορευμένα, ἀλλὰ πρὸ αὐτῶν διαθέσεως χειρίστης ὑπαρξάσης, καθ' ἣν τάττουσιν τὴν καρδίαν ἑαυτῶν ἀπειθῆ· προαιρέσει γὰρ τῇ ἑαυτῶν τοῦτ' ἔπραξαν, οὐχ εἱμαρμένης οὐδ' ἄλλης τινὸς ἀνάγκης τοῦτ' ἐπαγαγούσης, ὡς αὐτό που δηλοῖ τὸ προφητικὸν φάσκον· «Ἔταξαν τὴν καρδίαν αὐτῶν ἀπειθῆ τοῦ μὴ ὑπακούειν τοῦ νόμου μου.» 2.187 Παραπλησίως καὶ ὁ τῆς νοητῆς Αἰγύπτου ἀόρατος τύραννος ἐβάρυνεν καὶ ἐσκλήρυνεν τὴν καρδίαν αὐτοῦ, ὡς ἐν Ἐξόδῳ πολλάκις εἴρηται περὶ αὐτοῦ. Τάχα δὲ σκληρύνεται ἡ καρδία τοῦ καταφρονητοῦ καὶ βαρύνεται, δεξαμένη τὴν ἀνομίαν, ταλάντῳ μολίβου παραβαλλομένην. Γράφει ὁ Ἀπόστολος πρὸς τὸν καταφρονοῦντα τοῦ Θεοῦ ὄντος πηγῆς ἀγαθότητος· «Ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει; Κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς.» 2.188 Τούτῳ τῷ τρόπῳ ἐσκλήρυνται Φαραὼ καὶ ἡ καρδία αὐτοῦ. Ἐπαλλήλων γὰρ τεραστίων δυνάμεων τοῦ πλουτοῦντος ἐν χρηστότητι γινομένων, προτρεπομένων, μᾶλλον δὲ ἐκβιαζομένων ἥκειν εἰς μετάγνωσιν, ἐμμένων τῇ θρασύτητι καὶ ὠμότητι, ἐσκληρύνετο ὁ ἀλάστωρ, βαρουμένης τῆς καρδίας αὐτοῦ ἀπὸ τοῦ ταλάντου μολίβου, οὐχ ἑτέρου τῆς ἀνομίας ὄντος, ὅθεν ὁμωνύμως τῷ τῆς ἀνομίας μολίβδῳ χρηματίσας, «ἔδυσεν ὡς μόλιβος ἐν ὕδατι σφοδρῷ», ὡς φέρεται ἐν τῇ κατ' αὐτοῦ ἐπινικίῳ ᾠδῇ.