1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

6

ταπεινὸς τῇ καρδίᾳ, ἵν' εὕρωσιν ἀνάπαυσιν» ψυχαῖς καθαραῖς προσήκουσαν, τοῦ ἑβδομηκοστοῦ ἔτους πληρωθέντος ἐκ τῆς τοῦ ἡλίου τῆς δικαιοσύνης κυκλικῆς κινήσεως, περιπολοῦντος τὰς καθαρὰς καὶ διαυγεῖς διανοίας. 1.53Zach. I, 13: Καὶ ἀπεκρίθη Κύριος παντοκράτωρ τῷ ἀγγέλῳ τῷ λαλοῦντι ἐν ἐμοὶ ῥήματα καλὰ καὶ λόγους παρακλητικούς. 1.54 Πρὸς τὸν εἰρηκότα ἄγγελον· «Ἕως τίνος οὐ μὴ ἐλεήσῃς τὴν Ἰερουσαλὴμ καὶ τὰς πόλεις Ἰούδα;» ἀπεκρίθη ὁ παντοκράτωρ Κύριος ῥήματα καλὰ περὶ τοῦ ἐλεηθήσεσθαι τὴν Ἰερουσαλὴμ καὶ τὰς ὑπ' αὐτὴν πόλεις καὶ λόγους παρακλητικοὺς πολλὴν παραμυθίαν ἐμφαίνοντας καὶ ἐπιφέροντας. Πῶς γὰρ οὐ παρακαλοῦσιν καὶ ἀνακτῶνται τοὺς ἐπιστρέφοντας ἐκ τῆς αἰχμαλωσίας, ὥστ' εἰπεῖν εὐχαριστικῶς· «Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν Σιών, ἐγενήθημεν ὡς παρακεκλημένοι, ἐγενήθημεν εὐφραινόμενοι»; Ἀποκριθείη καὶ ἡμῖν Κύριος ὁ παντοκράτωρ διὰ τοῦ ἀγγέλου τῆς μεγάλης βουλῆς αὐτοῦ καλὰ ῥήματα, ἵνα παντὸς ἐπαινετοῦ τυχόντες τελείως παρακληθῶμεν ὑπὸ τῶν τελείων αὐτοῦ λόγων εἰσαγόμενοι εἰς ἐλευθέραν καὶ μακαρίαν διαγωγήν. 1.55Zach. I, 14-15: Καὶ εἶπεν πρός με ὁ ἄγγελος λαλῶν ἐν ἐμοί· Ἀνάκραγε λέγων· Τάδε λέγει Κύριος παντοκράτωρ· Ἐζήλωκα τὴν Ἰερουσαλὴμ καὶ τὴν Σιὼν ζῆλον μέγαν, καὶ ὀργὴν μεγάλην ἐγὼ ὀργίζομαι ἐπὶ τὰ ἔθνη τὰ συνεπιτιθέμενα, ἀνθ' ὧν ἐγὼ μὲν ὠργίσθην ὀλίγα, αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά. 1.56 Ἐξ ἰδίου προσώπου προφήτης φησὶν πρόσταξιν αὐτῷ δεδόσθαι ὑπὸ τοῦ ἀγγέλου Κυρίου παντοκράτορος, ὅπως ἐπιτεταμένως βοήσῃ· «Τάδε λέγει Κύριος· Ἐζήλωσα τὴν Ἰερουσαλὴμ καὶ τὴν Σιὼν ζῆλον μέγαν, μεγάλην ὀργὴν ἐπιφέρων τοῖς ἔθνεσι» τοῖς καταπονοῦσιν, ἐπείπερ τοῦ κηδεμόνος ὀλίγα καὶ βραχέα παιδεύσεως καὶ ἐπιστροφῆς ἕνεκα ἐπαγαγόντος, ἀγρίως καὶ ὠμοτάτως αὐτοὶ συνεπέθεντο. 1.57 ∆έον φοβηθῆναι ὁρῶντας τοὺς Θεῷ ἀνήκοντας ἐγκαταλειπομένους ἐπὶ τῷ μαστιχθῆναι ἐφ' οἷς ἔδρασαν κακῶς καὶ εὐλαβηθῆναι μὴ τὰ αὐτὰ πάθωσιν, ἀλλὰ συνεπέθεντο εἰς κακά, βρενθυόμενοι καὶ ἐπικερτομοῦντες ἐπιχαιρεκάκῳ προαιρέσει, κονδυλίζοντες, πατοῦντες τοὺς παραδοθέντας. 1.58 Πρὸς τοὺς οὕτω ἀπανθρώπως καὶ θηριωδῶς προσενεχθέντας τοῖς παραδοθεῖσιν αὐτοῖς μέμφεται Θεὸς λέγων ἐν Ἠσαΐᾳ τῷ προφήτῃ· «Ἐγὼ ἔδωκα αὐτοὺς εἰς τὰς χεῖράς σου, σὺ δὲ οὐκ ἐποίησας αὐτοῖς ἔλεος· τοῦ πρεσβυτέρου ἐβάρυνας τὸν ζυγὸν καὶ εἶπας· Ἔσομαι εἰς τὸν αἰῶνα ἄρχουσα.» Ὅθεν ὀργισθέντος σοι ἐμοῦ ἐξαίφνης ἥξει ἐπὶ σὲ ἃ ἠπείλησας διαθεῖναι οὓς ἐγὼ παρέδωκα οὐκ εἰς ἀπώλειαν, ἀλλ' ἵνα αἰσθηθέντες τῆς κατ' αὐτῶν ἐσομένης ἀπειλῆς, ἐπιστρέψωσιν πρὸς ἐμὲ τὸν κηδεμόνα. 1.59 Τίνα δὲ ἦν ἃ ἐκόμπασεν ἀπὸ ὑπερηφανίας καὶ θρασύτητος; «Ἐγώ εἰμι, φησίν, καὶ οὐκ ἔστι μετ' ἐμὲ ἔτι. Οὐ καθιῶ χήρα οὐδὲ γνώσομαι ὀρφανείαν.» Ταῦθ' ὑπερηφάνως καὶ ὠμῶς λελακυῖα, ἐξαίφνης Θεοῦ κρίσει ἀπροστασίαστος ὤφθη, οὐκ ἐπικουρουμένη ἔτι ὑπὸ πατρὸς καὶ ἀνδρός. Ταῦτα κατὰ νοῦν λαβόντες οἱ ἀρχὴν ἐγκεχειρισμένοι μὴ κατεξανιστάσθωσαν ὠμῶς ἐπιτιθέμενοι καθ' ὧν ἔσχον ὑποχειρίων ψήφῳ τῆς προνοίας δι' ἃς οἶδεν αὐτὴ αἰτίας. 1.60 Τί δ' ἐστὶν ὃ βούλεται Κύριος παντοκράτωρ διὰ τοῦ εἰπεῖν· «Ἐζήλωσα τὴν Σιὼν καὶ τὴν Ἰερουσαλὴμ ζῆλον μέγαν»; Ἦν μὲν γὰρ νύμφη καὶ σύνοικος τῷ Θεῷ Λόγῳ ἡ πνευματικῶς Σιὼν καὶ Ἰερουσαλὴμ προσαγορευομένη, ἥντινα πρὸς ὀλίγον καταλέλοιπεν λύσασαν τὰ πρὸς τὸν ἄνδρα γαμικὰ δίκαια, ὡς εἰπεῖν αὐτὸν τὸν συνοικοῦντα αὐτῇ· «Ὡς ἀθετεῖ γυνὴ εἰς τὸν συνόντα αὐτῇ, οὕτως ἠθέτησεν εἰς ἐμὲ ὁ οἶκος Ἰσραήλ, λέγει Κύριος.» 1.61 Οὕτως παροραθείσης τῆς ποτε εὐγενῶς καὶ σεμνῶς θαλαμευομένης, πολλοὶ τῶν βλάπτειν ἐπιχειρούντων κακώσει αὐτὴν ὑπέβαλον, ἀτιμάζοντες, εἰς ἀσχημοσύνην ἄγοντες οἷά τινα ἀπροστασίαστον ἄνδρα οὐκ ἔχουσαν. Ἐφ' οἷς οἶκτον λαβὼν ὁ τῇ φύσει ἵλεω, ἤρξατο πάλιν ζηλοῦν αὐτήν. 1.62