1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

26

ὄνομα αὐτῷ», ἄνδρα καλῶν αὐτὸν διὰ τὴν ἐνανθρώπησιν, ἀνατολὴν δὲ διὰ τὸ ἀνατεταλκέναι, δικαιοσύνης ἥλιον ὄντα· γέγραπται γοῦν περὶ αὐτοῦ ἐν τῷ τελευταίῳ τῶν ∆ώδεκα Προφητῶν, ἐκ προσώπου τοῦ ἀποστείλαντος αὐτὸν Πατρός· «Ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις τὸ ὄνομά μου ἥλιος δικαιοσύνης, καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ.» 1.254 Ἀποδιδοὺς δὲ τὴν αἰτίαν τοῦ ἄγεσθαι τὸν δοῦλον αὐτοῦ ἀνατολήν φησιν· «∆ιότι ὁ λίθος ἀπὸ προσώπου» τοῦ ἐπιλάμψαντος «ἑπτὰ ὀφθαλμοὺς ἔχει». Τίς δ' οὗτός ἐστιν, ἢ ὁ ἐπιδημήσας Σωτήρ, ἔχων τὴν ἑπταδύναμον διορατικὴν φύσιν; Εἴρηται γοῦν ἐν Ἠσαίᾳ περὶ αὐτοῦ· «Ἐξελεύσεται ῥάβδος ἐκτῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται, καὶ ἐπαναπαύσεται ἐπ' αὐτὸν πνεῦμα τοῦ Θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας, καὶ ἐμπλήσει αὐτὸν πνεύματος φόβου Θεοῦ.» 1.255 Καὶ ὅρα γε τοὺς ἐπὶ ἕνα λίθον ἑπτὰ ὀφθαλμοὺς Κυρίου, ὧν ὃ μὲν πνεῦμα σοφίας, ὃ δὲ συνέσεώς ἐστιν. Τίς γὰρ οὕτω ὀφθαλμὸς φωτεινός ἐστιν, πάντα τὰ καλὰ καὶ μεγάλα κατοπτεύων, ἢ τὸ τῆς σοφίας πνεῦμα, παραπλησίως καὶ τὸ τῆς συνέσεως πνεῦμα; 1.256 Ὁ οὕτως ὀμματώμενος πνευματικὸς λίθος, αὐτὸ βουλὴ καὶ ἰσχὺς ὑπάρχων, πάντα βεβουλευμένως καὶ ἰσχυρῶς θεωρεῖ, γνωστικῶς τε καὶ εὐσεβῶς ἐμπλησθεὶς Πνεύματος Θεοῦ τότε μάλιστα ὅτε ἀνέλαβεν τὴν τοῦ δούλ̣ου μορφήν. Αὐτίκα γοῦν οὐκ ἔξοθεν λαμβάνει τὸ ἐπαναπαυόμενον ἐπ' αὐτὸν σοφίας καὶ συνέσεως, βουλῆς τε καὶ ἰσχύος, γνώσεώς τε καὶ εὐσεβείας πνεῦμα· ἐπαναπαύεσθαι γὰρ ἐπ' αὐτὸν εἴρηται. Οἰκεῖον γὰρ καὶ κατάλληλον αὐτῷ ὑπάρχει ἕκαστον τῶν εἰρημένων, μόνου τοῦ πνεύματος τοῦ φόβου ἐπιγινομένου ὥστε ἐμπλῆσαι αὐτόν. 1.257 Τοῦτο τὸ τοῦ φόβου πνεῦμα εὐλάβεια ἑτέρῳ ὀνόματι καλεῖται, προσὸν τῷ ἀνθρώπῳ τῷ ἐκ Μαρίας· γράφει περὶ τούτου ὁ Ἀπόστολος κατὰ λέξιν ὧδε· «Ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ δεήσεις τε καὶ ἱκετηρίας προσενέγκας, μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων, πρὸς τὸν δυνάμενον αὐτὸν σῴζειν ἐκ θανάτου, καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας.» Εὐλάβειαν δὲ ἔχει οὐ καθὸ Θεός, ἀλλὰ καθὸ ἄνθρωπός ἐστιν. 1.258 Ὅτι δὲ λίθος προσαγορεύεται ὁ τὴν ἑπταδύναμον ὅρασιν ἔχων, ἐκ τῶν θείων γραφῶν ἀποδείκνυται· χρησάμενος ὁ πρόκριτος τῶν ἀποστόλων Πέτρος τῷ ἀπὸ τοῦ Ψαλμοῦ ῥητῷ οὕτως ἔχοντι· «Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας», ἐλεγκτικώτατα πρὸς τοὺς τοῦ Ἰσραὴλ διδασκάλους φησίν· «Οὗτός ἐστιν ὁ λίθος ὁ ἐξουθενηθεὶς ὑφ' ὑμῶν τῶν οἰκοδόμων, γενάμενος εἰς κεφαλὴν γωνίας.» 1.259 Πῶς γὰρ οὐ συνῆψεν καὶ μίαν ἀπετέλεσεν γωνίαν τοὺς δύο τοίχους, τόν τε οἰκοδομούμενον ἐκ τῶν προσελθόντων τῷ εὐαγγελίῳ Ἰουδαίων καὶ τῶν πιστευσάντων ἀπὸ ἐθνῶν· συγκειμένης γὰρ τῆς Ἐκκλησίας ἔκ τε Ἰουδαίων καὶ Ἑλλήνων, κεφαλὴ αὐτῆς γενάμενος ὁ Χριστός, μίαν ἀπετέλεσε γωνίαν, συμφωνούντων λοιπὸν κατὰ μίαν πίστιν τῶν συνηρμοσμένων εἰς μίαν οἰκοδομήν, πάντων ἀνθρώπων τῶν προσηκαμένων τὸ θεῖον εὐαγγέλιον ἀπὸ τῶν δύο λαῶν κτιζομένων εἰς ἕνα καινὸν ἄνθρωπον. 1.260 Τὸν οὕτω ἀπαγγελλόμενον λίθον, ὄντα «ἀκρογωνιαῖον, ἐκλεκτόν, ἔντιμον, ἐνέβαλεν ὁ Θεὸς εἰς τὰ θεμέλια τῆς Σιών, μηκέτι αἰσχυνομένου» δι' ἁμαρτίαν τινός, καθαρσίου γεγενημένου παντὸς τοῦ πιστεύοντος ἐπ' αὐτῷ. Οἱ προσερχόμενοι τῷ ἀθανάτως ζῶντι Λόγῳ, ζῶντες καὶ αὑτοί, λανθάνοντες λίθοι ἐποικοδομοῦνται, ἵν' οἶκος πνευματικὸς συστῇ καὶ θυσιαστήριον νοητόν, ἐφ' ὃ ἀναφέρεται ἡ τῆς αἰνέσεως θυσία καὶ αἱ ὁμογενεῖς αὐτῇ πᾶσαι οὖσαι πνευματικαί. 1.261 Γενοίμεθα καὶ ἡμεῖς ζῶντες λίθοι ἅγιοι, κυλιόμενοι ἐπὶ τῆς γῆς τοῦ Θεοῦ, ἵν' «ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν Χριστοῦ Ἰησοῦ» ναὸς καὶ οἶκος πνευματικὸς ἀποτελεσθῶμεν, ἵν' ἐνοικήσῃ ὁ Θεὸς ἐν ἡμῖν. 1.262 Zach. III, 9-10: Ἰδοὺ ἐγὼ ὀρύσσω βόθρον, λέγει Κύριος παντοκράτωρ, καὶ