1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

83

τοῦτ' ἔστιν κάκωσις· ποιεῖ δ' αὐτὴν ὁ Θεὸς ἐπὶ ἐπιστροφῇ τῶν κακουμένων, τὰς νόσους τῆς ψυχῆς θεραπεύων ἰατρικῶς, οἷον εἰ διὰ καυτήρων καὶ τομῶν, - 3.26 δηλοῖ ἡ κακία προσηγορία τὴν χειρίστην διάθεσιν, ἐξ οὗπερ ὁ Θεὸς περὶ Νινευιτῶν εἶπεν· «Ἀνέβη ἡ κραυγὴ τῆς κακίας αὐτῶν πρός με.» Τοῦτο αὐτὸ παρίσταται καὶ ἐκ λέξεως ἀποστολικῆς περὶ ἀσεβῶν ἀνθρώπων ἐχούσης ὧδε· «Καθὼς οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα, πεπληρωμένους πάσης ἀδικίας, κακίας», καὶ τὰ ἑξῆς. 3.27 Ἑκατέρως τοίνυν ὁ ὑπακούων τῷ νόμῳ τοῦ Θεοῦ κακίαν οὐ λογίζεται ἐν καρδίᾳ τῇ ἑαυτοῦ κατὰ τοῦ πλησίον, «οὐκ ἀποδιδοὺς κακὸν ἀντὶ κακοῦ», οὐκ ἀντιδιατιθεὶς τὸν κακωτικῶς αὐτὸν διαθέντα, ἀλλ' οὐδὲ κατὰ τὸ εἶδος τῆς κακίας σημαινόμενον λογίζεταί τι κατὰ τοῦ πέλας, ἀντιπλεονεκτεῖν καὶ ἀνταδικεῖν ἐθέλων. 3.28 Τῷ μνησικακεῖν τὴν κακίαν τοῦ πλησίον ἐν τῇ ἑαυτοῦ καρδίᾳ βουλομένῳ εὐθὺς ἕπεται ἐπιόρκῳ γνώμῃ «ἀγαπᾶν ὅρκον ψευδῆ». 3.29 Πάντα ἑξῆς ἀπαγορεύσας ὁ τοῦ θείου νόμου δοτήρ, τὴν αἰτίαν τοῦ ἀπειπεῖν αὐτὰ ἐφανέρωσεν, φήσας· «Ταῦτα πάντα ἐμίσησα.» Πῶς γὰρ οὐ μισεῖ τὸν ψευδῶς τελούμενον ὅρκον ὁ ἐντελλόμενος· «Οὐ λήμψει τὸ ὄνομα Κυρίου Θεοῦ σου ἐπὶ ματαίῳ»; 3.30 Ὥσπερ δὲ ἐπιορκίαν καὶ τὰς ἄλλας ἁμαρτίας παραιτεῖται καὶ ἀποστρέφεται, μισῶν τὸ μὴ λαλεῖν ἕκαστον ἀλήθειαν τῷ πλησίον, καὶ τὸν ταράττοντα καὶ εἰρηνικὸν κρίμα μὴ ποιοῦντα καὶ τὸν ὀργίλον καὶ βαρύμηνιν λογιζόμενον κακίαν τοῦ πλησίον ἐν τῇ αὐτοῦ καρδίᾳ. Καὶ ἐν τῷ Μαλαχίᾳ συμφώνως λέγει τῷ ἐνταυθὶ γεγραμμένῳ· «Καὶ πάντα ἃ ἐμίσουν ἐποιεῖτε.» Ὡσαύτως ἐν ταῖς Παροιμίαις περὶ τοῦ πολλὰ ἁμαρτάνοντος μετ' αἰνιγμοῦ εἴρηται πρὸς ἑτέροις· «Συντρίβεται δι' ἀκαθαρσίαν ψυχῆς, ἐπεὶ χαίρει πᾶσιν οἷς μισεῖ ὁ Θεός.» Ὁ ἡδόμενος ἐφ' οἷς μισεῖ ὁ τοῦ ἀγαθοῦ Πατὴρ συντρίβεται διὰ τῆς ἑαυτοῦ ἁμαρτίας, οὔσης ἀκαθαρσίας ψυχῆς καὶ διανοίας τοῦ δρῶντος. 3.31 Zach. VIII, 18-19: Καὶ ἐγένετο λόγος Κυρίου παντοκράτορος πρός με λέγων· Τάδε λέγει Κύριος παντοκράτωρ· Νηστεία ἡ τετρὰς καὶ νηστεία ἡ πέμπτη καὶ νηστεία ἡ ἑβδόμη καὶ νηστεία ἡ δεκάτη ἔσονται τῷ οἴκῳ Ἰούδα εἰς χαρὰν καὶ εἰς εὐφροσύνην καὶ εἰς ἑορτὰς ἀγαθὰς καὶ εὐφρανθήσεσθε, καὶ τὴν ἀλήθειαν καὶ τὴν εἰρήνην ἀγαπήσατε. 3.32 Ὁ λόγος Κυρίου παντοκράτορος πρὸς ἐμὲ γενάμενος, φησὶν ὁ προφήτης, προσέταξεν νηστεῦσαι τὴν τετράδα καὶ πέμπτην καὶ ἑβδόμην καὶ δεκάτην, τοῦ μηνὸς δηλονότι· οὐ γὰρ οἷόν τε σαββάτου δεκάτην εἶναι, ὡς καὶ πρότερον ἐπεσημειωσάμεθα. Καὶ εἰκός γε περὶ τοῦ καθ' Ἑβραίους ἑβδόμου μηνὸς ταῦτα προστάττειν Κύριον τὸν παντοκράτορα, ἐν ᾧ ἡ καλουμένη ἐξιλασμοῦ καὶ ταπεινώσεως ἡμέρα ἐπιτελεῖται, ἣν ἄγουσιν Ἰουδαῖοι δημοτελῶς νηστείαν προσαγορεύοντες αὐτήν, προαγνιζομένων ἐν τῇ τετράδι καὶ πέμπτῃ καὶ ἑβδόμῃ τῶν ἐπὶ τὴν δημοτελῆ νηστείαν ἐρχομένων. 3.33 Ποσαχῶς δὲ καὶ πῶς νηστεία νόμῳ θείῳ ἄγεται, ἐν τοῖς ἔμπροσθεν ἐσαφηνίσθη· πρὸς ἐκείνοις καὶ νῦν ῥητέον ὅτι ἀφεκτέον ὥσπερ τῆς φιληδόνου τρυφῆς, οὕτω καὶ τῶν κατ' ἀλληγορίαν βλαβερῶν καὶ δηλητηρίων τροφῶν· διαδέξεται γὰρ εὐπάθεια τοὺς ἐξομολογησαμένους, καλουμένους οἶκος τοῦ Ἰούδα, χαρά, εὐφροσύνη καὶ ἀγαθαὶ ἑορταί, ἑορτάζοντας αὐτοὺς ἐν τῷ φρονεῖν καὶ πράττειν τὰ δέοντα, κατὰ τὰ ἐν Ψαλμοῖς εἰρημένα· «Φωνὴ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως ἤχου ἑορταζόντων»· καὶ πάλιν· «Συστήσασθε ἑορτὴν ἐν τοῖς πυκάζουσιν ἕως τῶν κεράτων τοῦ θυσιαστηρίου.» Τούτοις συνᾴδει τὸ ἐν ἑτέρᾳ ᾠδῇ ἀπαγγελλόμενον οὕτως· «Ἐνθύμιον ἀνθρώπου ἐξομολογήσεταί σοι καὶ ἐγκατάλειμμα ἐνθυμίου ἑορτάσει σοι.» 3.34 Ἀγαθαὶ δὲ ἑορταὶ ἐπιτελοῦνται ὅταν εἰρηνικῶς διάγῃ ἡ Ἰερουσαλὴμ ἡ πνευματική, οὖσα εἰρήνης ὅρασις, οὐχ ἱλαρῶς τῶν ἑορτῶν γινομένων ὅταν πολέμιοι κρατῶσιν. Ὅταν γὰρ οὕτως ἔχῃ τὰ πράγματα, ὁ