1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

40

λογισμοὶ χωρίζουσιν ἀπὸ Θεοῦ.» 1.394 Πρὸς τῷ πωτᾶσθαι περὶ τὰ μνήματα τὸ μνημονευθὲν ζῷον διὰ τὸ ἀκάθαρτον ὑπάρχειν καὶ χαῖρον ταῖς δυσωδίαις, ἐκ κόπρου ἀνθρωπίνης τὴν καλιὰν ἑαυτοῦ κατασκευάζει. Τί δὲ τούτῳ ἀκολουθεῖ ἢ τὸ καὶ αὐτόν, τὸν ἔποπά φημι, καὶ τοὺς νεόττους αὐτοῦ ἐν ἀκαθαρσίᾳ διάγειν; 1.395 Πρὸς τούτῳ καὶ τὰ ἀνθρώπινα ἐποπτεύων ἔσχεν τὴν ἐπωνυμίαν ταύτην· ἀνθρώπινα δέ φημι τὰς ἔριδας καὶ φιλονεικίας καὶ τοὺς ψεγομένους ζήλους, περὶ ὧν γράφει ὁ Ἀπόστολος, ἐλέγχων τοὺς ἐνεχομένους αὐτοῖς· «Ὅπου γὰρ ζῆλος καὶ ἔρις ἐν ὑμῖν, οὐχὶ ἄνθρωποί ἐστε, καὶ κατὰ σάρκα περιπατεῖτε;» 1.396 Τοὺς οὕτω σάρκας καλουμένους χαριέντως ἐρεῖς γυναῖκας εἶναι εἰς κακοσχολίας παραλαμβανούσας πεφθέντα τάχα καὶ βρωθέντα τὸν εἰρημένον κατ' ἀναγωγὴν ἔποπα, ὥστ' ἐξαμβλῶσαι τὰ ἀπὸ τοῦ φόβου συλλαμβανόμενα ἵνα μὴ ἀποτελ̣ῆται, καὶ φίλτρα ἐγεῖραι εἰς ἀκολασίαν ἄγοντα. 1.397 Τούτων τῶν γυναικῶν καὶ τῶν πτερύγων αὐτῶν ἀποσχέσθαι προσήκει τὸν ἀναλαβόντα πτέρυγας ὡς περιστερᾶς, ἐν αἷς ὁ πετασθεὶς κ̣αταπαύει, εὑρίσκων «τὸν σαββατισμὸν τὸν ἀπολειπόμενον τῷ λαῷ τοῦ Θεοῦ», νοήσεις τοῦ ἁγίου Πνεύματος τοῦ καταβάντος ἐν εἴδει περιστερᾶς ἐν τῷ Ἰορδάνῃ, ἃς ἔχει μόνος καὶ πᾶς ὁ ἀναπαυόμενος ἀνὰ μέσον τῶν δύο διαθηκῶν, κλήρων ὀνομασθεισῶν κατὰ τό· «Ἐὰν κοιμηθῆτε ἀνὰ μέσον τῶν κλήρων, πτέρυγες περιστερᾶς περιηργυρωμέναι.» Κατὰ ταύτας ἐπτερῶσθαι μακάριόν ἐστιν· ἀναλαμβάνουσιν γὰρ τὸν ἔχοντα εἰς τὸν οὐρανὸν καὶ τὰ ὑπερκόσμια. 1.398 Τῶν πτερωσθεισῶν κατὰ τὸν ἔποπα δύο γυναικῶν μετεωριζουσῶν τὸ μέτρον ἐφ' ὃ ἡ ἀνομία κάθηται ἀνὰ μέσον τοῦ οὐρανοῦ καὶ τῆς γῆς, -πεπείρανται γὰρ αὐτοῦ καὶ οἱ ἁμαρτήσαντες ἄγγελοι, καὶ οἱ ἐπίγειοι δαίμονες, καὶ ἄνθρωποι ὅσοι «φοροῦσιν τὴν εἰκόνα τοῦ χοϊκοῦ», -ἰδὼν ὁ τὴν ἀποκάλυψιν ὁρῶν μετεωριζόμενον καὶ ἀποφερόμενον τὸ μέτρον ᾧ ἐπικάθηται ἡ ἀνομία, φησὶν τῷ ἐν αὐτῷ λαλοῦντι ἀγγέλῳ· «Ποῦ αὗται ἀποφέρουσιν τὸ μέτρον;» 1.399 Ἀποκριθεὶς δὲ ὁ ἄγγελος λέγει· «Οἰκοδομῆσαι αὐτῷ οἰκίαν ἐν γῇ Βαβυλῶνος, καὶ θήσουσιν αὐτὸ ἐκεῖ ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ.» 1.400 Ποῖος γὰρ ἄλλος ἥρμοζεν τόπος τῷ ἔχοντι τὴν ἀνομίαν μέτρῳ, ἢ ἡ σύγχυσις, ἵν' ἕτοιμον εὑρίσκηται τοῖς ἐφιεμένοις αὐτοῦ; ∆ιὸ ἐκκλιτέον καὶ ἐκφευκτέον τὴν Βαβυλῶνα διὰ τὸ ἐκεῖ τεθεῖσθαι τὸ μέτρον πρὸς τὸ ἕτοιμον εὑρίσκεσθαι τοῖς ἐθέλουσιν. Κηρυκάδην οὖν ὁ θεῖος λόγος βοᾷ πρὸς τ̣ο`̣ν εἶναι σπουδαῖον θέλοντα· «Ἔξελθε ἐκ Βαβυλῶνος φεύγων ἐκ γῆς Χαλδαίων.» 1.401 Ἐπιστήσαντες τῇ ὀπτασίᾳ τοῦ προφήτου τοῖόν τε, μισήσωμεν πτέρυγας ἔχειν ἔποπος, πτερωθ̣έντες κατὰ τὸ ἅγιον Πνεῦμα· οὕτω γὰρ ῥᾷστα εἰς τὰ ὑπερουράν̣ια διαβῆναι δυνατόν.

1.402 Zach. VI, 1-8: Καὶ ἐπέστρεψα καὶ ἦρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον·

καὶ ἰδοὺ τέσσερα ἅρμ̣ατα ἐκπορευόμενα ἐκ μέσου δύο ὀρέων, καὶ τὰ ὄρη ἦν ὄρη χαλκᾶ. Ἐν τῷ ἅρματι τῷ πρώτῳ ἵπποι πυρροί, καὶ ἐν τῷ ἅρματι τῷ δευτέρῳ ἵπποι μέλανες, καὶ ἐν τῷ ἅρματι τῷ τρίτῳ ἵπποι λευκοί, καὶ ἐν τῷ ἅρματι τῷ τετάρτῳ ἵπποι ποικίλοι ψαροί. Καὶ ἀπεκρίθην καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοί· Τί ἐστιν ταῦτα, Κύριε; Κ̣αὶ ἀπεκρίθη ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ καὶ εἶπεν· Ταῦτά εἰσιν οἱ τέσσαρες ἄνεμοι τοῦ οὐρανοῦ, ἐκπορεύονται παραστῆναι τῷ Κυρίῳ πάσης τῆς γῆς· 1.403 ἐν ᾧ ἦσαν οἱ ἵπποι οἱ μέλανες, ἐξεπορεύοντο ἐπὶ γῆν βορρᾶ, καὶ οἱ λευκοὶ ἐξεπορεύοντο κατόπισθεν αὐτῶν, καὶ οἱ ποικίλοι ἐξεπορεύοντο ἐπὶ γῆν νότου, καὶ οἱ ψαροὶ ἐξεπορεύοντο καὶ ἐπέβλεπον τοῦ πορεύεσθαι καὶ περιοδεῦσαι τὴν γῆν. Καὶ περιώδευσαν τὴν γῆν. Καὶ ἀνεβόησεν καὶ ἐλάλησεν πρός με λέγων· Ἰδοὺ οἱ ἐκπορευόμενοι ἐπὶ γῆς βορρᾶ ἔπαυσαν τὸν θυμόν μου ἐν γῇ βορρᾶ. 1.404 Ἐπιστρέψας