1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

136

ὑπάρχει καὶ τὸ ἐν Ἠσαΐᾳ θεσπιζόμενον· «Καὶ ἔσται τὸ φῶς τοῦ Ἰσραὴλ ὡς πῦρ, καὶ καταφάγεται ὡσεὶ χόρτον τὴν ὕλην καὶ καταφάγεται ἀπὸ ψυχῆς ἕως σαρκῶν», τοῦτ' ἔστιν ἀπὸ γνώμης χειρίστης ἕως πράξεων φαύλων· διὰ γὰρ τῆς ψυχῆς τὴν γνώμην, διὰ δὲ τῶν σαρκῶν τὰς πράξεις ᾐνίξατο. 4.217 Οἱ τεθέντες ὡς δαλὸς πυρὸς χιλίαρχοι ἐκτελοῦσι τὸ αὐτὸ τῷ ληφθέντι ἄνθρακι ἐκ τοῦ πνευματικοῦ καὶ ἐπουρανίου θυσιαστηρίου λαβίδι ὑπὸ ἑνὸς τῶν Σαραφί· ὃν προσαγαγὼν τῷ στόματι τοῦ προφήτου ἀφεῖλεν αὐτοῦ τὰς ἀνομίας καὶ τὰ χείλη αὐτοῦ ἐκαθάρισεν. 4.218 Τίνα δὲ ἀναλίσκουσιν ὁ δαλὸς καὶ ἡ λαμπὰς τοῦ πυρὸς δεξιὰ καὶ εὐώνυμα, καιρὸς εἰπεῖν. Τὰ αὐτόθεν γνώριμα τῶν ἀσεβημάτων καὶ ἁμαρτημάτων σκαιὰ καὶ εὐώνυμα τυγχάνει· τὰ δ' ὑποδυόμενα ψευδῶς τὴν ἀρετὴν δεξιὰ εἶναι νομίζονται. Ἀμφότερα γοῦν ἀπαγορεύων, ὁ θεῖος λόγος φησίν· «Ὀρθὰς τροχιὰς ποίει σοῖς ποσίν, καὶ τὰς ὁδούς σου κατεύθυνε. Μὴ ἐκκλίνῃς εἰς τὰ δεξιὰ ἢ εἰς τὰ ἀριστερά», μηδὲ εἰς τὰς ὑπερβολὰς μηδὲ ἐλλείψεις· ἀμφότεραι γάρ εἰσι κακίαι. 4.219 Τῆς ἐλευθεριότητος-αὕτη δ' ἐστὶν ἡ κοινωνικὴ προαίρεσις-ἐναρέτου οὔσης, εὐώνυμος ἔκκλισίς ἐστιν ἡ φειδωλία, δεξιᾶς νομιζομένης τῆς ἀσωτίας ἀναλωτικῆς οὔσης χρημάτων οὐκ ἐφ' οἷς δεῖ καὶ ὡς χρή, ἀλλ' ἐπὶ θήρᾳ ἡδονῶν αἰσχρῶν. Ἐπεὶ τοίνυν καὶ ὁ φειδωλὸς καὶ ἄσωτος ἐπιτιμητέοι τυγχάνουσιν, ἀμφοτέρων καθάπτεται ὁ δαλὸς τοῦ πυρὸς καὶ ἡ λαμπάς. 4.220 ∆ιὰ πλειόνων ἡμῖν ἀποδέδεικται ὡς, μεσοτήτων οὐσῶν τῶν ἀρετῶν, αἱ ἐλλείψεις καὶ ὑπερβολαὶ αὐτῶν κακίαι τυγχάνουσιν, ἐν ᾧ ἐπεγράψαμεν περὶ ἀρετῶν λόγῳ. 4.221 Τὰ λεχθέντα δεξιὰ καὶ ἀριστερὰ σχεδὸν περὶ πάντας τοὺς ἀνθρώπους εὑρισκόμενα κύκλῳ πάντων τῶν λαῶν εἶναι εἴρηνται. 4.222 Ὅταν τιμωρίας ἀπολαύσωσιν οἱ κύκλῳ τῆς ἁγίας πόλεως λαοί, τὸ τηνικάδε καθ' ἑαυτὴν κατοικηθήσεται, φρουρουμένη ὑπὸ τοῦ οἰκοδομήσαντος καὶ ἐκλεξαμένου, κατὰ τὸ εἰρημένον περὶ τῆς ἀσφαλείας αὐτῆς· «Ὄρη κύκλῳ αὐτῆς, καὶ Κύριος κύκλῳ τοῦ λαοῦ αὐτοῦ.» Περὶ τῆς τοιαύτης φυλακῆς καὶ ἐν τῷ προκειμένῳ προφήτῃ φέρεται ὡς παντοκράτωρ «Κύριος ὡς τεῖχος πυρὸς» ἔσται περὶ αὐτήν, ὅπερ ἐν ἀρχῇ τοῦ Ζαχαρίου σεσαφήνισται, κατοικισθείσης τῆς Ἰερουσαλὴμ καθ' ἑαυτήν, φυγαδευθέντων τῶν πολεμικῶς κυκλωσάντων αὐτήν, κατὰ τὸ λεχθὲν ὑπὸ τοῦ οἰκοῦντος αὐτήν· «Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς», καὶ τὰ ἑπόμενα. 4.223 Τί δὲ ἁρμονίως ἐπιφέρεται τῷ καθ' ἑαυτὴν κατοικεῖσθαι τὴν ἱερὰν πόλιν ἢ τὸ σῶσαι Κύριον τὰ σκηνώματα τοῦ Ἰούδα ὡς ἐν ἀρχῇ, οὐκ ἄλλα ὄντα τῶν εἰδικῶν ἀρετῶν. Περὶ τούτων τὸ παροιμιῶδες θέσπισμα διαγορεύει· «Σκηναὶ κατορθούντων στήσονται.» Περὶ τοῦ προσόντος αὐτοῖς ἐρασμίου, ὁ ὑμνῳδὸς μελῳδεῖ φάσκων· «Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων.» Πῶς γὰρ οὐ ποθητὰ ἑορταζόντων ὄντα πλήρης; Φωνὴ γὰρ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως ἤχου ἑορταζόντων οὐχ ἑτέρωθι ᾄδεται ἀλλ' ἐν ταῖς τῶν δικαίων σκηναῖς. 4.224 Σῴζει δὲ τὰ σκηνώματα τοῦ Ἰούδα ὁ Κύριος ὡς ἐν ἀρχῇ πρὶν κρατήσῃ κακία καὶ δυσσέβεια τῶν ἀνθρώπων. ∆υνατὸν σῳζόμενα ὡς ἀπ' ἀρχῆς σκηνώματα εἰπεῖν ἃ περικείμεθα σώματα. Γενήσεται δὲ ἡ σωτηρία ὅταν τὸ φθαρτὸν ἡμῶν σῶμα τὸ ἄτιμον καὶ ἀσθενὲς ἐνδύσηται τὴν ἀφθαρσίαν δόξαν τε καὶ δύναμιν, ἐκ ψυχικοῦ σώματος πνευματικὸν σῶμα γινόμενον. Πολλαχοῦ ἀποδοθέντων σκηνώματα εἶναι τὰς προκοπάς, -ὁδευόντων γὰρ οἰκίαι ταῦτα, -σῴζεται ταῦτα θεόθεν ὡς ἀπ' ἀρχῆς, τῆς τελείας καταστάσεως καὶ ἀρετῆς ἐπιγινομένης. 4.225 Ὑπάρξεται τὰ εἰρημένα θεόθεν ἀγαθά, ἵν' ἐν Κυρίῳ καυχωμένου ἑκάστου τῶν σῳζομένων, οὐδενὸς ἔτι ἐφ' ἑαυτοῦ βαλλομένου ἀλλ' ἐπὶ τῷ τῶν τελείων ἀγαθῶν αἰτίῳ, τὸ καύχημα τοῦ οἴκου ∆αυὶδ μηκέτι μεγαλύνηται μηδὲ τῶν κατοικούντων Ἰερουσαλὴμ ἡ ἔπαρσις, πάντων ψαλλόντων· «Ἀγαθὸν πεποιθέναι ἐπὶ Κύριον ἢ πεποιθέναι ἐπ' ἄνθρωπον· ἀγαθὸν