1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

82

προστάττει οὓς δεῖ ποιεῖν λόγους, ὅπου δὲ παραδίδωσιν οὓς γινώσκειν καὶ θεωρεῖν προσήκει. Τὸ γὰρ λεγόμενον ὑπ' αὐτοῦ· «Μάθετε ἀπ' ἐμοῦ ὅτι πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν»· καὶ πάλιν· «Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι καθ' ἡμέραν», τοῦ πράττεσθαι χάριν εἴρηνται, ὡς αὖ καὶ τό· «Ἐλεᾶτε, καὶ ἐλεηθήσεσθε», καὶ ὅσα ἄλλα παραγγέλματα τῆς αὐτῆς ὑπάρχει δυνάμεως. 3.15 Τὸ μέντοι· «Ἐγὼ ἐν τῷ Πατρί, καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστιν», καὶ τό· «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν», καὶ ἔτι· «Ὁ ἐμὲ ἑωρακὼς ἑώρακεν τὸν Πατέρα», καὶ ὅσα ἄλλα θεολογεῖται ἐν ἀμφοτέραις ταῖς διαθήκαις, τοῦ θεωρεῖσθαι καὶ γνῶσιν αὐτῶν ἔχειν ἀληθῆ καὶ εὐσεβῆ ἐλαλήθησάν τε καὶ ἀνεγράφησαν. 3.16 ∆εῖξαν τὸ ἅγιον Πνεῦμα τίνες οἱ λόγοι οὓς δεῖ ποιεῖν, καὶ ἕκαστον ἰδίᾳ καὶ κατ' εἶδος διαγορεύει. Τὸ γάρ· «Ἕκαστος ἀλήθειαν λαλείτω πρὸς τὸν πλησίον», ἵν' οὕτω πράττηται γέγραπται. Ὅπερ σαφηνίζων ὁ ἐν Χριστῷ Παῦλος προτρέπεται τοὺς πιστοὺς εἰς τὴν τήρησιν τῆς ἐντολῆς, φήσας ἀριδηλότατα· «Ἀποθέμενοι τὸ ψεῦδος, λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον ἑαυτοῦ.» 3.17 Καὶ πρὸ τοῦ Ἀποστόλου δὲ παραδέδωκεν ὁ Σωτὴρ τὸ ἀνωμότως ἀληθεύειν, εἰπών· «Ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλως, ἀλλ' ἔστω ὑμῶν τὸ ναὶ ναί, καὶ τὸ οὒ οὔ.» Μάλιστα δὲ τοῦτο φυλάττεται ἑκάστου λαλοῦντος ἀλήθειαν πρὸς τὸν πλησίον· οὕτω γὰρ πᾶς ψευδὴς λόγος καὶ ὅρκος οἰχήσεται, ᾧ ἕπεται ἀκριβεστάτη καὶ τελεία φιλαλληλία. 3.18 Πρὸς τῷ ἀλήθειαν λαλεῖν πρὸς τὸν πλησίον ἑαυτοῦ ἕκαστον, καὶ κρίμα εἰρηνικὸν γενήσεται, οὐ διαστασιαζόντων ἔτι καὶ πλεονεκτεῖν καὶ ἀδικεῖν τῶν ἀνθρώπων σπουδαζόντων. Πῶς γὰρ οἴονται ἔτι μάχας καὶ ἀδικίας ἐγείρεσθαι, ἑκάστου ἀλήθειαν πρὸς τὸν πλησίον ἀπαγγέλλοντος; 3.19 Ταὐτὸν τὸ εἰρηνικὸν τῷ δικαίῳ κρίματι τυγχάνει, περὶ οὗ διὰ πλειόνων θεωρία ἐν τοῖς πρότερον γεγένηται. 3.20 Λέγει δὲ τὸ τοιοῦτο κρίμα οὐκ ἐνταῦθα μόνον, ἀλλὰ καὶ ἐν ἑτέραις γραφαῖς, ἐν ταῖς τῶν Ἑβραίων πύλαις τελεῖσθαι. Εἴρηται γὰρ ἐν ἑτέρῳ προφήτῃ· «Ἐμίσησαν ἐν πύλαις ἐλέγχοντα, καὶ λόγον ὅσιον ἐβδελύξαντο», οἱ ἀσεβεῖς δηλονότι. Περὶ γὰρ αὐτῶν τὸ παροιμιῶδες θέσπισμα διαγορεύει· «Μὴ ἔλεγχε κακούς, ἵνα μὴ μισῶσίν σε.» Βδελύσσονται γὰρ τὸν ὅσιον λόγον, οὐ πράττοντος τοῦτο τοῦ ἀπαρχομένου ἔχειν σοφίαν· ἀγαπᾷ γοῦν τὸν ἐλέγχοντα καὶ τὸν γνωρίζοντα τὸ μὴ πρακτέον τῷ σπεύδοντι εἶναι δικαίῳ. 3.21 Καὶ ἐπεὶ ἀεὶ μισοῦσιν τοὺς πεπιστευμένους τὸ ἐλέγχειν ἐν πύλαις, ἐπαγγέλλεται ὁ λόγος ἀποκαταστήσειν ἐν πύλαις κρίμα ἐπὶ τὸ ἀγαθὸν καὶ ὠφέλιμον, μεταβολῆς γινομένης. 3.22 Ζητήσειεν ἄν τις τίνος ἕνεκα οὐκ ἐν ἑτέρῳ τόπῳ ἢ μέρει τῆς πόλεως, ἀλλ' ἐν ταῖς πύλαις αὐτῆς τὰ κρίματα καὶ οἱ ἔλεγχοι ἐτελοῦντο. Πρὸς ὃ λεκτέον ἐνδόξως καὶ πιθανῶς, ἐπεὶ διὰ τῆς πύλης ἔξοδος γίνεται ἀπὸ τῆς πόλεως καὶ εἴσοδος εἰς αὐτήν, εἰκότως ἐκεῖ καθέζεσθαι τοὺς κριτὰς ἐπὶ τῷ ἐξετάζειν τοὺς βίους τῶν πολιτῶν, ἵνα τοὺς ἐλεγχομένους ἐφ' οἷς ἐγκαλοῦνται ῥᾷστα ἐκβάλλωσιν, τῶν καθαρὰν πολιτείαν ἐχόντων ἐκ τῶν ἐλέγχων φανερωθεῖσαν ἔνδον μενόντων καὶ ἔτι μᾶλλον ἔνδον γινομένων τοῦ ἄστεως. 3.23 Πρὸς διάνοιαν ἀνηγμένην, ταύτης ἠξίωνται τῆς προεδρίας καὶ τῆς τοῦ κρίνειν καθέδρας οἱ ὑπὸ Ἰησοῦ λαβόντες «τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν», ἵνα τοὺς ἄξια τοῦ δεθῆναι δεδρακότας ἔξω βάλλωσιν, τοὺς δὲ μὴ σφιγχθέντας δέσμοις τῆς ἁμαρτίας, ἀλλὰ στερομένους αὐτῶν, εἰσαγάγωσιν. 3.24 Τότε δὲ μάλιστα τὸ εἰρηνικὸν ἐπιτελεῖται κρίμα, ὅταν «ἕκαστος τὴν κακίαν τοῦ πλησίον μὴ λογίζηται», ἀμνησικακίαν ἄκραν κατορθώσας. 3.25 ∆ιττοῦ ὄντος τοῦ τῆς κακίας τρόπου, -σημαίνεται γὰρ ἐκ τοῦ ὀνόματος ὁτὲ μὲν ἡ ἐναντίως ἔχουσα πρὸς τὴν ἀρετήν, χειρίστη ἕξις οὖσα, ὁτὲ δὲ ἡ κακωτικὴ ἀγωγή, ὡς ἔχει ἐν τῷ· «Εἰ ἔστιν κακία ἐν πόλει ἣν Κύριος οὐκ ἐποίησεν»,