1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

147

ἡμᾶς εἰς ἀναψυχήν.» 5.10 Ἰσοδυναμούντως καὶ ἐν Ἠσαΐᾳ πρὸς τὸν εὐεργετούμενον ὁ βοηθῶν λέγει· «Μὴ φοβοῦ, ὅτι μετὰ σοῦ εἰμι· καὶ ἐὰν διέρχῃ δι' ὕδατος, ποταμοὶ οὐ συγκλύσουσίν σε· καὶ ἐὰν διαβαίνῃς διὰ πυρός, φλὸξ οὐ κατακαύσει σε, ὅτι μετὰ σοῦ εἰμι.» Πότε δέ τις διὰ πυρὸς διερχόμενος ἀβλαβὴς μένει, ἢ ὅτε τὴν Θεοῦ φωνὴν κέκτηται περὶ ἧς εἴρηται· «Φωνὴ Κυρίου διακόπτοντος φλόγα πυρός»; Ὡς γὰρ διαιρεθείσης τῆς Ἐρυθρᾶς θαλάσσης τῇ ἁγίᾳ ῥάβδῳ διέβη ὁ λαὸς χωρὶς πάσης ζημίας, οὕτω τῆς φλογὸς τοῦ πυρὸς διακοπτομένης καὶ διαιρουμένης ἄνευ τοῦ ὑπὸ φλογὸς κατακαῆναι ἡ διάβασις ἀνύεται. 5.11 Τὸ ὑπολειφθὲν τρίτον ἐν τῇ πληθύϊ τῇ ἑβραϊκῇ, τῶν δύο μερῶν ὀλεθρευθέντων καὶ ἐκλειψάντων, ἐδοκιμάσθη κατὰ τὸ νοητὸν χρυσίον τε καὶ ἀργύριον διὰ πυρὸς διαβάν. Τούτῳ παραπλησίως ἐν τῇ Σοφίᾳ φέρεται· «Ὡς δοκιμάζεται ἐν καμίνῳ χρυσίον καὶ ἀργύριον, οὕτως ἐκλεκταὶ καρδίαι παρὰ Θεῷ.» Τὴν αὐτὴν νόησιν ἔχει καὶ ὃ γράφει ὁ ἀπόστολος Πέτρος ἐν τῇ κατ' αὐτὸν ἐπιστολῇ, προτρεπόμενος γενναίως καὶ μεγαλοψύχως φέρειν τὰ θλιβερά, μάλιστα τὰ ὑπὲρ τῆς πίστεως. 5.12 Ἔχει δὲ ἡ λέξις αὐτοῦ οὕτως· «Ἐν ᾧ ἀγαλλιᾶσθε, εἰ δέον λυπηθέντες ἐν ποικίλοις πειρασμοῖς, ἵνα ᾖ τὸ δοκίμιον τῆς πίστεως ὑμῶν πολυτιμότερον χρυσίου διὰ πυρὸς δοκιμαζομένου· οὕτω γὰρ εὑρεθήσεται εἰς ἔπαινον καὶ δόξαν.» Συμφώνως φέρεται καὶ Ἰάκωβος προσφωνῶν τοῖς μαθηταῖς τοῦ εὐαγγελίου· «Πᾶσαν χαρὰν ἡγήσασθε, ἀδελφοὶ ἀγαπητοί, ὅταν πειρασμοῖς περιπέσητε ποικίλοις, γινώσκοντες ὅτι τὸ δ̣οκίμιον ὑμῶν κατεργ̣άζεται ὑπομονήν· ἡ δὲ ὑπομονὴ ἔργον τέλειον ἐχέτω, ἵνα ἦτε τέλειοι καὶ ὁλόκληροι, ἐν μηδενὶ λειπόμενοι.» 5.13 Οὕτω γὰρ διατεθέντες οἱ πρὸς οὓς ὁ λόγος, πυρωθέντες ὡς τὸ ἀργύριον κατὰ τὸν λόγον καὶ δοκιμασθέντες ὡς τὸ χρυσίον κατὰ τὸν νοῦν ἑαυτῶν, ἕξουσιν τὸν Θεὸν ἐπακούοντα, ἐπικαλούμενοι τὸ ὄνομα αὐτοῦ, ὡς αὐτοὺς μὲν λαὸν χρηματίσαι τοῦ εὐεργέτου, αὐτὸν δὲ Θεὸν αὐτῶν. 5.14 Βασανιστέον καὶ ἑτέρως τὸ ἐκκείμενον ῥητόν. Ἐν τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ, εἰσί τινες δεισιδαιμονοῦντες καὶ ἄλλοι παρ' αὐτοὺς ἰουδαΐζοντες, ὡς αὖ καὶ γνησίως θεοσεβοῦντες, ἐν οἷς σοφίαν λαλοῦσιν τελείοις οὖσιν οἱ ἀπόστολοι, προκοψάντων πάντων ὡς φθάσαι «εἰς ἄνδρα τέλειον εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τῆς γνώσεως τοῦ Υἱοῦ τοῦ Θεοῦ». 5.15 Ἐκλείψει τὰ δύο μέρη ὀλοθρευόμενα, ἵνα μηκέτι δεισιδαιμονῶσιν ἢ ἰουδαΐζωσιν κατὰ τοὺς ἐβιωναίους. Τούτ̣ου γὰρ ἀνυσθέντος, οἱ τέλειοι τῆς Ἐκκλησίας μόνοι ὑπολειφθήσονται ἐν αὐτῇ, ἵνα αὐτοὶ μὲν «Θεοῦ λαὸς» χρηματίσωσιν, αὐτὸς δὲ «αὐτῶν Θεὸς» ὁμολογηθῇ. 5.16 Ἐπίστησον ἀκριβῶς εἰ καὶ τρίτη θεωρία λεχθῆναι δύναται εἰς τὰ προκείμενα. Ἑκάστη τῶν ἀρετῶν μέση κεῖται κακιῶν δύο, ὑπερβολῆς καὶ ἐλλείψεως· ἡ ἀνδρεία καὶ ἡ σωφροσύνη, ἣ μὲν μέση ἐστὶν θρασύτητος καὶ δειλίας, ἣ δὲ ἀκολασίας καὶ ἠλιθιότητος, ὡς αὖ ἡ εὐσέβεια ὑπ̣ερβολὴν̣ ἔχει τὴν δεισιδαιμονία̣ν, ἔλλειψιν δὲ τὴν ἀσέβειαν. Ὁμοίως καὶ ὁ ἐλευθέριος κ̣οινωνικὸς καὶ μεταδοτικὸς ὑπάρχων̣ ἕξ̣ιν ἔχει βελτίστην, ἧς ἀσωτία ὑπερβολή, ἔλλειψις δὲ φειδωλία̣. 5.17 Καὶ ἐπεὶ τῶν ἁμαρτανόντων οἳ μὲν κατὰ τὰς ὑπερβολάς, θρασύτητα, δεισιδαιμονία̣ν, ἀσωτίαν πεποίωνται, οἳ δὲ κατὰ τὰς ἐλλείψεις, ἀσέβειαν, δειλίαν, φειδωλίαν, ἀναγκαίως τὰ δύο τάγματα καὶ μέρη ταῦτα ὀλοθρεύεται καὶ ἐκλείπει τιμωρίᾳ ὑποπεσόντα, τοῦ τρίτου τελειουμένου, πυρουμένου καὶ δοκιμαζομένου κατὰ τὸ ἀργύριον καὶ τὸ χρυσίον, ἅ ἐστιν λόγος καὶ νοῦς, τῷ κατὰ τὰς ἀντακολουθούσας ἀρετὰς δεδοκιμάσθαι καὶ τετελειῶσθαι ὑπερβεβηκότος τὰς ἐλλείψεις καὶ ὑπερβολάς. 5.18 Ῥηθείη ἐκ περιουσίας καὶ ἑτέρα ἐπιστημονικὴ νόησις οὕτως· «οἱ φοροῦντες τὴν εἰκόνα τοῦ χοϊκοῦ», ὑλικῆς προαιρέσεως μετέχοντες, ἀκάθαρτοι τυγχάνουσι, προσεοικότες τῇ πρός τινων λεγομένῃ ἀορίστῳ δυάδι. Καὶ κατὰ τὴν γραφὴν γοῦν τὰ ἀκάθαρτα τῶν ζῴων δύο δύο παραλαμβάνονται, τῶν καθαρῶν οἰκειουμένων τῇ