1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

38

ἁπλῶς ἐν τῷ μέτρῳ, ἀλλ' ἐν τῷ μέσῳ αὐτοῦ ἡ ὀφθεῖσα γυνή, ἢ ὅτι τὸ μέσον πάσης κακίας προκατείληφεν, ἄρχουσα τυραννικῶς. 1.373 Εἰς τὸ στόμα δὲ αὐτῆς ῥίπτεται τὸ ἐξαιρόμενον τάλαντον τοῦ μολίβου. Λόγος δ' ἐστὶν οὗτος ἐπαχθὴς καὶ κατωφερὴς κ̣αὶ λαμπρότητος ἐστερημένος, ἀντικειμένως ἔχων τῷ λ̣όγῳ τοῦ ἀρετὴν κεκτημένου· «ἄργυρος γάρ, φησίν, πεπυρωμ̣ένος γλ̣ῶσσα δικαίου.» 1.374 Ὁ γὰρ περὶ τῆς ὀρθοδόξου γνώμης καὶ πρακτικῆς ἀρετῆς πολὺ τὸ τίμιον καὶ λαμπρὸν ἔχει, ἀλλ' οὐχ ὁ ἐν τῷ στόματι τῆς ἀνομίας, ἅτε δὴ βαρὺς καὶ κατωφερὴς τυγχάνων, μάλιστα ὅτι δολερὸς καὶ πεπανουργευμένος ἐστίν. Τοιοῦτος ἦν καὶ ὁ τοῦ μάγου Ἐλύμα «σὺν πάσῃ ῥᾳδιουργίᾳ καὶ παντὶ δόλῳ» προφερόμενος. 1.375 Οὐ δεῖ δὲ παράδοξον ἡγεῖσθαι εἰ τάττεται ἡ γυναικὸς προσηγορία κατὰ χειρίστης ἕξεως καὶ φαύλης γνώμης καὶ τῆς ἐμποιούσης τὰ τοιαῦτα πονηρᾶς δυνάμεως. Ὥσπερ γὰρ ὧδε ἡ ἀνομία γυνὴ εἴρηται, οὕτως ἐν ταῖς θείαις Παροιμίαις ἡ ἀφροσύνη γυνὴ ὠνομάσθη. 1.376 Ἔχει δὲ τὸ περὶ τούτου ῥητὸν οὕτως, ἐκ προσώπου τοῦ σοφοῦ ἀπαγγελλόμενον πρὸς τὸν ἀκροατήν· «Υἱέ, ἐμῇ σοφίᾳ πρόσεχε, ἐμοῖς δὲ λόγοις παράβαλλε σὸν οὖς, ἵνα φυλάξῃς ἔννοιαν ἀγαθήν· αἴσθησιν δὲ ἐμῶν χειλέων ἐντέλλομαί σοι. Μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πορνῆς, ἣ πρὸς ὀλίγον γλυκαίνει σὸν φάρυγγα· ὕστερον δὲ πικρότερον χολῆς εὑρήσεις.» Καὶ μετ' ὀλίγα· «Τῆς γὰρ ἀφροσύνης οἱ πόδες κατάγουσιν μετὰ θανάτου εἰς τὸν ᾅδην.» 1.377 Καὶ περὶ τῆς ἀκολασίας ἐν αὐτῇ τῇ τῶν Παροιμιῶν βίβλῳ ὡς περὶ γυναικὸς εἴρηται ὡς ἐνεδρεύει ὅταν σκότος καὶ ζόφος ᾖ παρὰ γωνίαν ἵν' ἀπατήσῃ καὶ βλάψῃ τὸν ἐνδεῆ φρενῶν νεανίαν. Εἴδει γὰρ πορνικῷ ἐπιφανεῖσα, στωμύλους λόγους προφέρουσα, φησίν, ᾧ φενακίσαι θέλει ἀναιδεῖ προσώπῳ προσφθεγγομένη αὐτόν, ἅτε ἀνεπτερωμένη οὖσα καὶ ἄσῳτος, ἵν' ἐξάψῃ τὴν καρδίαν τοῦ νέου· 1.378 «Θυσία εἰρηνική μοί ἐστιν σήμερον, ἀποδίδωμι τὰς εὐχάς μου, ἕνεκεν τούτου ἐξῆλθον εἰς ὑπάντησίν σου, ποθοῦσα τὸ σὸν πρόσωπον ηὑ´̣ρηκά σε.» Καὶ μεθ' ἕτερα· «∆εῦρο καὶ ἐγκυλισθῶμεν ἔρωτι, δεῦρο καὶ ἀπολαύσωμεν φιλίας ἕως ὄρθρου.» Μετὰ τοὺς τοιούτους στωμύλους λόγους καὶ τοὺς ἑξῆς συνημμένους, ὁ σοφός φησιν· «Ἀπεπλάνησεν αὐτὸν πολλῇ ὁμιλίᾳ», ἢ «ὡμυλίᾳ», ὡς ἔχει ἔνια τῶν ἀντιγράφων, «βρόχοις δὲ τοῖς ἀπὸ χειλέων ἐξώκειλεν αὐτόν». 1.379 Ὅμως εἰ καὶ ἐπλανήθη ὁ νεανίας, ἀλλὰ πάλιν ὁ διδάσκαλος διεγείρει αὐτόν· «Μὴ πορευθῇς ἐν ὁδῷ μετ' αὐτῆς. Ὁδοὶ ᾅδου ὁ οἶκος αὐτῆς κατάγουσαι εἰς ταμίεια θανάτου· πολλοὺς γὰρ τρώσασα καταβέβληκεν, καὶ ἀναρίθμητοί εἰσιν οὓς πεφόνευκεν.» 1.380 Ὅνπερ δὲ τρόπον γυναῖκες ὀνομάζονται αἱ κακίαι, οὕτω καὶ αἱ ἀρεταί. Ὁ σοφὸς γοῦν περὶ τῆς σοφίας λέγει· «Ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς, καὶ ἤγαγον αὐτὴν πρὸς συμβίωσιν ἐμαυτῷ.» Περὶ τοῦ οὕτως ἠγμένου αὐτὴν γαμετῆς δίκην διαγορεύει τὸ παροιμιῶδες θέσπισμα τόδε· «Ἡ σοφία τίκτει ἀνδρὶ φρόνησιν.» 1.381 Τούτῳ τῷ ἀνδρὶ προστάττεται· «Περιχαράκωσον αὐτὴν καὶ ὑψώσει σε· τίμησον αὐτὴν ἵνα σε περιλάβῃ.» Πρὸς τὸν ἐκ τῆς ἀρετῆς τεκνώσαντα σπουδαῖον ἄνδρα ἀποτείνεται τὸ ἅγιον Πνεῦμα φάσκον· «Ἡ γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα ἐν τοῖς κλίτεσιν τῆς οἰκίας σου· υἱοί σου ὡς νεόφυτα ἐλαιῶν κύκλῳ τῆς τραπέζης σου.» Ὅτι δὲ οὐ περὶ θνητῆς γυναικὸς καὶ τῶν υἱῶν αὐτῆς ταῦτα θεσπίζεται, ὁ ἐπιφε̣ρόμενος στίχος δηλοῖ· «Ἰδοὺ οὕτως εὐλογηθήσεται ἄνθρωπος ὁ φοβου´̣μενος τὸν Κύριον.» 1.382 Εἰ γὰρ ἀνθρωπίνως τις ἐκλαμβάνοι τὰ τοιαῦτα, πολλ̣οὶ τῶν μεγάλων ἁγίων εὐλαβέστατοι ὄντες οὐκ ἔσχον τὴν εὐλογίαν, οὐ συνοικήσαντες γυναιξίν, τεκνώσαντες οὐδαμ̣ῶς̣. Ἀρκεῖ δὲ πρὸς πληροφορίαν παραγαγεῖν Ἠλίαν τὸν μέγαν προφήτην κ̣αὶ Ἐλισαῖον, τὸν κατὰ θεοσέβειαν ὄντα αὐτοῦ υἱὸν πνευματικόν, τ····· περὶ Ἰωάννου τοῦ βαπτιστοῦ φάναι· καὶ ἕτεροι δέ εἰσιν πλ̣είονες ἀγαμίᾳ σχολάσαντες, ἵνα «μεριμνῶσιν τὰ τοῦ Κυρίου». 1.383 Ὅλ̣ας γὰρ πολλὰς χιλιάδας