1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

42

ὀπτασίᾳ ἑπόμενοι τῷ ἐπιβεβηκότι ἐπὶ ἵππον πυρρὸν ἀνδρί· διό, ἐκείνοις ἀρκούμενοι, τὰ περὶ τῶν εἰρημένων νῦν οὐ φερόμενα ἐν τῇ πρώτῃ θεωρίᾳ θεωρητέον. 1.407 ∆ύο χαλκᾶ ὄρη εἴρηται ἀφ' ὧν ἐκ τοῦ μέσου τὰ ἅρματα ἐξεπορεύθη. Καὶ ὅρα εἰ διὰ τοῦ χαλκοῦ δηλοῦται ἡ περίτρανος φράσις πολὺ τὸ ἐξηχεῖν ἔχουσα. Ταύτη δὲ χρῶνται οἱ σοφιστικοὶ κα̣ι`̣ αἱρετικοὶ διδάσκαλοι, γινόμενοι «χαλκὸς ἠχῶν καὶ κύμβαλον ἀλαλάζον», διὰ τὸ στέρεσθαι τῆς θείας ἀγάπης τῆς πρὸς τὸν Θεόν. Ὅπερ ὑπειδόμενος ὁ θεσπέσιος Ἀπόστολος γράφει·»Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων καὶ τῶν ἀγγέλων λαλῶ, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον.» 1.408 ∆ηλοῖ δὲ ἡ ὕλη αὕτη καὶ τὴν ἀναίδειαν, ὡς καὶ τὸ ἀνυπότακτον καὶ ἀκαμπὲς ὁ σίδηρος, ὡς τὸν Θεὸν ἐλεγκτικώτατα πρὸς τὸν ἀπηρυθριακότα καὶ ὄψιν πόρνης ἐσχηκότα καὶ πρὸς πάντας ἀπηναισχυντηκότα καὶ μὴ ὑποβάλλοντα ἑαυτὸν τῷ χρηστῷ τοῦ Ἰησοῦ ζυγῷ· «Γινώσκω ἐγὼ ὅτι σκληρὸς εἶ σύ· καὶ τὸ μέτωπόν σου χαλκοῦν, καὶ τὸ νεῦρον τοῦ τραχήλου σου σιδηροῦν.» 1.409 ∆ύο δὲ εἴρηται τὰ ὄρη τὰ χαλκᾶ διὰ τὸ διττὸν τῶν ἐπαιρομένων κατὰ τῆς γνώσεως τοῦ Θεοῦ ὑψωμάτων. Ἔστιν γὰρ ψευδοδοξεῖν καὶ περὶ τὴν πρακτικὴν ἀρετὴν καὶ τὴν διανοητικήν, οὐκ ἄλλην οὖσαν τῆς γνώσεως τῆς ἀληθείας· ἀσεβοῦσι γὰρ οἱ ἀπὸ τῶν αἱρέσεων περὶ ἀμφότερα τὰ εἴδη τῆς ἀρετῆς. 1.410 Τῶν μελάνων ἵππων διὰ τὸ σκεύη ὀργῆς εἶναι ἐκπορευομένων ἀπὸ τοῦ βορρᾶ, «ἀφ̣' οὗ ἐκκαίεται τὰ κακὰ ἐπὶ τοὺς κατοικοῦντας τὴν γῆν», οἱ λευκ̣οὶ ἵπποι ὀπίσω αὐτῶν ἐρχόμενοι ἐδείχθησαν. Οὗτοι δ' εἰσὶν οἱ τῶν ἱλαρῶν καὶ εὐφροσύνης ποιητικῶν καὶ ἐπωφελῶν πραγμάτων διάκονοι. Ἐπεὶ γὰρ αἱ κολάσεις ὑπὲρ βελτιώσεως τ̣ῶν παραδιδομένων αὐταῖς ἐπάγονται, ἁρμονίως ὀπίσω ἐ´̣ρ̣χ̣ονται, μετ' αὐτὰς δηλονότι, ὑφαίνοντες καὶ εὐαγγελιζόμενοι τὰ λαμπρὰ καὶ φωτοειδῆ. 1.411 Τούτων πεῖραν λαβοῦσα ψυχὴ τῷ ἐν συναισθήσει γεγονέναι, ἀριδηλότατα βοᾷ πρὸς τὴν ἐφηδομένην τῇ ἀπωλείᾳ τῶν βλαπτομένων· «Μὴ ἐπίχαιρέ μοι, ἡ ἐχθρά μου, ὅτι πέπτωκα· πάλιν ἀναστήσομαι», δηλαδὴ μετανοήσασα. Εἰ γὰρ καὶ πεσοῦσα τιμωρίᾳ ὑπεβλήθην ὀργῇ Θεοῦ, ἀλλ' οὖν ὑπομείνασα καὶ τὴν ὀργὴν τὴν ἐπαχθεῖσαν γενναίως ἐνεγκοῦσα, εἰς ἱλαρὰν κατάστασιν καὶ εὐφραίνουσαν διαγωγὴν ἐλθοῦσα, φημί· 1.412 «Ὀργὴν Κυρίου ὑποίσω, ὅτι ἥμαρτον αὐτῷ, ἕως οὗ δικαιώσῃ τὴν κρίσιν μου· καὶ ἀποίσει τὸ κρίμα μου, καὶ ἐξάξει με εἰς τὸ φῶς, ὄψομαι τὴν δικαιοσύνην αὐτοῦ.» Κἂν γὰρ βελτιώσεως καὶ ὠφελίας ἕνεκα ὀργισθῇ Θεός, οὐκ ἀεὶ τοῦτο ποιεῖ· λέγει γοῦν· «Ὅταν ὀργὴ τοῦ θυμοῦ γένηται, πάλιν ἰάσομαι.» 1.413 Ὁ ἐκ τῆς τοιαύτης προνοίας ὠφεληθεὶς χαριστηρίως λέγει τῷ ὑπὲρ σωτηρίας κακώσει πρὸς ὀλίγον ὑποβαλόντι· «Εὐλογήσω σε, Κύριε, ὅτι ὠργίσθης μοι εἰς σωτηρίαν· ἀπέστρεψας τὸ πρόσωπόν σου καὶ ἠλέησάς με.» 1.414 Τῶν μελάνων ἵππων ἀπὸ τῆς γῆς τοῦ βορρᾶ ἐληλυθότων ἵν' ἀναπαύσωσιν τὸν θυμὸν Κυρίου, ἀπὸ τοῦ νότου ὤφθησαν ἐρχόμενοι οἱ ποικίλοι καὶ ψαροί· ἀπ' ἐκείνου δηλαδὴ περὶ οὗ ἐν τῷ Ἄισματι τῶν Ἀισμάτων ἡ νύμφη πρὸς τὸν ἑαυτῆς νύμφιον· «Ἔρχου, νότε», ἀποπεμφθέντος ὑπ' αὐτῆς τοῦ ψυχροῦ βορέα καὶ ἀνέμου σκληροῦ. Ἔχει δ' οὕτως ἡ λέξις τῆς νύμφης· «Ἐξεγείρου, βορρᾶ, καὶ ἔρχου, νότε· διάπνευσον κῆπο´̣ν μου, καὶ ῥευσάτω ἀρώματά μου.» Λόγοι δ' ἀγαθοὶ καὶ νοήματα εὐσεβῆ εἰσι τὰ ἀρώματα. 1.415 Ἡρμηνεύθη ἐν τοῖς πρότερον τίνες οἱ ποικίλοι ἵπποι, καὶ διὰ τί οὕτως εἴρηνται. Πάντες δὲ οἱ ἵπποι παρεστήκασιν τῷ Κυρίῳ πάσ̣η̣ς̣ τῆς γῆς, ἕτοιμοι τυγχάνοντες πρὸς τὸ περιοδεῦσαι πᾶσαν τὴν γῆν καὶ ἐκτελεῖν ἃ προστάττει ὁ Κύριος πάσης τῆς γῆς, μᾶλλον δὲ πάσης τῆς κτίσεως. 1.416 Τοῦ πρώτου τόμου περιγραφέντος εἰς τὰς φανείσας ὀπτασίας τοῦ προφήτου Ζαχαρίου τοῦ φωτεινῶς καθορῶντος, ἀρκτέον τοῦ δευτέρου ἀπὸ τῆς ἑξῆς λέξεως οὕτως ἐχούσης.