1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

128

καὶ ἄρχων εἷς ἔσται πάντων αὐτῶν εἰς βασιλέα, καὶ οὐκ ἔσονται ἔτι εἰς δύο ἔθνη οὐδὲ μὴ διαιρεθῶσιν οὐκέτι εἰς δύο βασιλείας.» 4.139 Καὶ μεθ' ἕτερα· «Καὶ καθαριῶ αὐτούς, καὶ ἔσονταί μοι εἰς λαόν, καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς Θεόν. Καὶ ὁ δοῦλός μου ∆αυὶδ ἄρχων ἐν μέσῳ αὐτῶν, καὶ ποιμὴν εἷς ἔσται πάντων, ὅτι ἐν τοῖς προστάγμασίν μου πορεύσονται καὶ τὰ κρίματά μου φυλάξονται καὶ ποιήσουσιν αὐτά. Καὶ κατοικήσουσιν ἐπὶ τῆς γῆς αὐτῶν, ἣν ἐγὼ ἔδωκα τῷ δούλῳ μου Ἰακώβ.» 4.140 Καὶ μετ' ὀλίγα· «Καὶ ∆αυὶδ ὁ δοῦλός μου ἄρχων αὐτῶν εἰς τὸν αἰῶνα. Καὶ διαθήσομαι αὐτοῖς διαθήκην εἰρήνης, διαθήκη αἰωνία ἔσται μετ' αὐτῶν· καὶ θήσω τὰ ἅγιά μου ἐν μέσῳ αὐτῶν εἰς τὸν αἰῶνα. Καὶ ἔσται ἡ κατασκήνωσίς μου ἐν αὐτοῖς, καὶ ἔσομαι αὐτοῖς Θεός, καὶ αὐτοὶ ἔσονταί μου λαός. Καὶ γνώσονται τὰ ἔθνη ὅτι ἐγώ εἰμι Κύριος ὁ ἁγιάζων αὐτοὺς ἐν τῷ εἶναι τὰ ἅγιά μου ἐν μέσῳ αὐτῶν εἰς τὸν αἰῶνα.» 4.141 Φανείσης τῆς συμφωνίας τοῦ προφητικοῦ αἰνίγματος πρὸς τὴν διαίρεσιν τῆς μιᾶς ἀρχῆς εἰς δύο βασιλείας καὶ τῆς τούτων εἰς μίαν ἀρχὴν ἀποκαταστάσεως κατὰ τὴν τοῦ Ὠσῆε προφητείαν, ἀκόλουθον μετὰ τὴν ἱστορίαν ἀνηγμένως νοῆσαι τὰ περὶ τῶν δύο ῥάβδων ὧν ἔλαβεν ἑαυτῷ ὁ τοῦ ἀνθρώπου υἱός. 4.142 Σημαίνεσθαι γὰρ δι' αὐτῶν ἡγητέον τὰς κλήσεις τῶν δύο λαῶν, τοῦ τε ἀπὸ τῶν ἐθνῶν καὶ τῶν ἐκ περιτομῆς, συνδεθεισῶν εἰς ἓν σκῆπτρον βασιλείας, κατὰ τὴν διάνοιαν τῆς ἀποστολικῆς γραφῆς, οὕτως ἐχούσης· «Αὐτός ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιῶν τὰ ἀμφότερα ἓν καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, ἵνα τοὺς δύο κτίσῃ ἐν αὐτῷ εἰς ἕνα καινὸν ἄνθρωπον», τὸν ἕλληνα καὶ ἰουδαῖον. 4.143 Ὅτε μὲν γὰρ ὃ μὲν ἰουδάϊζεν ὃ δὲ ἡλλήνιζεν, δύο ῥάβδοι καὶ δύο ἄνθρωποι ὑπῆρχον ἐκ τῆς διαφόρου θρησκείας διῃρημένοι, ὡς μὴ ὑπὸ ἕνα βασιλέα εἶναι. Ἡνίκα δὲ ἐπέλαμψεν ὁ ἀληθινὸς ἡγούμενος πρὸς ὃν οἱ ἅγιοί φασιν· «Ἡ βασιλεία σου βασιλεία πάντων τῶν αἰώνων», τὸ τηνικάδε εἷς λαὸς οἱ πάντες ἄνθρωποι ἀπεδείχθησαν, ὑπὸ ἕνα Θεὸν καὶ βασιλέα κληθέντες «εὐαγγελισάμενον εἰρήνην τοῖς μακρὰν καὶ εἰρήνην τοῖς ἐγγύς», ἵν' ἐν πνεύματι ἀμφότεροι μία βασιλεία κατασκευασθῶσιν ὑπὸ τὸν ἕνα Θεὸν καὶ βασιλέα ὑπάρχοντες. 4.144 Καὶ ὁ μὲν ἀπὸ τῶν ἐθνῶν κληθεὶς λαὸς ῥάβδος ἐστὶν ἐφ' ᾗ ἐγράφη Ἰούδας ὁ ἐξομολογούμενος, ὁ δὲ ἐκ περιτομῆς τὸ σκῆπτρόν ἐστιν τὸ τῷ Ἰωσὴφ ἀνακείμενον. Ἕκαστα τῶν ἐν τῷ αἰνίγματι τῶν δύο ῥάβδων λεπτομερῶς καὶ καθ' αὑτὰ σαφηνισθείη ἐν τοῖς εἰς τὸν Ἰεζεκιήλ, εἰ καλέσοι Θεὸς ἀγαθότητι τῇ ἑαυτοῦ καὶ εἰς αὐτὰ εἰπεῖν, ὡς δὲ πρὸς τὴν παροῦσαν χρείαν φαμὲν πρὸς ἀλληγορίαν. 4.145 Τῶν δύο γεναμένων εἰς μίαν ῥάβδον ἀρχῶν, εἷς ὑπὸ τοῦ Πατρὸς ἠγέρθη ὁ κατὰ σάρκα ἐκ τοῦ ∆αυὶδ ὑπὸ Θεοῦ ἐγερθείς, ὅστις αἰώνιος ποιμὴν καὶ βασιλεὺς κατὰ τὴν ἐνανθρώπησιν γεγονώς, διαθήκης εἰρηνικῆς καὶ αἰωνίου πρύτανις ὀφθείς, εὐσταθῶς καὶ εἰρηνικῶς ἀτελευτήτως ἄρξει εἰς τοὺς αἰῶνας, οὐ τελευτώσης ποτὲ τῆς βασιλείας αὐτοῦ. 4.146 Ἁρμόζει τῇ οὕτως εἰρηνικῇ καταστάσει ἐν μέσῳ τῶν ἀρχομένων δοθῆναι τὰ ἅγια τοῦ Θεοῦ βασιλείας ὄντα μυστήρια ὑπ' αὐτοῦ τοῦ μεγαλοδώρου κατασκηνοῦντος ἐν μέσῳ τῶν σῳζομένων τε καὶ ἁγιαζομένων, τοῦ τοσούτου καὶ τηλικούτου ἀγαθοῦ κατὰ τὸν τῆς ἐνανθρωπήσεως καιρὸν πληρωθησομένου, ὁπηνίκα ὁ Λόγος σὰρξ γεγονὼς ἐσκήνωσεν ἐν τοῖς ἰδίοις γνωρίμοις, ἵν' ἔτι μᾶλλον προκόψαντες θεάσωνται «τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ Πατρός, πλήρης χάριτος καὶ ἀληθείας». 4.147 Οὐκ ἀκαίρως ὡς οἷόν τε σεσαφήνισται μετὰ παρεκβάσεως τὰ περὶ τῶν δύο σκήπτρων ὧν ἔλαβεν ἑαυτῷ ὁ τοῦ ἀνθρώπου υἱός, ἵνα συνδήσας καὶ συσφίγξας αὐτὰ μίαν ῥάβδον ἀποδείξῃ. 4.148 Τελείως δὲ τοῦτο τὸ ἀγαθὸν ὑπάρξεται ὅταν «εἰσελθόντος τοῦ πληρώματος τῶν ἐθνῶν» εἰς τὴν ἀκροτάτην μακαριότητα «ὁ πᾶς Ἰσραὴλ σωθῇ». 4.149 Zach. XΙ, 15-16: Καὶ εἶπεν Κύριος πρός με· Ἔτι λαβὲ σεαυτῷ σκεύη ποιμενικὰ ποιμένος ἀπείρου. ∆ιότι