1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

165

γίνεται τὸ σῶμα σπαρὲν ἐν ἀσθενείᾳ καὶ ἀτιμίᾳ, ἵν' ἐν δυνάμει καὶ δόξῃ ἀναστῇ; 5.176 Ἄξιον ἐπιστῆσαι πῶς ἡ πνευματικὴ αὕτη ἑορτὴ ἐν τῇ πεντεκαιδεκάτῃ τοῦ ἑβδόμου μηνὸς ἄγεσθαι̣ ··ι̣ται. ∆εῖ γὰρ τὸν ἑορτάζοντα διὰ τὰς ἡρμηνευμένας σκηνὰς ὑπερβάντα τὸν ἐν ἓξ ἡμέραις γενόμενον κόσμον, ἀργήσαντα ἀπὸ παντὸς ἔργου λατρευτοῦ, σαββατίζοντα κατὰ τὸν «ἀποδοθέντα σαββα̣τισμὸν τῷ λαῷ τοῦ Θεοῦ», ὃν μόνος Ἰησοῦς βεβαιοῖ φάσκων· «Πάντας ἐρχομένους ἐγὼ ὑμᾶς ἀναπαύσω», καὶ ἔτι· «Εὑρήσετε ἀνάπα̣υσιν ταῖς ψυχαῖς ὑμῶν.» 5.177 Τούτου τοῦ ἑβδόμου μηνὸς ἐν τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ ἑορτάζουσιν οἱ «δεδωκότες μερίδα τοῖς ἑπτὰ καί γε τοῖς ὀκτώ», προσηκάμενοι τὴν παλαιὰν καὶ καινὴν διαθήκην· διὰ γὰρ τῶν ἑπτὰ ἡ παλαιὰ σημαίνεται διὰ τὸ σαββατίζειν, δια`̣ δὲ τω῀̣ν ὀκτὼ ἡ μετὰ τὸν σταυρὸν ἀνάστασις τοῦ Χριστοῦ ἐν ἡμέρᾳ τῇ ὀγδόῃ τῇ κυριακῇ γεγενημένη. 5.178 Zach. XIV, 17: Καὶ ἔσται ὅσοι ἐὰν μὴ ἀναβῶσιν ἐκ πασῶν τῶν φυλῶν τῆς γῆς εἰς Ἰερουσαλὴμ τοῦ προσκυνῆσαι τῷ βασιλεῖ Κυρίῳ παντοκράτορι, καὶ οὗτοι ἐκείνοις προστεθήσονται. 5.179 Ἐν ὕψει κειμένη̣ς τῆς πνευματικῆς Ἰερουσαλὴμ κατὰ τὴν φιλοσοφίαν τοῦ γράφοντος Ἀποστόλου, ὅπου μέν· «Ἡ δὲ ἄνω Ἰερουσαλήμ», ὅπου δέ· «Προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος, Ἰερουσαλὴμ ἐπουρανίῳ», μόνοι ἀναβαίνουσιν ἐπ' αὐτὴν οἱ δυνάμενοι φάναι· «Ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει», καὶ πάλιν· «Συνήγειρεν ἡμᾶς», ὁ Θεὸς δηλονότι, «καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ», τῶν ἔτι «φορούντων τὴν εἰκόνα τοῦ χοϊκοῦ» καὶ «τὰ ἐπίγεια φρονούντων» φυλῶν τῆς γῆς ὑπαρχόντω̣ν καὶ οὐκ ἀναβαινόντων εἰς τὴν ἐν ὕψει κειμένην καλλίπολιν εἰρήνην̣ ὁρῶσαν. 5.180 Οἱ μὴ ἀναβαίνοντες προστεθήσονται τοῖς ἀπὸ πάντων τῶν ἐθνῶν μὴ ἀναβᾶσιν, τὰ αὐτὰ ἐκείνοις πεισόμενοι. 5.181 Τῶν τὰ ἐπίγεια φρονούντων οὐκ ἀναβαινόντων διὰ τὸ κάτω̣ φέρεσθαι διὰ τὸ ἄχθος τῶν γηΐνων ἔργων, οἱ σπεύσαντες ἀναβῆναι εἰς τὴν πόλιν τὴν ἀρραγεῖς θεμελίους ἔχουσαν διὰ τὸν θεμελιώσαντα «τεχνίτην καὶ δημιουργὸν αὐτῆς Κύριον», τὸν βασιλέα Κύριον τὸν παντοκράτορα προσκυνήσουσιν σὺν τοῖς ἀγγέλοις. Γέγραπται γάρ· «Προσκυνήσουσιν αὐτῷ πάντες ἄγγελοι Θεοῦ.» 5.182 Βασιλεὺς προσκυνούμενος ὑπάρχων Κύριος καὶ παν̣τοκράτ̣ω̣ρ̣ οὐχ ὁ Πατὴρ χωρὶς Υἱοῦ οὐδὲ ὁ Υἱὸς ἄνευ τοῦ Πατρὸς δηλοῦται. Μία γὰρ βασιλεία καὶ κυριότης ἡ αὐτὴ καὶ παντοκρατορικὴ δύναμις τῆς Τριάδος ἡ αὐτή ἐστιν. ∆ιὸ εἰ πόθος ἡμῖν εἰσέρχεται τὴν Τριάδα προσκυνῆσαι ὡς βασιλέα Κύριον παντοκράτο̣ρα, μὴ φυλαὶ τῆς γῆς μείνωμεν, α᾿̣λλ' ἐν οὐρανῷ θησαυρίσαντες ἐκεῖ τὴν καρ̣δ̣ίαν σχῶμεν, ἵνα α̣···· ε᾿̣ν̣ τῇ Ἰερουσαλὴμ ὄντες προσκυνήσωμεν σὺν πάσῃ τῇ λογικῇ κτίσει, «καμψάντων πᾶν γόνυ τῷ β̣ασιλ̣εῖ τῶν ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, εἰς δόξαν Θεοῦ Πατρὸς πα´̣σης γλώσσης ἐξομολογούσης ὅτι Κύριος Ἰησοῦς ἐστιν.» 5.183 Zach. XIV, 18-19: Ἐὰν δὲ φυλὴ Αἰγύπτου μὴ ἀναβῇ μηδὲ ἔλθῃ ἐκεῖ, καὶ ἐπὶ τούτοις ἔσται ἡ πτῶσις, ἣν πατάξει Κύριος πάντα τὰ ἔθνη, ὅσα ἐὰν μὴ ἀναβῇ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆς σκηνοπηγίας· αὕτη ἔσται ἡ ἁμαρτία Αἰγύπτου καὶ ἡ ἁμαρτία πάντων τῶν ἐθνῶν, ὅσα ἂν μὴ ἀναβῇ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆς σκηνοπηγίας. 5.184 Τὸ ἀνηγμένως ἐν τῇ Ἰερουσαλὴμ ἑορτάσαι τὴν τῶν σκηνῶν ἑορτὴν οἵας δυνάμεως καὶ ὑπεροχῆς ὑπάρχει εἴρηται πρότερον, ἐξ οὗ συμφανεροῦται οἵου μεγέθους ἐστὶν τὸ ἀναβῆναι εἰς τὴν ἐκκειμένην πανήγυριν καὶ οἵαν ὑφίστανται πτῶσιν οἱ τοῦ ὑπερμεγέθ̣ους τούτου ὑστερήσαντες ἑαυτούς. 5.185 Οὐ μόνοι δὲ Αἰγύπτιοι, ἀλλὰ καὶ πάντα τὰ ἄλλα ἔθνη παταχθήσονται καὶ πεσοῦνται ο̣ἰκονομίᾳ Θεοῦ, ἵν' αἰσθηθέντες ὅτι κακοί εἰσιν πόθον ἀναλάβωσιν τοῦ «συστήσασθαι ἑορτὴν ἐν τοῖς πυκάζουσιν», τὴν τῶν σκηνῶν δηλονότι. 5.186 ∆ύο νοήσεις τῆς ἑορτῆς ταύτης ἐχούσης, αἳ πρότ̣ερον ἤδη εἴρηνται, σπουδαστέον συντόνως ἔρωτι θείῳ ἐκτελεῖν τὰς κα̣τὰ ἀρετὴν προκοπὰς «ἐν φωνῇ ἀγαλλιάσεως