1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

64

φέρει λόγον, ὡς ἐν ἐπαίνῳ πρὸς αὐτὴν λέγεσθαι· «Γάλα καὶ μέλι ὑπὸ τὴν γλῶσσάν σου.» 2.217 Τυγχάνων γοῦν Παῦλος οἷα σύζυγος νύμφη κατὰ τὴν ψυχὴν τοῦ θείου νυμφίου, ἔχων ὑπὸ τὴν γλῶσσαν ἑαυτοῦ, τοῦτ' ἔστιν τὸν λόγον, ἐπότιζε γάλα τοὺς περὶ ὧν εἴρηται· «Γεγόνατε χρείαν ἔχοντες γάλακτος, οὐ στερεᾶς τροφῆς.» Τοῖς δὲ τὸ μέλι παρεῖχεν οὖσιν τελείοις, σοφίαν παραδιδοὺς αὐτοῖς φάσκων· «Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις.» 2.218 Ὁ ἐκπεσὼν τοῦ ἐκλεκτὴ γῆ ὑπάρχειν μέλι ἔχει ἐκεῖνο περὶ οὗ γέγραπται παροιμιωδῶς· «Μέλι ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης, ἣ πρὸς ὀλίγον γλυκαίνει σὸν φάρυγγα, ὕστερον μέντοι πικρότερον χολῆς εὑρήσεις.» 2.219 Τούτῳ τῷ ἐκ τῶν χειλέων τῆς πόρνης μέλιτι, κατάλληλον ῥεῖ γάλα ἐκ τῶν μασθῶν τῶν δρακόντων· πονηραὶ δέ εἰσιν οὗτοι δυνάμεις, ὡς περὶ αὐτῶν ὁ προφήτης Ἰερεμίας οὕτω λέγει· «Καί γε δράκοντες ἐξέδυσαν μασθούς, ἐθήλασαν σκύμνους αὐτῶν. Θυγάτηρ λαοῦ μου ὡς στρουθίον ἐν ἐρήμῳ.» Φασὶν οἷς ἐμέλησεν ἐπιστῆσαι τῇ φύσει τῶν ἑρπετῶν, περὶ τῶν καλουμένων κεραστῶν, ὅτι ἐν τῇ ψαμμώδει ἐρήμῳ κρύψαντες ἑαυτῶν ὅλον τὸ σῶμα, τὰ κέρατα ἄνω τῆς ἐπιφανείας ἐῶσιν, ἅπερ κινοῦντες δελεάζουσι τὰ στρουθία. 2.220 Καταπτάντα γὰρ σκωλήκων φαντασίαν λαβόντα, πλήττονται ὑπὸ τοῦ ἰοῦ ἐνιεμένου εἰς τὸ στόμα αὐτῶν ὑπὸ τῶν κεραστῶν. ∆ιό φησιν ὁ λόγος τοὺς λαμβάνοντας τὸν ἰὸν ἀφ' ὧν θηλάζουσιν δρακόντων· κἂν ὦσιν τοῦ λαοῦ τοῦ Θεοῦ, ξηραίνονται «κατὰ τὸ στρουθίον ἐν τῇ ἐρήμῳ», τὸ ὑπὸ τῶν εἰρημένων ἑρπετῶν δελεασθέν.

2.221Zach. VIII, 1-3: Καὶ ἐγένετο λόγος Κυρίου παντοκράτορος λέγων· Τάδε

λέγει Κύριος παντοκράτωρ· Ἐζήλωσα τὴν Ἰερουσαλὴμ καὶ τὴν Σιὼν ζῆλον μέγαν, καὶ θυμῷ μεγάλῳ ἐζήλωσα αὐτήν. Τάδε λέγει Κύριος· Καὶ ἐπιστρέψω ἐπὶ Σιὼν καὶ κατασκηνώσω ἐν μέσῳ Ἰερουσαλήμ, καὶ κληθήσεται Ἰερουσαλὴμ πόλις ἀληθινὴ καὶ τὸ ὄρος Κυρίου παντοκράτορος ὄρος ἅγιον. 2.222 Ὡς πρὸς ῥητὸν σαφηνισθείη τὸ προκείμενον οὕτως· Ἐγένετο λόγος Κυρίου παντοκράτορος λέγων τὰ ἑξῆς δηλούμενα· Τάδε, φησίν, λέγει Κύριος παντοκράτωρ· Ἐζήλωσα τὴν Ἰερουσαλὴμ καὶ τὴν Σιών, ἀνακαλεσάμενος αὐτὴν πρὸς ἐμαυτὸν μετὰ τὸ ἐκβληθῆναι καὶ ἀπωσθῆναι, ὡς περιυβρισθῆναι αὐτὴν ὑπὸ ἀλλοτρίων. Οὐχ ὡς ἔτυχεν δὲ ἐζήλωσα αὐτήν, ἀλλ' ἐν θυμῷ μεγάλῳ. 2.223 Ἀπὸ συμβιουσῶν δὲ γυναικῶν ἀνδράσιν ἐλήφθη τὸ παράδειγμα. Ἡ ἀθετήσασα γυνὴ τὰ γαμικὰ δίκαια, ἀποφοιτήσασά τε τοῦ θαλάμου ἔρωτι τῷ πρὸς ἀλλοτρίους, οὐκέτι ὑπὸ τὴν κηδεμονίαν τυγχάνουσα τοῦ πρότερον συμβιοῦντος, παρορᾶται λοιπόν, ὡς λέγεσθαι αὐτῇ ὑπὸ τοῦ ἀθετηθέντος ἀνδρός· Οὐ φείσομαι ἐπὶ σοὶ ἔτι, οὐδὲ ζηλώσω. Πῶς γὰρ ἂν ζηλώσειέν τις ἢ φροντίσειεν διαλυθέντος τοῦ γάμου; Κἂν τοίνυν ἐξώβλητος γένηται ἡ καταφρονήσασα τοῦ γαμικοῦ θαλάμου, ἔχουσα μετανοίας τόπον, ἀνακάμψασα πρὸς ὃν καταλέλοιπεν, ζηλωτὴ γίνεται πάλιν, πολλῇ ἀγαθότητι προσηκαμένου αὐτὴν τοῦ πάλαι συνοικήσαντος. 2.224 Ἐκ δὲ τοῦ κατὰ τὰς γυναῖκας μεταβητέον ἐπὶ τὴν περὶ τῆς Σιὼν καὶ Ἰερουσαλὴμ θεωρίαν. Τὴν Ἰερουσαλὴμ καὶ τὴν Σιὼν οὐ τοὺς τόπους λέγω, ἀλλὰ τοὺς οἰκοῦντας ἐν αὐτοῖς. 2.225 Ἠγάγετο ὁ Θεὸς πρὸς συμβίωσιν ἀναγαγὼν ἐκ τῆς Αἰγύπτου, νόμους καὶ δικαιώματα δίκην ἕδνων παρασχών, ὡς λοιπὸν κήδεσθαι καὶ φείδεσθαι τῆς ἠγμένης, καὶ θαλαμεύεσθαι ὡς πρέπει συνοικοῦσαν κουρίδιον. 2.226 Μετὰ τὴν οὕτω γεναμένην κατὰ νόμους ἁρμονίαν, ἀθετήσασα τοὺς γαμηλίους νόμους, ἠθέτησεν τὸν προστάτην καὶ ἐπίκουρον ἄνδρα, ὡς λέγειν· «Ὡς ἀθετεῖ γυνὴ εἰς τὸν συνόντα, ἠθέτησεν εἰς ἐμὲ ὁ οἶκος Ἰσραήλ», ὡς ἀπελθεῖν λοιπὸν πρὸς δαίμονας ἀλιτηρίους καὶ πνεύματα ἀκάθαρτα, καὶ περιυβρίζεσθαι πορνικῶς. Εἰσὶν δὲ οἱ συνερχόμενοι αὐτῇ Βαβυλώνιοι καὶ Ἀσσύριοι κατ' ἀλληγορίαν. 2.227 Τούτων ἐπὶ πολὺ γινομένων,