3
κατὰ φύσιν ἡ ἀνθρωπίνη σάρξ, διὰ τὸ ἐπιπολάζειν αὐτῇ αἷμα. Ποῦ δὲ εἶδεν ἑστῶτα τὸν ἄνδρα καὶ ἀνὰ μέσον τίνων καὶ πότε ὁ θεολημπτούμενος ἐπιστατέον. 1.22 Εἶδεν τοιγαροῦν αὐτὸν «ἀνὰ μέσον τῶν ὀρέων τῶν κατασκίων». Τυγχάνουσι δὲ ταῦτα αἱ δύο διαθῆκαι, καρποφόρα καὶ κ̣ατάσκια ὄντα διὰ πυκνότητα νοημάτων καὶ τὸ ἀμ̣φιλαφὲς τῶν περὶ τῆς θεολογίας καὶ ἐνανθρωπήσεως λέξεων. Καὶ ἐπεὶ ἀσάφειαν ἔχει πολλὴν ἕκαστον τῶν ἐν ταῖς δύο διαθήκαις μετ' αἰνιγμοῦ καὶ βαθύτητος ἀπηγγελμένων, ἐν νυκτὶ εἶδεν τὴν ἐπίβασιν τοῦ ἀνδρὸς πρὸς τὸν ἵππον, παραπλησίως τῷ λεχθέντι περὶ αὐτοῦ· «Ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ»· καὶ ἐν τούτῳ γὰρ τῷ ῥητῷ τὸ ἐξ ἀσαφείας ἀπόκρυφον σημαίνεται, ὥσπερ καὶ ἐν τῷ· «Ἄβυσσος ὡς ἱμάτιον περιβόλαιον αὐτοῦ.» 1.23 Πρὸς τῷ ἰδεῖν τὸν ἡρμηνευμένον ἄνδρα ἐπιβεβηκότα τῷ πυρρῷ ἵππῳ, καὶ τοὺς ὀπίσω αὐτοῦ ἐρχομένους ἵππους πάνυ θεολογικῶς τεθέαται. Ὀπίσω δ' αὐτοῦ ἔρχονται οἱ ἑπόμενοι αὐτῷ· καὶ Μωϋσῆς γοῦν, ὁ μέγας ἱεροφάντης, οὔπω τέως τὸ πρόσωπον αὐτοῦ γνωστῶς ἰδεῖν δυνάμενος, τέθειται ἰδεῖν τὰ ὀπίσω αὐτοῦ, τοῦτ' ἔστιν τὰ μετ' αὐτόν, οὐχ ἕτερα ὄντα τῆς δημιουργίας τοῦ Θεοῦ. Ἀμέλει γοῦν δειχθέντων αὐτῷ τῶν μετὰ τὸν Θεόν, ἃ ὀπίσω αὐτοῦ καλεῖται, Κοσμοποιίαν ἀνέγραψεν, ἀρχομένην ἀπὸ τοῦ· «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.» 1.24 ∆ιάφορος δὲ χροιὰ τῶν ὀπίσω τοῦ φανέντος ἵππων ἀναγέγραπται, ἐπείπερ οἳ μὲν αὐτῶν ἄνθρωποι, οἳ δὲ θεῖα «πνεύματα τυγχάνουσιν, εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν». Ὅσοι γὰρ τὰ ἀνθρώπινα τοῦ ἐπιδημήσαντος καὶ γεναμένου σαρκὸς Λόγου παραδεδώκασιν, πυρροί εἰσιν, μάλιστα ὅτι καὶ αὐτός, οὗ ὀπίσω ὑπάρχουσιν, «ἐρύθημα ἱματίων ἐκ Βοσὸρ» φέρει, ὡς λεχθῆναι πρὸς αὐτὸν πρὸς τῶν θεασαμένων· «∆ιὰ τί τὰ ἱμάτιά σου ἐρυθρά;» ἱμάτια αὐτοῦ λέγοντες ἣν περίκειται σάρκα καὶ τὸ παρεσπαρμένον αὐτῇ αἷμα. Ἐντελέστερον σεσαφήνισται ταῦτα ἐν τοῖς ὑπομνήμασιν Ἠσαΐου τοῦ προφήτου. 1.25 Μετὰ τοὺς πυρροὺς ἵππους ὀπίσω το̣ῦ ὑμνουμένου, ποικίλοι καὶ ψαροὶ καὶ λευκοὶ ὤφθησαν ἵπποι. Καὶ τάχα μὲν ποικίλοι καὶ ψαροὶ τυγχάνουσιν οἱ πολυτρόπως ἄγοντες τὴν διδασκαλίαν περὶ τῶν αἰσθητῶν καὶ νοητῶν, ἅπερ «ὁρατὰ καὶ ἀόρατα» εἶναί φασιν οἱ θεῖοι λόγοι, λευκῶν ὑπαρχόντων ἵππων τῶν τὰ θεολογικὰ χωρὶς πάσης ὕλης ἀπαγγελλόντων. 1.26 Ῥητέον κατὰ διάνοιαν ἄλλην ποικίλους καὶ ψαροὺς εἶναι τοὺς ἁρμοζομένους ἐν τῷ διδάσκειν πρὸς τὴν ποικίλην ἕξιν τῶν παιδευομένων. Ἢ οὐ ποικίλος ἵππος ἦν Παῦλος, ὀπαδὸς ὢν τοῦ ἐν αὐτῷ λαλοῦντος Χριστοῦ, ὅτε τοῖς Ἰουδαίοις Ἰουδαῖος ἐγίνετο ἵνα κερδήσῃ τούτους, καὶ τοῖς ἀνόμοις ὡς ἄνομος, ἵνα ἀποστήσῃ αὐτοὺς τῆς τῶν ἀνόμων προαιρέσεως, καὶ τοῖς ὑπὸ νόμον ὡς ὑπὸ νόμον, ἵνα καὶ αὐτοὺς κερδάνῃ, πείθων ὑπερβαίνειν «τὸν τῆς σκιᾶς νόμον»; Μετὰ τὸ ταῦτα γοῦν εἰπεῖν λέγει· «Τοῖς πᾶσιν γέγονα πάντα, ἵνα πάντας σώσω». 1.27 Οὐ μόνοι δὲ οἱ μετὰ τὴν ἐπιδημίαν ἀλλὰ καὶ οἱ πρὸ αὐτῆς εἶχον τὸ ποικίλον τοῦτο, μετέχοντες «τῆς πολυποικίλου σοφίας τοῦ Θεοῦ», ἀφ' ὧν ἀρκεῖ δύο μνημονεῦσαι, ἵνα μὴ μακρὸς ὁ λόγος γένηται, δυνατοῦ ὄντος καὶ ἐπὶ τοὺς ἄλλους τῇ νοήσει μεταβῆναι. 1.28 Ἠσαΐας ὁ θείας ὁράσεις θεόθεν λαβὼν πάνθ' ὁμοῦ τὰ εἴδη τῶν ὠφελούντων λόγων εἶχεν. Ἠμὲν γὰρ προφήτης καὶ ὁρῶν τὰ ἐσόμενα ὀφθαλμῷ προφητικῷ, ἔφασκεν· «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱόν.» Ἠδὲ νομοθέτης προσέταττεν καὶ ἀπηγόρευεν φάσκων· «Παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν, μάθετε καλὸν ποιεῖν.» Ἀλλὰ καὶ ἱστορίας ἀνέγραφεν περὶ τοῦ Σενναχηρεὶμ βασιλέως τῶν Ἀσσυρίων καὶ Ἐζεχίου τοῦ κρατοῦντος τῶν Ἑβραίων. Πρὸς τούτοις καὶ ᾠδός, ὅπου μὲν λέγων· «Ἄισω δὴ τῷ ἠγαπημένῳ ᾆσμα τοῦ ἀγαπητοῦ τῷ ἀμπελῶνί μου», ὅπου δέ· «Τῇ ἡμέρᾳ ἐκείνῃ ᾄσονται τὸ ᾆσμα τοῦτο καινόν· Ἰδοὺ πόλις ὀχυρά, καὶ σωτήριον ἡμῶν.» 1.29