1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

3

προσηγόρευσεν· «Υἱὸς» γάρ φησι «πρωτότοκός μου Ἰσραήλ.» Ἀλλ' ὅμως οὐδὲν αὐτοὺς ἔπεισε λαβεῖν εὐγνώμονα γνώμην. ∆ιὸ δὴ καὶ τοῖς ἀλόγοις συγκρίνων αὐτοὺς ἀποφαίνει τούτων ἀλογωτέρους· 3Ἔγνω γάρ φησι βοῦς τὸν κτησά μενον καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ· Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός με οὐ συνῆκεν. Λόγου γὰρ ἐστερη μένα ταῦτα καὶ νοῦ τὸν τροφέα γινώσκει καὶ τῆς ἐπιμελείας μεταλαγχάνοντα εὐγνωμόνως περὶ τὸν ταύτης διάκειται χορηγόν, καὶ οἶδε μὲν τὸν βοηλάτην ὁ βοῦς, εἴκει δὲ τῇ τούτου φωνῇ, τρέχει δὲ εἰς τὴν συνήθη φάτνην ὁ ὄνος· οὗτοι δὲ πηγὴν ἀγαθῶν ἐξαντλοῦντες οὐκ ἠθέλησαν ἐπιγνῶναι τῶνδε τῶν ναμάτων τὸν χορηγόν. Οὕτω καὶ διὰ Ἱερεμίου πτηνοῖς αὐτοὺς συγκρίνει καὶ τούτων ἀλογωτέρους ἀποφαίνει· «Τρυγὼν» γάρ φησι «καὶ τέττιξ καὶ χελιδὼν ἔγνωςαν καιροὺς εἰσόδου αὐτῶν, ὁ δὲ λαός μου οὐκ ἔγνω τὰ κρίματα κυρίου.» Ἐγὼ δὲ θαυμάζω τοῦ φιλανθρώπου δεσπότου τὴν ἀγαθότητα · οὐ γὰρ ἁπλῶς λαὸν ἀλλὰ μετὰ τῆς ἀντωνυμίας καλεῖ. Καὶ ὁ μὲν ἀχάριστος λαὸς οὐ λέγει· ὁ θεός μου, ὁ δὲ φιλ άνθρωπος θεὸς λέγει· ὁ λαός μου. Καὶ τὰ ἐπαγόμενα δὲ τὸν ἄρρητον αὐτοῦ δείκνυσιν ἔλεον· θρήνους γὰρ ὑφαίνει τοῖς σωθῆναι μὴ βουληθεῖσιν· τῶν δὲ φιλούντων ἀλλ' οὐ τῶν μισούντων οἱ θρῆνοι. 4Οὐαὶ ἔθνος ἁμαρτωλόν, λαὸς πλήρης ἀνομίας ὤν, σπέρμα πονηρόν, υἱοὶ ἄνομοι· ἐγκατελίπετε τὸν κύριον καὶ παρωρ γίσατε τὸν ἅγιον τοῦ Ἰσραήλ. Τοῦτο δὲ σαφέστερον ὁ Σύμμαχος ἡρμήνευσεν· «Κατέλιπον τὸν κύριον, διέσυρον τὸν ἅγιον.» Οὐ γὰρ μόνον καταλιπόντες τὸν ποιητὴν τοῖς εἰδώλοις τὴν τοῦ θεοῦ θεραπείαν προσήνεγκαν, ἀλλὰ καὶ ἐνανθρωπήςαντα καὶ τὴν πάντων ἀνθρώπων πραγματευόμενον σωτηρίαν διέσυρον ἐπιτωθάζοντες καὶ ποτὲ μὲν πλάνον καὶ δαιμονῶντα ποτὲ δὲ Σαμαρίτην καλοῦντες, ποτὲ δὲ κωμῳδοῦντες ἔλεγον· «Οὐὰ |97 a| ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις ἐγείρων αὐτόν, κατάβηθι ἀπὸ τοῦ σταυροῦ.» Σπέρμα δὲ αὐτοὺς πονηρὸν ὀνομάζει οὐ τοὺς προγόνους ὑβρίζων, ἀλλὰ τὴν τούτων πονηρίαν ἐλέγχων. Οὕτω καὶ ὁ βαπτιστὴς Ἰωάννης γεννήματα ἐχιδνῶν αὐτοὺς ἀπεκάλει, ὁ δὲ κύριος γενεὰν πονηρὰν καὶ μοιχαλίδα. Οὐδὲ γὰρ ἐφύλαξαν τὴν τῶν προγόνων εὐγένειαν. Εἶτα μιμεῖταί τινα κατά τινος χαλεπαίνοντα καὶ ποτὲ μὲν πρὸς ἐκεῖνον ποτὲ δὲ πρὸς ἑαυτὸν διαλεγόμενον καὶ ἐπάγει· Ἀπηλλοτριώθησαν εἰς τὰ ὀπίσω. Τουτέστιν· ἐμὲ καταλιπόντες πρὸς τοὺς ἐναντίους ἐχώρησαν. Τοῦτο γὰρ καὶ ἀλλαχοῦ φησιν· «Ἔδωκαν ἐπ' ἐμὲ νῶτα καὶ οὐ πρόσωπα αὐτῶν.» 5Τί ἔτι πληγῆτε προστιθέντες ἀνομίαν; Πᾶσα κεφαλὴ εἰς πόνον καὶ πᾶσα καρδία εἰς λύπην· 6ἀπὸ ποδῶν ἕως κεφαλῆς οὐκ ἔστιν ἐν αὐτῷ ὁλοκληρία. Κεφαλὴν καλεῖ τοὺς βασιλέας καὶ ἄρχοντας, καρδίαν δὲ τοὺς ἱερέας καὶ διδα σκάλους. Ὅπερ γάρ ἐστι σώματι καρδία, τοῦτο ἱερεῖς καὶ διδάσκαλοι τῷ λαῷ· καὶ ὅπερ ἐστὶ κεφαλὴ σώματι, τοῦτο βασιλεῖς καὶ ἄρχοντες τοῖς ὑπηκόοις. Ὀλοφύρεται τοίνυν αὐτῶν τὴν ἀναλγησίαν· ποίαν γὰρ ἔτι φησὶν ἐπαγάγω τιμωρίαν; Πολλὰς ἐπήγαγον καὶ παντοδαπάς, καὶ μεμενή κατε νοσοῦντες ἀνίατα· τὴν γὰρ νόσον ὅλα τὰ μέλη περί κειται, καὶ κεφαλὴ καὶ καρδία καὶ πόδες· οὗ δὴ χάριν ἀπαγορεύω τὴν σωτηρίαν. Οὔτε γὰρ τραῦμα οὔτε μώλωψ οὔτε πληγὴ φλεγμαίνουσα, οὐκ ἔστι μάλαγμα ἐπιθεῖναι οὔτε ἔλαιον οὔτε καταδέσμους. Σαφέστερον δὲ ταῦτα ὁ Σύμμαχος τέθεικεν· «Οὐκ ἔστιν ἐν αὐτῷ ὑγιές, ἀλλὰ τραῦμα καὶ μώλωψ καὶ πληγὴ κρούματος οὔτε σφιγγομένη οὔτε ἁπαλυνομένη ἐλαίῳ.» Νικᾷ φησι τὴν τῶν φαρμάκων ἰσχὺν ἡ τῶν τραυμάτων ὑπερβολή. Καὶ ἐπειδὴ ἤρετο· Τί ἔτι πληγῆτε προστιθέντες ἀνομίας; εἰκότως καταλέγει τὰ εἴδη τῆς τιμωρίας· 7Ἡ γῆ ὑμῶν ἔρημος, αἱ πόλεις ὑμῶν πυρίκαυστοι· τὴν χώραν ὑμῶν ἐνώπιον ὑμῶν ἀλλότριοι κατεσθίουσιν αὐτήν, καὶ ἠρήμωται κατεστραμμένη ὑπὸ λαῶν ἀλλοτρίων. Τούτων ὑμῖν τῶν κακῶν ἐπήγαγον τὸν κατάλογον, καὶ καταμαθεῖν τὴν τούτων αἰτίαν οὐ βούλεσθε. Ταῦτα δὲ συνέβη μὲν αὐτοῖς καὶ ἡνίκα Ναβουχοδονόσορ αὐτοῖς ὁ τῶν Βαβυλωνίων ἐπεστράτευσε βασιλεύς· τὸν ἔσχατον δὲ αὐτοῖς ὄλεθρον μετὰ τὸν