4
Ὡσαύτως ὁ ∆αυὶδ ὡς μελῳδὸς ἔφασκεν· «Ὁ Θεός, ᾠδὴν καινὴν ᾄσωμέν σοι»· ὡς νομοθέτης· «Ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν»· ὡς προθεσπίζων τὰ μέλλοντα ἐβόα· «Ὀφθήσεται ὁ Θεὸς τῶν θεῶν ἐν Σιών.» Οὐ παρῆκεν δὲ οὐδὲ τὸ ἱστορικὸν διήγημα, πολλὰ τῶν αἰσθητῶς γεναμένων ὑπὲρ τῶν Ἰσραηλιτῶν καὶ κατὰ τῶν Αἰγυπτίων καὶ τοῦ Φαραὼ διεξεληλυθὼς ἐν πλείοσιν ψαλμοῖς. 1.30 Τί δὲ οἱ ὀπίσω τοῦ ἀνδρὸς τοῦ ἐπιβεβηκότος ἐπὶ ἵππον πυρρὸν οἱ πνευματικοὶ ἵπποι εἰργάσαντο, ἐν ταῖς ἑξῆς λέξεσιν τοῦ ἐκκειμένου προφήτου ἴδωμεν. 1.31Zach. I, 9: Καὶ εἶπα· Τί οὗτοι, Κύριε; καὶ εἶπεν πρός με ἄγγελος ὁ λαλῶν ἐν ἐμοί· Ἐγὼ δείξω σοι τί ἐστιν ταῦτα. 1.32 Φησὶν αὐτὸς ὁ προφήτης τῷ ἀγγέλῳ τῷ ἐν αὐτῷ λαλοῦντι· «Τί οὗτοι, Κύριε;» Ἄγγελος δὲ ὁ ἐν αὐτῷ λαλῶν ἤτοι ὁ ἐφεστὼς τῇ προφητείᾳ ἄγγελός ἐστιν, ἢ κατὰ ἄλλην ἐπίνοιαν αὐτὸς ὁ Σωτήρ, περὶ οὗ ὁ προφήτης φησίν· «Καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος.» Λαλεῖ δὲ ἐν τῷ ἀκροατῇ ὁ διδάσκαλος ὅτε μετέχεται ὑπ' αὐτοῦ ἢ κατὰ διάθεσίν ἐστιν ἐν αὐτῷ. 1.33 Μαρτύριον τοῦ προτέρου τό· «Ζῇ δὲ ἐν ἐμοὶ Χριστός», καὶ ἔτι· «Τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ.» Ταύτῃ τῇ νοήσει καὶ ὁ ὑμνῳδὸς ἔφη· «Ἀκούσομαι τί λαλήσει ἐν ἐμοὶ Κύριος ὁ Θεός», καὶ ὁ Ἁμβακούμ· «Ἀποσκοπεύσω τοῦ ἰδεῖντί λαλήσει Κύριος ἐν ἐμοί.» Τοῦ δ' ὑστέρου· «Ἱερείς, λαλήσατε εἰς τὴν καρδίαν Ἰερουσαλήμ», οὐ παντὸς διδασκάλου εἰς τὴν καρδίαν λαλοῦντος τῶν ἀκροωμένων, ἀλλὰ τοῦ διατιθέντος τὴν διάνοιαν τῶν μανθανόντων κατὰ νόησιν καὶ ποιότητα τῶν μαθημάτων. 1.34 Εἰσὶ γὰρ αὐτὸ τοῦτο μόνον ποιοῦντες, βομβοῦντες τὴν ἀκοήν, οὐκ ὠφελοῦντες τὴν διάνοιαν τῶν παιδευομένων· καὶ ὃ μὲν ἔν τινι λαλῶν καὶ λαλεῖ αὐτῷ, οὐ παντὸς τοῦ κρούοντος τὴν ἀκοὴν ἐν τῇ καρδίᾳ λαλοῦντος. 1.35 Zach. I, 10: Καὶ ἀπεκρίθη ὁ ἀνὴρ ὁ ἐφεστηκὼς ἀνὰ μέσον τῶν ὀρέων καὶ εἶπεν πρός με· Οὗτοί εἰσιν οὓς ἐξαπέσταλκεν Κύριος τοῦ περιοδεῦσαι τὴν γῆν. 1.36 Ζητήσειεν ἄν τις τί δήπουθεν, ἑωρακότος τοῦ προφήτου τοὺς ἐρχομένους ἵππους πυρρούς, ποικίλους, ψαρούς, λευκούς, ὁ ἄγγελος ὁ λαλῶν ἐν αὐτῷ ὑπισχνεῖται δείξειν αὐτῷ τὰ ὀφθέντα. Μήποτ' οὖν, ἐπεί ἐστιν περὶ τῶν αὐτῶν διττὴ θέα, εἰσαγωγικωτέρα καὶ ὑπεραναβεβηκυῖα, τῷ ἐγνωκότι τὴν εἰσαγωγικὴν δεῖξιν, τὴν τελειοτέραν ὑπισχνεῖται ὁ θεῖος παιδευτής, τοῦ τὴν ἀποκάλυψιν ἐσχηκότος τέλειον ἔρωτα δεξαμένου. 1.37 Ὁ ἀνὴρ ὁ ἑστὼς ἀνὰ μέσον τῶν εἰρημένων ὀρέων δύο ἀπεκρίνατο· «Οὗτοί εἰσιν οὓς ἐξαπέστειλεν Κύριος περιοδεῦσαι τὴν γῆν.» 1.38 Κατὰ δευτέραν θεωρίαν κατάσκια ὄρη δύο ὁ ἀπὸ Ἑβραίων καὶ ἐθνῶν λαὸς τυγχάνουσιν, ὧν ἐν μέσῳ ἑστὼς ὁ ἤδη ἡρμηνευμένος ἀνὴρ μυσταγωγεῖ τὸν προφήτην τίνες εἰσὶν οἱ ἀπεσταλμένοι περιοδεῦσαι τὴν γῆν. ∆ιδάσκαλοι δέ εἰσιν ἄριστοι ἐξ ἀνθρώπων καὶ ἀγγέλων ὡς ἔναγχος εἴρηται. 1.39 Οὐ μάτην δὲ πρόσκειται τὸ ἀπεστάλθαι αὐτοὺς τοῦ περιοδεῦσαι τὴν γῆν ὑπὸ τοῦ Κυρίου, οὐ πάντων τῶν διδάσκειν ἐπαγγελλομένων ἢ περιοδευόντων ὑπὸ Κυρίου ἀποσταλέντων. «Περιοδεύων γοῦν τὴν γῆν» ὁ διάβολος, ὡς αὐτὸς ἔφη, ἐπὶ τῷ ἐξετάσασθαι τὸν Ἰὼβ καὶ τοὺς ἄλλους Θεοῦ ἀθλητάς, ἰδίᾳ κακίστῃ προαιρέσει τοῦτο ποιεῖ, ἀλλ' οὐκ ἐγχειρισθεὶς ὑπὸ τοῦ Θεοῦ. 1.40 Τί δέ φασιν οἱ ἀποσταλέντες τεθεάσθαι ἐν τῷ περιοδεῦσαι, ἢ ὅτι πᾶσα ἡ γῆ κατοικεῖται καὶ ἡσυχάζει, ὡς ἡ ἑξῆς παρίστησιν λέξις οὕτως ἔχουσα. 1.41Zach. I, 11: Καὶ ἀπεκρίθησαν τῷ ἀγγέλῳ Κυρίου τῷ ἐφεστῶτι ἀνὰ μέσον τῶν ὀρέων, καὶ εἶπαν· Περιωδεύκαμεν πᾶσαν τὴν γῆν καὶ ἰδοὺ πᾶσα ἡ γῆ κατοικεῖται καὶ ἡσυχάζει. 1.42 Ἐπεὶ μὴ πᾶς ἄγγελος τοῦ Κυρίου ἐστίν, οὐκέτ' αὐτοῦ τυγχανόντων τῶν ἀπολιπόντων τὸ οὐράνιον οἰκητήριον, εἰκότως τῷ ἀγγέλῳ Κυρίου ἀποκρίνονται οἱ περιοδεύοντες ὡς πᾶσα ἡ γῆ κατοικεῖται καὶ ἡσυχάζει. Ὅτι δὲ οἱ ἀποστάται, κἂν ἁπλῶς ἄγγελοι καλῶνται, ἀλλ' οὐ τοῦ Κυρίου χρηματίζουσι, ἔτι σαφῶς ἐκ τῶν γραφῶν δηλοῦται, ὅπου μέν· «Ὁ