1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

4

σωτήριον σταυρὸν οἱ Ῥωμαίων ἐπήνεγκαν βασιλεῖς. Καὶ ὁρῶμεν μέχρι καὶ τήμερον ἀλλόφυλα ἔθνη καὶ τὰς πόλεις αὐτῶν οἰκοῦντα καὶ τὴν γῆν νεμόμενα. Ταῦτα περὶ τῆς Ἰουδαίας εἰπὼν προλέγει καὶ τὴν τῆς πόλεως ἐρημίαν· 8Ἐγκαταλειφθήσεται ἡ θυγάτηρ Σιὼν ὡς ςκηνὴ ἐν ἀμπελῶνι καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυ ηλάτῳ, ὡς πόλις πολιορκουμένη. Θυγατέρα Σιὼν τὴν Ἱερουσαλὴμ ὀνομάζει. Ὥσπερ γὰρ υἱοὺς ἀνθρώπων τοὺς ἀνθρώπους καλεῖ καὶ υἱοὺς προφητῶν τοὺς προφήτας, οὕτω καὶ θυγατέρα Ἱερουσαλὴμ καὶ θυγατέρα Σιὼν τὴν αὐτὴν προσαγορεύει. Αὕτη ἤνθει μὲν πάλαι, ἡνίκα ὁ ἀμπελὼν τὸν ὥριμον εἶχε καρπόν· ἐκείνου δὲ τρυγηθέντος μεμένηκεν ἔρημος ὡς ἀμπελῶνος σκηνή. Καὶ γὰρ οἱ φυτουργοὶ περιφράττουσι μὲν αἱμασιαῖς καὶ φραγμοῖς τὰς ἀμπέλους, ὅταν βρίθωσι τῷ καρπῷ, καὶ σκηνὰς ὑψηλὰς πηγνύντες ἐν ἐκείναις κάθηνται φυλάττοντες τὸν καρπόν· ὅταν δὲ τοῦτον συλλέξωσι, καταλύουσι μὲν τὴν σκηνήν, ἀφύλακτον δὲ τὴν ἄμπελον καταλείπουσιν. Οὕτω καὶ τοῦ Ἰσραὴλ ὁ ἀμπελών, ἕως μὲν εἶχε τὴν ἐπηγγελμένην τοῖς ἔθνεσιν εὐλογίαν, πάσης ἐπιμελείας ἐτύγχανεν· ἐκείνης δὲ τρυγηθείσης καὶ τῶν εἰς ἐκείνην πεπιστευκότων ὑπ' αὐτῆς ἐκλεγέντων ἀπεστερήθη μὲν τοῦ φραγμοῦ, ἀπεστερήθη δὲ τοῦ ναοῦ, μεμένηκε δὲ ὁ περίβλεπτος οἶκος οἷον ὁρῶσιν οἱ αὐτόσε παραγινόμενοι. 9Καὶ εἰ μὴ κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν. Ὅτε τὰ Σόδομα καὶ τὰ Γόμορρα πυρὶ παρέδωκεν ὁ θεός, οὐδεὶς διεσώθη τῶν οἰκητόρων· μόνος δὲ Λὼτ οὐκ ἐκοινώνησε τῆς φθορᾶς, οὐδεμίαν ἔχων πρὸς ἐκείνους συγγέ νειαν. Ἐκ δὲ τοῦ Ἰσραὴλ πολλαὶ διεσώθησαν μυριάδες, ἡνίκα οἱ Ῥωμαίων στρατηγοί τε καὶ βασιλεῖς ἐπιστρα τεύσαντες καὶ τὰς πόλεις ἐνέπρησαν καὶ τῶν ἐνοικούντων τοὺς μὲν πλείστους κατηκόντισαν, τοὺς δὲ ὑπολειφθέντας ἐξηνδραπόδισαν. Προείρηκε γὰρ τοῖς ἱεροῖς ἀποστόλοις ὁ κύριος καὶ τοῖς δι' ἐκείνων πεπιστευκόσι τὰ συμβησόμενα καὶ παρηγγύησε φειδοῖ τὴν σωτηρίαν καρπώσασθαι· «Ὅταν» γάρ φησιν «ἴδητε κυκλουμένην ὑπὸ στρατο πέδων τὴν Ἱερουσαλήμ, γινώσκετε ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς», καὶ πάλιν· «Τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη, καὶ ὁ ἐπὶ τοῦ δώματος μὴ καταβήτω |97 b| ἆραι τὰ ἐκ τῆς οἰκίας αὐτοῦ.» Οἱ τοίνυν εἰς τὸν κύριον πεπιστευκότες διὰ τῆς πίστεως τῆς σωτηρίας ἀπέλαυσαν· καὶ τὸ σπέρμα ἐκεῖνο, δι' οὗ τοῖς ἔθνεσι τὴν εὐλογίαν ὁ θεὸς ἐπηγγείλατο, οὐκ εἴασε Σοδόμοις καὶ Γομόρροις παραπλησίως τῶν Ἰουδαίων ἐξαλειφθῆναι τὴν μνήμην. 10Ἀκούσατε λόγον κυρίου ἄρχοντες Σοδόμων, προσέχετε νόμον θεοῦ λαὸς Γομόρρας. Τὴν μὲν τιμωρίαν Σοδομίταις ἀντίρροπον οὐκ ἐδέξαντο, οὐ γὰρ εἴασε τὸ σπέρμα ἐκεῖνο, τὰς δὲ Σοδομιτῶν καὶ Γομορρηνῶν εἰκότως προσηγορίας λαμβάνουσιν. Ἐπειδὴ γὰρ μέγα ἐφρόνουν ἐπὶ τῇ ῥίζῃ τοῦ Ἀβραάμ, τὴν δὲ τοῦ Ἀβραὰμ οὐκ ἐζήλωσαν πίστιν, τῆς τοῦ Ἀβραὰμ συγγενείας ἐνδίκως ἐκβάλλονται. Οὕτω καὶ ὁ θεσπέσιος Ἰωάννης ὁ βαπτιστὴς βοᾷ· «Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; Ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς ὅτι πατέρα ἔχομεν τὸν Ἀβραάμ· ἀμὴν γὰρ λέγω ὑμῖν ὅτι δύναται ὁ θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ.» Καὶ τῷ προφήτῃ Ἰεζεκιὴλ ὁ θεὸς παρεγγυᾷ εἰπεῖν «τῇ Ἱερουσαλήμ· Τὸ σπέρμα σου καὶ ἡ γένεσίς σου ἐκ γῆς Χαναάν· ὁ πατήρ σου Ἀμορραῖος καὶ ἡ μήτηρ σου Χετταία»· καὶ τὰ Σόδομα δὲ πάλιν ἀδελφὴν αὐτῆς ὀνομάζει. Ὧν γὰρ τὴν παρανομίαν ἐζήλωσαν, τούτων τὴν προσηγορίαν εἰσὶ δίκαιοι δέξασθαι. 11Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; λέγει κύριος. Ἐντεῦθεν μανθάνομεν ἐναργῶς ὡς οὐ θυσίαις ἀρεσκόμενος ὁ θεὸς ταύτας αὐτοῖς προσφέρειν ἐνομοθέτησεν, ἀλλὰ τὴν ἀσθένειαν αὐτῶν ἐπιστάμενος. Ἐν Αἰγύπτῳ γὰρ τραφέντες καὶ θύειν εἰδώλοις μεμαθηκότες τῆς παιδείας ἐκείνης ἀπολαύειν ἐβούλοντο. Ἐκείνης τοίνυν αὐτοὺς ἀπαλλάξαι τῆς πλάνης βουληθεὶς ὁ θεὸς καὶ θυσιῶν καὶ μουσικῶν ὀργάνων ἠνείχετο, τὴν ἐκείνων ὑπερείδων ἀσθένειαν καὶ τὴν μειρακιώδη γνώμην ψυχαγωγῶν. Ἐνταῦθα μέντοι