6
κτῆσιν τῶν ἀγαθῶν· Ἐκζητήσατε κρίσιν, ῥύσασθε ἀδικούμενον, κρίνατε ὀρφανῷ καὶ δικαιώσατε χήραν. 18Καὶ δεῦτε καὶ διελεγχθῶμεν, λέγει κύριος. Ὡς ἂν δὲ μὴ δείσαιεν τοὺς ἐλέγχους ἀκούσαντες, τῶν ἀγαθῶν ἐπαγγέλλεται χορηγίαν· Καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ, ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡσεὶ ἔριον λευκανῶ. Εἰσάγων φησὶν ὑμᾶς εἰς δικαστήριον οὐ δίκας εἰσπράξομαι τῶν τετολμημένων, ἀλλὰ τὴν μεταμέλειαν ὁρῶν μιμήσομαι τοὺς δευσοποιοὺς καὶ τῷ τοῦ παναγίου βαπτίσματος λουτρῷ ἀμείψω τοῦ αἵματος τὴν χροιὰν καὶ οὐκ ἐάσω ὑμᾶς φέρειν ἔλεγχον τῆς μιαιφονίας διηνεκῆ. Παράδοξος γὰρ ἡ ἐμὴ ἐπιστήμη· τῶν γὰρ δευσοποιῶν ῥοδοειδῆ καὶ κροκοειδῆ καὶ ἰοειδὴ καὶ ἁλουργὰ βαπτόντων ἐγὼ τὸ ἐρυθρὸν χιονοειδὲς ἀπεργάζομαι. Εἶτα καὶ τῶν παρόντων ἀγαθῶν τὴν ἀπόλαυσιν ὡς περὶ ταῦτα κεχηνόσιν ἐπαγγέλλεται δώσειν· 19Καὶ ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε. Μὴ πειθομένοις δὲ ἀπειλεῖ· 20Ἐὰν δὲ μὴ θέλητε μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται. Καὶ διδάσκων ὁ προφήτης ὡς οὐκ αὐτοῦ ταῦτα τὰ ῥήματα ἀλλὰ τοῦ τῶν ὅλων θεοῦ, ἐπήγαγεν· Τὸ γὰρ στόμα κυρίου ἐλάλησε ταῦτα. Ταύτῃ τῇ φιλανθρωπίᾳ καὶ τῷ σταυρῷ προση λούμενος ὁ δεσπότης ἐχρήσατο· «Πάτερ» γὰρ ἔφη «ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσιν.» Μετὰ μέντοι τὸν σταυρὸν καὶ τὸν θάνατον καὶ τὴν ἀνάστασιν καὶ τὴν εἰς οὐρανοὺς ἀνάβασιν καὶ τὴν τοῦ θείου πνεύματος ἐπιφοίτησιν καὶ τὰ παράδοξα τῶν ἀποστόλων θαύματα τοὺς μὲν πεπι στευκότας τῆς σωτηρίας ἠξίωσεν· ἐκ τούτων γάρ εἰσιν οἱ τρισχίλιοι καὶ οἱ πεντακισχίλιοι οὓς τῶν πρώτων ἀποστόλων ἡ ξυνωρὶς ἐσαγήνευσεν, ἐκ τούτων αἱ πολλαὶ μυριάδες ἃς ὁ θεῖος Ἰάκωβος τῷ θεσπεσίῳ ὑπέδειξε Παύλῳ, ἐκ τούτων αὐτὸς ὁ μακάριος Παῦλος· θηρὸς γὰρ δίκην ἀγρίου διέσπα τοῦ κυρίου τὴν ποίμνην, ἀλλὰ τῆς θείας ἀξιωθεὶς κλήσεως πέπονθε μεθ' ἡδονῆς ἅπερ ἔδρα μεθ' ἡδονῆς. |98 b| Τούτους μὲν οὖν ὁ δεσπότης κατὰ τὴν ἰδίαν ὑπόσχεσιν τῆς σωτηρίας ἠξίωσε, τοὺς δὲ ἄλλους μαχαίρᾳ κατὰ τὴν προφητείαν παρέδωκεν. 21Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιών, πλήρης κρίσεως; Ἐν ᾖ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ, νῦν δὲ φονευταί. Ἐπειδὴ εἶδεν ἀντιλέγοντας καὶ μὴ πειθομένους μηδὲ ἀνεχομένους λούσασθαι καὶ τὴν σωτηρίαν καρπώσασθαι, ὀλοφύρεται καὶ θρηνεῖ τὴν ἐπὶ τὸ χεῖρον μεταβολήν. Πιστὴ μὲν γὰρ ἦν, ἡνίκα ∆αυὶδ μὲν αὐτὴν ὁ βασιλεὺς καὶ Ἰωσαφὰτ καὶ Ἐζεκίας καὶ Ἰωσίας εὐσεβῶς ᾠκονόμουν, πόρνη δὲ ἐγένετο καὶ ἀντὶ δικαίων φονευτὰς ἔσχεν οἰκήτορας, ἡνίκα τὸν νυμφίον παραγενόμενον οὐκ ἐδέξατο ἀλλὰ θηριωδῶς αὐτὸν ἀνελοῦσα ἐφοινίχθη τῷ αἵματι. 22Τὸ ἀργύριον ὑμῶν ἀδόκιμον· οἱ κάπηλοί σου μίσγουσι τὸν οἶνον ὕδατι. Οὐδὲ καπήλων οὐδὲ ἀργυραμοιβῶν ποιεῖται κατηγορίαν ἀλλ' ἱερέων καὶ διδασκάλων τὸν θεῖον νοθευόντων νόμον καὶ τὰ οἰκεῖα παραμιγνύντων δόγματα. Ταύτην γὰρ καὶ ἐν τοῖς ἱεροῖς εὐαγγελίοις ὁ κύριος αὐτοῖς τὴν κατηγορίαν ἐπήγαγεν· «Ἵνα τί παραβαίνετε τὴν ἐντολὴν τοῦ θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν;» Ὥσπερ γὰρ ὁ τῷ χρυσῷ ἢ τῷ ἀργύρῳ ἑτέραν ὕλην παραμιγνὺς κίβδηλον τοῦτον ἐργάζεται καὶ ἀδόκιμον καὶ ὁ τὸν οἶνον ὕδατι κεραννὺς λυμαίνεται τῇ τοῦ οἴνου ποιότητι, οὕτως οἱ τῶν Ἰουδαίων διδάσκαλοι τὸν θεῖον νόμον διέφθειραν τοὺς οἰκείους αὐτῷ συντά ξαντες λογισμοὺς καὶ τὰς μυθώδεις δευτερώσεις συνάψαντες. 23Οἱ ἄρχοντές σου ἀπειθοῦσι, κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες δῶρα, διώκοντες ἀνταπόδομα, ὀρφανοῖς οὐ κρίνοντες καὶ κρίσει χηρῶν οὐ προσέχοντες. Ἀναγκαία καὶ ἡ τούτων κατηγορία· οὐκ ἀρκεῖ γὰρ ἡ πίστις εἰς σωτηρίαν, ἀλλὰ χρεία καὶ τῆς πρακτικῆς ἀρετῆς. Τούτου δὴ χάριν ἐν τοῖς ἔμπροσθεν τῷ σωτηρίῳ κελεύσας βαπτίσματι προσελθεῖν καὶ τἆλλα τῆς ἀρετῆς αὐτοῖς ὑπηγόρευσεν εἴδη. Μετὰ μέντοι τὴν κατηγορίαν ἐπιφέρει τῆς τιμωρίας τὰς ἀπειλάς· 24∆ιὰ τοῦτο τάδε λέγει κύριος ὁ δεσπότης Σαβαώθ, ὁ δυνάστης τοῦ Ἰσραήλ· Οὐαὶ τοῖς ἰσχύουσιν ἐν Ἰσραήλ, οὐ παύσεται γὰρ ὁ θυμός μου ἐν τοῖς ὑπε ναντίοις μου, κρίσιν ποιήσω ἐκ τῶν ἐχθρῶν μου. Τὸ κύριος Σαβαὼθ ὁ μὲν Σύμμαχος καὶ ὁ