7
Τούτου γὰρ γενομένου, οὐκέτι χώραν ἔχουσιν οἱ περιυβρίζειν βουλόμενοι, τοῦ ζηλοῦντος ἀνδρὸς φυγαδεύοντος ἀπὸ τῆς γαμετῆς τοὺς ἐπὶ βλάβῃ αὐτῆς ἐπιβαίνοντας· πάλιν φροντίζων γνησίως καὶ μετ' ἔρωτος συνοικῶν, ὡς καὶ πρότερον ὅπου οὔπω ἐγκαταλέλειπτο. 1.63 Ὅτι δ' ἔρρωται ἡ νόησις αὕτη καὶ ἐκ τοῦ προφήτου Ἰεζεκιὴλ ἔστιν μαθεῖν· ὀργισθεὶς γοῦν ὁ Θεὸς τῇ ἑβραϊκῇ πληθύϊ· «Οὐ φείσομαι ἐπὶ σοὶ ἔτι, εἶπεν, οὐδὲ ζηλώσω ἐπὶ σοί.» Προανεφώνει δὲ ταῦτα διεγείρων, ἵνα μὴ ὑποπέσῃ ταῖς ἀπειλαῖς, φυλάττουσα ἄχραντα τὰ τῆς συνοικήσεως δίκαια. 1.64 Σιὼν καὶ Ἰερουσαλὴμ καλεῖ τὴν ζηλουμένην ὅπως μηκέτι καταπονῆται ὑπὸ τῶν συνεπιτιθεμένων αὐτῇ εἰς κακά, διὰ προσούσας ἀρετάς. Σιὼν μὲν γὰρ ἑρμηνεύεται σκοπευτήριον, ἐντολὴ πεποιημένη, Ἰερουσαλὴμ δὲ ὅρασις εἰρήνης· Σιὼν κατ' ἀναγωγὴν καλεῖται ἡ μὴ τὰ πρόσκαιρα ἀλλὰ τὰ αἰώνια σκοποῦσα τῷ ποιεῖν τὰς δοθείσας ἐντολάς. 1.65 Ἕπεται δὲ τῇ τοιαύτῃ καταστάσει τὸ ἀσύγχυτον καὶ ἀτάραχον τῶν κατορθουμένων. Ὁρᾶται δὲ ἡ εἰρήνη ἡ περὶ ἧς ὁ Ἰησοῦς· «Εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν.» ∆έδοται δὲ αὕτη μετὰ θείας «χάριτος ἀπὸ Θεοῦ πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ», ὡς παιδεύει Παῦλος. Ἀμφότερα δὲταῦτα, ἡ εἰρήνη καὶ ἡ χάρις φημί, ὁ Σωτήρ ἐστιν. Εἴρηται γὰρ περὶ αὐτοῦ· «Αὐτός ἐστιν ἡ εἰρήνη ἡμῶν.» Καὶ πάλιν ὁ ἐξ αὐτῆς καὶ δι' αὐτῆς κατορθῶν λέγει· «Οὐκ ἐγὼ» τάδε τινὰ τὰ ἀνδραγαθήματα κατώρθωσα, «ἀλλ' ἡ χάρις σὺν ἐμοί». Ταύτην τὴν χάριν καὶ εἰρήνην Θεοῦ πατρὸς παρέχοντος, καὶ Ἰησοῦς ὑφίστησιν αὐτάς, ἐπιδοὺς ἑαυτὸν μετέχεσθαι τοῖς ἐγνωκόσιν αὐτὸν ὄντα χάριν καὶ εἰρήνην. 1.66 Γενοίμεθα καὶ ἡμεῖς προαιρέσει ἀγαθῇ τοιοῦτοι, ἵνα μὴ ἐγκαταλείπωμεν, οἷα ἀθετήσασα γυνὴ τὸν συνόντα, ζηλωτοὶ ποθητοὶ αὐτῷ τυγχάνοντες. 1.67Zach. I, 16: ∆ιὰ τοῦτο τάδε λέγει Κύριος· Ἐπιστρέψω ἐπὶ Ἰερουσαλὴμ ἐν οἰκτιρμῷ καὶ ὁ οἶκός μου ἀνοικοδομηθήσεται ἐν αὐτῇ, λέγει Κύριος παντοκράτωρ, καὶ μέτρον ἐκταθήσεται ἐπὶ Ἰερουσαλὴμ ἔτι. 1.68 Ἐπεὶ οὐδὲν ὡς ἔτυχεν γίνεται ὑπὸ τοῦ προνοουμένου τῶν ὅλων, διὰ τοῦτο προτάττονται πολλάκις τῶν γινομένων αἰτιολογικοὶ σύνδεσμοι, τοῦ Θεοῦ λέγοντος πρὸς τοὺς ὑποκειμένους τῇ διοικήσει· ἀνθ' ὧν τάδε εἴπατε ἢ πεποιήκατε, τάδε ἐπαχθήσεται ὑμῖν. Αὐτίκα γοῦν καὶ ἐν τῷ προκειμένῳ ῥητῷ φέρεται ἡ οὕτως ἔχουσα λέξις· «∆ιὰ τοῦτο τάδε λέγει Κύριος παντοκράτωρ.» 1.69 Τί δ' ἐστὶ τοῦτο ἢ τὸ «ζηλῶσαί με τὴν Σιὼν 1.69 καὶ τὴν Ἰερουσαλὴμ ζῆλον μέγαν»; Ἐπείπερ, «ὀργισθέντος ἐμοῦ μικρά, συνεπέθεντο εἰς κακὰ» οἱ ἐχθροὶ τῶν ζηλωθέντων, «ἐπιστρέψω ἐν Ἰερουσαλὴμ ἐν οἰκτιρμῷ», οἰκτείρων αὐτὴν οἷα προστάτης καὶ γνήσιος ἐπίκουρος, «πατὴρ» γὰρ αὐτὸ τοῦτο «τῶν οἰκτιρμῶν» ὑπάρχων. 1.70 Τίς δ' ὁ τρόπος τοῦ οἰκτείρεσθαι τὴν Ἰερουσαλὴμ παραχρῆμα ἀπαγγέλλεται· «Ἀνοικοδομηθήσεται γὰρ ὁ οἶκός μου ἐν αὐτῇ» καὶ ἐν μέσῳ αὐτῆς, ἵν' ἐνοικῶν καὶ ἐμπεριπατῶν ἐν τοῖς πολίταις αὐτῆς, τελείως οἰκτείρω αὐτήν, οὐκέτι ἐρημοῦσθαι ἢ διαρπάζεσθαι αὐτὴν ἐπιτρέπων, ζηλωτὴν καὶ ἀξιομνημόνευτον αὐτὴν ἀποδεικνύς, μέτρου πάλιν ἐκτεινομένου ἐπ' αὐτὴν ὡς καὶ πρότερον ὅτε εὐθηνίαν καὶ καρποφορίαν εἶχεν. Τῆς γὰρ ἐρήμου καὶ ἠμελημένης χώρας οὐ γεωμετρουμένης, ἡ οἰκτειρομένη λοιπὸν ὑπὸ τοῦ Θεοῦ γῆ μετρεῖται οἷα χώρα καρποφόρος. Μετρεῖται δὲ ἡ πόλις διαστελλομένη εἰς λαύρας καὶ πλατείας, τεμένη τε καὶ γυμνάσια. 1.71 Τί δὲ τὸ ἐπιβαλλόμενον ἐπ' αὐτῆς μέτρον ἐν τοῖς ἑξῆς δηλωθήσεται, ἀγγέλου ἐπιφαινομένου κατέχοντος σχοινίον γεωμετρικόν. 1.72 Ὁ οἶκος δ' ὁ οἰκοδομούμενος ἐν μέσῳ τῆς οἰκτειρομένης Ἰερουσαλὴμ ἡ τοῦ ζῶντος Θεοῦ Ἐκκλησία ἐστίν, ἐν ᾗ ἀναστρέφειν προσήκει τὸν Θεοῦ θεραπευτὴν κατὰ νόμον ἱερώμενον. Τοῦτο προσφωνεῖ Τιμοθέῳ ὁ ἐν Χριστῷ λαλῶν Ἀπόστολος, γράφων οὕτως· «Ἐὰν βραδύνω ἵν' εἴδῃς πῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος, στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας.» 1.73 Κατὰ νόησιν