1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

7

Θεοδοτίων «κύριος τῶν δυνάμεων» ἡρμήνευσαν, ὁ δὲ Ἀκύλας «κύριος στρατιῶν». Συνᾴδει δὲ ἡ διάνοια· καὶ γὰρ τοὺς στρατιωτικοὺς κατα λόγους δύναμιν ὀνομάζειν εἰώθαμεν. Ὁ δὲ τῶν οὐρανῶν βασιλεὺς στρατιὰν ἀκαταγώνιστον ἔχει τὰς ἀοράτους δυνά μεις. Τὸν δὲ αὐτὸν καὶ δυνάστην τοῦ Ἰσραὴλ ὀνομάζει ὡς διὰ τῶν παραδόξων θαυμάτων, ἃ ὑπὲρ τοῦ Ἰσραὴλ πεποίηκε, τὴν οἰκείαν δείξαντα δύναμιν. Ὑπεναντίους δὲ αὐτοὺς καλεῖ ὡς ἀντιτείνοντας ἀεί, ἐχθροὺς δὲ ὡς δυσμενεῖς ὄντας. 25Καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ σὲ καὶ πυρώσω σε εἰς καθαρόν, τοὺς δὲ ἀπειθοῦντας ἀπολέσω καὶ ἀφελῶ πάντας ἀνόμους ἀπὸ σοῦ καὶ πάντας ὑπερηφάνους ταπεινώσω 26καὶ ἐπιστήσω τοὺς κριτάς σου ὡς τὸ πρότερον καὶ τοὺς συμβούλους σου ὡς τὸ ἀπ' ἀρχῆς. Πάλιν τῆς κρίσεως ἐμνημόνευσε καὶ ὑπέσχετο τοὺς μὲν ἀξίους πυρώσειν μέν, ἀλλ' οὐκ εἰς κατάκαυσιν, ἀρίστους δὲ καὶ δοκίμους ποιήσειν. Τοιαύτη γὰρ ἡ τοῦ βαπτίσματος χάρις· οὗ δὴ ἕνεκα καὶ ὁ θειότατος Ἰωάννης ὁ βαπτιστὴς ἐβόα λέγων· «Ἐγὼ μὲν ὑμᾶς ἐβάπτισα ὕδατι εἰς μετάνοιαν· ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μού ἐστιν, οὗ οὔκ εἰμι ἱκανὸς τὸν ἱμάντα τῶν ὑποδημάτων λῦσαι· αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί.» Καὶ τοῦ παναγίου πνεύματος κατὰ τὴν ἡμέραν τῆς πεντηκοστῆς ἐπιφοιτήσαντος ἐγένοντο ἐν τοῖς ἀποστόλοις «διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός». Τούτου δὴ χάριν διὰ τοῦ πυρὸς τοῖς πιστεύουσιν ὑπισ χνεῖται τὴν κάθαρσιν, τοῖς δὲ δι' ἀλαζονείαν ἀντιλέγουσι ταπείνωσιν ἀπειλεῖ. ........... τ οὺς ἐκδεξαμένους τὸ κήρυγμα, οὓς τοῖς ἱεροῖς ἀπεικάζει προφήταις. Καὶ μετὰ ταῦτα κληθήσῃ πόλις δικαιοσύνης, μητρόπολις πιστὴ 27Σιών. Οὐ μέγεθος αὐτῇ καὶ οἰκοδομημάτων κάλλος καὶ οἰκητόρων ἐπαγγέλλεται πλῆθος ἀλλὰ δικαιο σύνην καὶ πίστιν· μήτηρ γάρ ἐστι τῶν πεπιστευκότων. Οὗ δὴ χάριν καὶ πρὸς αὐτὴν συντρέχουσιν ἅπαντες ἰδεῖν ποθοῦντες οὐ περιβόλων μέγεθος οὐδὲ πύργων ὕψος οὐδὲ κιόνων καὶ λίθων μαρμαρυγὰς ἀλλὰ τάφον δεσποτικὸν |99 a| καὶ σταυροῦ τύπον δεσποτικοῦ καὶ τὴν σμικρὰν ἐκείνην καὶ πολυθρύλητον φάτνην. Μετὰ γὰρ κρίματος σωθήσεται ἡ αἰχμαλωσία αὐτῆς καὶ μετὰ ἐλεημοσύνης· 28καὶ συντριβήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοί, καὶ οἱ ἐγκαταλιπόντες τὸν κύριον συντελεσθήσονται. Ἐλέῳ γὰρ κεράσας τὸ δίκαιον τοῖς μὲν τὸν σταυρὸν τετολμηκόσιν εἶτα μεταμεληθεῖσι συνέγνω καὶ τὴν μεταμέλειαν δεξάμενος παρέσχε τὴν σωτηρίαν καὶ τοῖς τὰ δεινὰ ἐκεῖνα πεπονθόσι καὶ αἰχμαλώτοις γεγενημένοις οὐ συναπώλεσεν, ἐκείνους δὲ πανωλεθρίᾳ παρέδωκεν. 29∆ιότι νῦν αἰσχυνθήσονται ἐπὶ τοῖς γλυπτοῖς αὐτῶν ἐφ' οἷς αὐτοὶ ἐποίησαν καὶ αἰσχυνθήσονται ἐπὶ τοῖς εἰδώλοις αὐτῶν ἐφ' οἷς αὐτοὶ ἐβουλεύσαντο καὶ αἰσχυνθήσονται ἐπὶ τοῖς κήποις αὐτῶν ἐφ' οἷς ἐπεθύμησαν. Εἰκότως καὶ ἐπὶ τοῦ παρόντος καὶ τούτων ἐποιήσατο μνήμην. Ἐπειδὴ γὰρ ὡς ὑπὲρ τοῦ νόμου ζηλοῦντες οὐκ ἐδέξαντο παραγενόμενον τὸν σωτῆρα Χριστόν, τῆς πολλῆς δυσσεβείας ἀναμιμνῄσκει ὅτι καὶ εἰδώλων τὴν πόλιν ἐνέπλησαν καὶ ἄλση τοῖς εἰδώλοις ἐφύτευσαν καὶ ἐν ἀγοραῖς καὶ ἐν οἰκίαις καὶ ἐπὶ τῶν δωμάτων τοῖς δαίμοσι θυσίας προσέφερον καὶ ταῦτα δρῶντες οὐκ ἐλογίζοντο τὴν τοῦ νόμου παράβασιν· ὅτε δὲ αὐτὸς ὁ νομοθέτης ἀφίκετο, τὴν εἰς αὐτὸν πίστιν παρανομίαν ὑπέ λαβον. Εἶτα πάλιν ἐπιφέρει τῆς ἐρημίας τὴν πρόρρησιν· 30Ἔσονται γὰρ ὡς τερέβινθος ἀποβεβληκυῖα τὰ φύλλα αὐτῆς καὶ ὡς παράδεισος ὕδωρ μὴ ἔχων. Πάντα τὰ καρποφόρα δένδρα καταλιπὼν τερεβίνθῳ ἀπείκασε τὴν τῆς πόλεως ἐρημίαν καὶ τερεβίνθῳ τῶν φύλλων γεγυμνωμένῃ· φυτὸν δέ ἐστιν ἐν ξηροῖς τόποις φυόμενον, κλάδους ἔχον κατεσκληκότας. Ἀπείκασε δὲ αὐτοὺς καὶ παραδείσῳ ἀνύδρῳ· οὐκέτι γὰρ τῶν προφητικῶν ναμάτων ἀπολαύουσιν οὐδὲ τὴν ἄνωθεν φερομένην δέχονται δρόσον. 31Καὶ ἔσται ἡ ἰσχὺς αὐτῶν ὡς καλάμη στυππείου, καὶ αἱ ἐργασίαι αὐτῶν ὡς σπινθῆρες πυρός. Εὔπρηστος ἡ τοῦ στυππείου καλάμη. Εἰκότως τοίνυν τῇ μὲν καλάμῃ ταύτῃ παρέβαλεν αὐτῶν τὴν ἰσχύν, πυρὶ δὲ τὰ πονηρὰ αὐτῶν ἔργα· ἡ πονηρία γὰρ ἡμᾶς τῆς θείας προμηθείας γυμνοῖ καὶ καταναλίσκει τὴν