1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

8

ἄλλην, ἀνοι̣κοδομούμενος οἶκος ἐν τῇ Ἰερουσαλὴμ ὁ τεχθεὶς ἐκ τῆς Μαρίας Ἰησοῦς ἐστιν, οἰκοδομηθεὶς ὑπὸ τῆς σοφίας τοῦ Θεοῦ, κατὰ τὸ παροιμιῶδες θέσπισμα οὕτως ἔχον· «Ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον», περὶ οὗ εἶπεν ἡ οἰκοδομήσασα σοφία τοῖς ἀντιπαρατεταγμένοις· «Λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν»· τοῦτο δέ, φησίν, «ἔλεγεν περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ», ὡς ὁ εὐαγγελιστὴς ἔγραψεν. 1.74 Πρὸς τοῖς εἰρημένοις, καὶ ἕκαστος τῶν πιστῶν οἶκός ἐστιν ἐγειρόμενος ἵν' ᾖ ναὸς Θεοῦ. «Οὐκ οἴδατε γάρ, φησίν, ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν;» Καὶ αὐτὸς ὁ Σωτὴρ τοῦτο φανερῶς λέγει· «Ἐάν τις ἀγαπᾷ με, τὸν λόγον τὸν ἐμὸν τηρήσει, κἀγὼ ἀγαπήσω αὐτόν, καὶ ἐλευσόμεθα καὶ ἐγὼ καὶ ὁ πατήρ μου καὶ μονὴν παρ' αὐτῷ ποιησόμεθα.» 1.75 Ναὸς δὲ καὶ οἶκος καὶ μονὴ 1.76 Zach. I, 17: Καὶ εἶπεν πρὸς μὲ ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί· Ἀνάκραγε λέγων· Τάδε λέγει Κύριος παντοκράτωρ· Ἔτι διαχυθήσονται πόλεις ἐν ἀγαθοῖς, καὶ ἐλεήσει Κύριος ἔτι τὴν Σιὼν καὶ αἱρετιεῖ τὴν Ἰερουσαλήμ. 1.77 ············ν̣ης, τ̣ο̣·· γὰρ διαχεον·········· ··········δαψίλεια ἐπω̣··ω̣λων καὶ βελτιούντων ····· ················ο̣, ὅταν ἔτι ὡς καὶ πρότερον ἐλεήσῃ Κύριος τὴν Σιὼν ······· εὐεργετῶν αὐτήν. Καὶ προσέτι αἱρετιεῖ τὴν Ἰερουσαλὴμ ···················εχομενος διὰ τὸ πεπληρῶσθαι ἀξιαγα̣··················· ἅπερ ὄψεσθαι εὐλογίας τρόπῳ εἴρηται······ «Καὶ ἴδοις τὰ ἀγαθὰ Ἰερουσαλήμ.» 1.78 Περὶ τούτων κἀκεῖνο ἐκλημπτέον· «Ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε»· καὶ τό· «Ἔσῃ πεποιθὼς ἐπὶ Κύριον, καὶ ἀναβιβάσει σε ἐπὶ τὰ ἀγαθὰ τῆς γῆς», περὶ ὧν ὁ σοφός, ᾧ «τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας» ἐδηλώθη ὑπὸ τοῦ Θεοῦ, φησίν· «Πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ Κυρίου ἐν τῇ γῇ ζώντων.» Κυρίως καὶ ···················ὁ ἅγιος ἰδεῖν ἐν γῇ ζώντων καὶ ψωμίζει ················ἀναβιβασθεὶς ἐπὶ τὰ ἀγαθὰ τῆς γῆς, ὑπαρχ··················· ·ε̣κ̣τος ἢ τὰ σωματικὰ λεγόμενα ἀγαθά, ἀλλ············· ····κατὰ τὸν ἔσω ἄνθρωπον, ταῦτα δ' εἰσὶν αἱ ἀρεταὶ ···· ···············α ταῦτα τελούμενα ἔργα, εἰσάγοντα ε· ···················α. 1.79 Οὐ γὰρ προσεκτέον τοῖς φάσκουσιν ·····················ν σωματικῶς, τὸ ἀκροδρύων ἐμφορη······················ματικῶς, οὐδ' αὖ τὸ πλουτεῖν καὶ παρα··················· 1.80 ······················α̣υτα.

1.81 Zach. II, 1-2: Καὶ ἦρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον καὶ ἰδοὺ τέσσερα

κε´̣ρατ̣α. Κ̣αὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοί· Τί ἐστιν ταῦτα, Κύριε; 1.82 ·······················ο̣υ ὀφθαλμῶν ταῦτα λέγει ἀλλὰ τῶν ····················ω̣ν πεφωτισμένων, τούτους γὰρ εἰς ὕψος ··············· θεωρίᾳ τοῦ Θεοῦ καὶ τῶν ὑπ' αὐτοῦ γινομένων ················· Θεὸν σοφῶν καθαρῶν ἀσκόπων ὀφθαλ················· ··· οὗτος πρὸς τὸν Θεόν φησιν ὡς περιο············ ········σ̣ειν τοῦ Θεοῦ καθ' ὃ δημιουργεῖ καὶ προνοεῖ, ····················ν καὶ αἰσθητῶν θεωρίαν· «Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ.» Καὶ ὁ Σωτὴρ· «Ἰδοὺ λέγω ὑμῖν, ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας, ὅτι λευκαί εἰσιν πρὸς θερισμὸν ἤδη.» 1.83 ·· παραπλησίωσ················ς «εἶπεν ὁ ἅγιος», φησίν, τὸν············ «ἀναβλέψατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ ἴδετε· Τίς κατέδειξεν πάντα ταῦτα; Ὁ ἐξάγων κατ' ἀριθμὸν τὸν κόσμον αὐτοῦ» ············· ··π̣ω καὶ ὁ εἰς ἐξέτασιν προκείμενος προφήτης ··········· ····τος, ἄρας τοὺς ὀφθαλμοὺς αὐτοῦ ··············· ····· τοῦ ἀληθινοῦ φωτός, τεθέαται···················· 1.84 πεῦσιν προσηγίοχεν γνῶναι θέλων τίνα ποτ' εἰσίν. Κέρατα δ' εἰσὶν αἱ ἐπικείμεναι βασιλεῖαι τέτταρες τοῖς πολίταις τῆς Σιὼν καὶ Ἰερουσαλήμ. Οὐκ ἄλλαι ὑπάρχουσιν τῶν πολεμίων ἐκείνων περὶ ὧν ὁ Ἀπόστολος καὶ οἱ λοιποὶ π··· φασίν· «Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς καὶ ἐξουσίας καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου καὶ τὰ πνευματικὰ τῆς πονηρίας.» 1.85 Συμφώνως τῷ πλήθει τῶν πρὸς ἃς ἡ πάλη τοῖς ἁγίοις πονηρῶν δυνάμεων, καὶ ὁ