1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

8

δεδομένην ἡμῖν ἰσχύν. Καὶ κατακαυθήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα, καὶ οὐκ ἔσται ὁ σβέςων. Θεοῦ γὰρ κολάζοντος τίς ὁ ῥυόμενος; Οὕτω καὶ διὰ τοῦ μεγάλου Μωυσέως ἔφη· «Ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω, πατάξω κἀγὼ ἰάσομαι· καὶ οὐκ ἔστιν ὃς ἐξελεῖται ἐκ τῶν χειρῶν μου.» Ταῦτα τοίνυν εἰδότας δεδιέναι προσήκει καὶ φρίττειν· «φοβερὸν» γὰρ «τὸ ἐμπεσεῖν εἰς χεῖρας θεοῦ ζῶντος». Ὁ μέντοι προφήτης ἐνταῦθα τὴν πρώτην συνεπέρανεν ὅρασιν· ἡμεῖς δὲ τοὺς ἐντευξομέν ους τῇδε τῇ βίβλῳ μικρὸν διαναπαύσωμεν, δόξαν ἀναπέμποντες τῷ πατρὶ καὶ τῷ υἱῷ καὶ τῷ ἁγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

2 ΤΟΜΟΣ Βʹ 21Ὁ λόγος ὁ γενόμενος πρὸς Ἡσαΐαν υἱὸν Ἀμὼς περὶτῆς Ἰουδαίας καὶ περὶ

Ἱερουσαλήμ. Ἐν τῇ Ὀζίου βασιλείᾳ-ἐν ἐκείνῃ γὰρ τῆς προφητείας ἤρξατο-καὶ τούτους προσετάχθη διαπορθμεῦσαι τοὺς λόγους, οὐ κατὰ τὸν αὐτὸν μέντοι καιρόν· οὗ δὴ χάριν ἑτέρῳ πάλιν ἐχρήσατο προοιμίῳ. 2Ὅτι ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος κυρίου, καὶ ὁ οἶκος τοῦ θεοῦ ἐπ' ἄκρων τῶν ὀρέων καὶ ὑψωθήσεται ὑπεράνω τῶν βουνῶν. Τὸ περιφανὲς καὶ περί βλεπτον τῆς εὐσεβείας προλέγει καὶ ὅτι σβεσθήσεται μὲν ἡ τῶν εἰδώλων θεραπεία, ὁ δὲ τοῦ θεοῦ οἶκος παρὰ πάντων τὸ προσῆκον δέξεται σέβας. ∆ιὰ γὰρ τῶν ὀρέων καὶ τῶν βουνῶν οὐ τὸ ὕψος μόνον δηλοῖ ἀλλὰ καὶ τὴν ἐν τούτοις πάλαι κρατήσασαν πλάνην· ἐν γὰρ ταῖς ἀκρω ρείαις καὶ τοῖς ὑψηλοῖς λόφοις τεμένη τοῖς εἰδώλοις ἀνέστησαν καὶ ἄλση κατεφύτευσαν καὶ τὴν διὰ θυσιῶν αὐτοῖς προσέφερον θεραπείαν. Μετὰ δὲ τὴν τοῦ σωτῆρος ἡμῶν ἐπιφάνειαν τὸ μὲν ἐκείνων διελήλεγκται ψεῦδος, |99 b| δέδεικται δὲ τῆς ἀληθείας τὸ κάλλος, καὶ ὁρῶμεν τῆς προφητείας τὸ τέλος. Ἐσχάτας δὲ ἡμέρας τὰς μετὰ τὴν δεσποτικὴν ἐπιφάνειαν λέγει. Οὕτω καὶ διὰ Ἰωὴλ τοῦ προφήτου φησίν· «Ἐν ταῖς ἐσχάταις ἡμέραις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα»-τοῦτο δὲ κατὰ τὴν ἡμέραν τῆς πεντηκοστῆς ἔλαβε πέρας-, καὶ ὁ θεῖος ἀπόστολος· «Πολυμερῶς καὶ πολυτρόπως» ἔφη «πάλαι ὁ θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ' ἐσχάτων τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ.» Καὶ ἥξουσιν ἐπ' αὐτὸν πάντα τὰ ἔθνη, 3καὶ πορεύσονται λαοὶ πολλοὶ καὶ ἐροῦσιν· δεῦτε ἀναβῶμεν εἰς τὸ ὄρος κυρίου καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ Ἰακώβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ. Ταῦτα διπλῆν ἔχει τὴν ἑρμηνείαν, ἑκατέρας δὲ τὸ τέλος ὁρῶμεν· κἄντε γὰρ τὴν Ἱερουσαλὴμ νοήσωμεν ὄρος εἶναι τοῦ θεοῦ, ὁρῶμεν ἐκεῖσε τοὺς πεπιστευκότας ἐκτρέχοντας καὶ ἐξ ἁπάσης τῆς οἰκουμένης ἐκτρέχοντας καὶ ἀφικνουμένους τοὺς τὸ κήρυγμα δεξαμένους καὶ τὴν ἐκεῖθεν βλαστήσασαν εὐλογίαν ἁρπά σαντας· κἄντε τὰς πανταχοῦ γῆς καὶ θαλάττης ἐκκλησίας φῶμεν οἶκον θεοῦ- τῷ θείῳ Παύλῳ πειθόμενοι· «Οἶκος γὰρ αὐτοῦ» φησίν «ἐσμεν ἡμεῖς»-, καὶ οὕτως ἔστιν ἰδεῖν τὴν τῆς προφητείας ἀλήθειαν· περιφανὴς γὰρ ἡ τοῦ θεοῦ ἐκκλησία, καὶ τὴν πάλαι κρατήσασαν ἀσέβειαν τὰ ἔθνη καταλιμπάνοντα ταύτῃ πρόσεισι καὶ παρὰ ταύτης φωτίζεται. Ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος καὶ λόγος κυρίου ἐξ Ἱερουσαλήμ. 4Καὶ κρινεῖ ἀνὰ μέσον τῶν ἐθνῶν καὶ ἐλέγξει λαὸν πολύν. Θαυμάζω τοὺς ἑτέρως νοεῖν τόδε τὸ χωρίον ἀνεχομένους καὶ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον οἰομένους διὰ τούτων προλέγεσθαι. Ποῖα γὰρ ἔθνη μετὰ τὴν δευτέραν τοῦ ναοῦ οἰκοδομίαν ἐκεῖσε ἔδραμεν; Ποῖος δὲ νόμος ἐκεῖσε ἐδόθη; Τὸν γὰρ παλαιὸν νόμον οὐκ ἐν τῇ Σιὼν ἀλλ' ἐν τῷ Σινὰ ὄρει δέδωκεν ὁ θεός. Εὔδηλον τοίνυν ὡς τὴν καινὴν αἰνίττεται διαθήκην, ἐκεῖ μὲν πρώτοις δοθεῖσαν τοῖς ἀποστόλοις, δι' ἐκείνων δὲ πᾶσι παρασχεθεῖσαν τοῖς ἔθνεσιν. Οὐ μόνον νόμον ἀλλὰ καὶ λόγον ἐκεῖθεν ἐξελεύσε σθαι προθεσπίζει· οὕτω δὲ τὸ εὐαγγελικὸν ὠνόμαζε κήρυγμα. Τοῦτο γὰρ καὶ ὁ μακάριος ἡμᾶς διδάσκει