9
Λουκᾶς· «ὡς παρέδοσαν ἡμῖν οἱ ἐξ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται τοῦ λόγου γενόμενοι». Λόγον γὰρ ἐνταῦθα οὐ τὸν θεὸν λόγον καλεῖ ἀλλὰ τὴν τοῦ θείου λόγου διδασκαλίαν· οὐ γὰρ ὁ θεὸς λόγος ἐκ Σιὼν ἐξελήλυθεν, ἀλλ' ἐν τῇ Σιὼν τὴν ἀλήθειαν ἐξεπαίδευσεν. Καὶ συγκόψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα, καὶ οὐ λήψεται ἔθνος ἐπ' ἔθνος μάχαιραν, καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν. Οὐδὲ ταῦτα μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον γεγενημένα εὑρίσκομεν· πόλεμοι γὰρ ἐπάλληλοι ἦσαν κατὰ πᾶσαν τὴν οἰκουμένην, εἰς πολλὰ τῆς βασιλείας μεμερισμένης καὶ τῶν κατ' ἔθνος βασιλευόντων ἐπανισταμένων ἀλλήλοις. Τῇ δὲ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν ἐπιφανείᾳ συνήκμασεν ἡ τῶν Ῥωμαίων ἀρχή, αὕτη δὲ τὰς πολλὰς καταλύσασα βασιλείας τὸ κατὰ πάντων ἀνεδήσατο κράτος, ὑπ' ἐκείνην δὲ τὰ ἔθνη τελοῦντα οὐκέτι τοῖς πολεμικοῖς ὀργάνοις κέχρηνται κατ' ἀλλήλων, τῶν δὲ ἀπὸ γεωργίας ἅπαντες ἀπολαύουσιν ἀγαθῶν. Τοσαύτη δὲ πάλαι διάστασις ἦν, ὅτι καὶ ὁ Ἰσραὴλ διχῇ διῃρημένος ἦν καὶ ἑαυτὸν κατανήλισκεν καὶ ἐν μιᾷ γωνίᾳ τῆς οἰκουμένης, μᾶλλον δὲ ἐν ἐπαρχίᾳ μιᾷ-τῇ Παλαιστίνῃ φημί- Ἀλλόφυλοι καὶ Μωαβῖται καὶ Ἀμμανῖται καὶ Ἰδουμαῖοι καὶ Ἀμαληκῖται κατ'ἀλλήλων ἐστράτευον. Ἀλλὰ ταῦτα |100 a| πάντα ἡ τοῦ σωτῆρος ἡμῶν ἔσβεσεν ἐνανθρώπησις. Κατ' αὐτὴν γὰρ τὴν ςωτήριον τῆς παρθένου γέννησιν ἔπεμψέ φησιν Αὔγουστος «ἀπογράψασθαι πᾶσαν τὴν οἰκουμένην». Ἐντεῦθεν ἀρχὴν ἔλαβεν ἡ εἰς εἰρήνην τῶν πολέμων μεταβολή, καὶ τὸ κήρυγμα ἔτρεχεν ἀκωλύτως τῶν κατ' ἔθνος ἐσβεσμένων πολέμων, καὶ τῶν ἐθνῶν ἁπάντων ὑπὸ μίαν ἐξουσίαν τελούντων ἀδεῶς οἱ κήρυκες τῆς ἀληθείας διέβαινον τὰ σωτήρια διαπορθμεύοντες δόγματα. Οὕτω ταῦτα προθεσπίσαι κελευσθεὶς ὁ προφήτης τῷ λαῷ παραινεῖ τῷ καλουμένῳ Ἰακὼβ τὸ φῶς τῆς ἀληθείας εἰσδέξασθαι, λέγει δὲ οὕτω· 5Καὶ νῦν, σὺ οἶκος τοῦ Ἰακώβ, δεῦτε καὶ πορευθῶμεν τῷ φωτὶ κυρίου· 6ἀνῆκε γὰρ τὸν λαὸν αὐτοῦ, τὸν οἶκον τοῦ Ἰσραήλ. Οἶκον Ἰακὼβ τοὺς ἐξ Ἰακὼβ ὀνομάζει. Τούτων δὲ οἱ μὲν πιστεῦσαι θελήσαντες προσελήφθησαν, οἱ δὲ ἀπιστήσαντες ἀπερρίφησαν. Προτρέ πει τοίνυν ὁ προφητικὸς λόγος μηκέτι προσεδρεύειν τῷ λυχνιαίῳ φωτὶ τοῦ νόμου, ἀλλὰ τῷ ἀληθινῷ τὰς ψυχὰς καταυγάζειν· οὐκέτι γὰρ τῆς προτέρας ἐπιμελείας οἱ ἀντιλέγοντες ἀπολαύσονται. Εἶτα δείκνυσιν, ὡς οὐκ ἐννόμως ἀλλὰ καὶ λίαν παρανόμως πολιτευόμενοι τὴν ὑπὲρ τοῦ νόμου δῆθεν σπουδὴν ἐπεδεί κνυντο καὶ τὴν καινὴν οὐκ ἐδέχοντο διαθήκην, καὶ διδάσκει τὰ ὑπ' αὐτῶν τολμώμενα· Ὅτι ἐνεπλήσθη ὡς τὸ ἀπ' ἀρχῆς ἡ χώρα αὐτῶν κληδονισμῶν ὡς ἡ τῶν Ἀλλοφύλων, καὶ τέκνα πολλὰ ἀλλόφυλα ἐγενήθη αὐτοῖς. Ἀμφότερα ὁ νόμος ἐναργῶς ἀπηγόρευσε, καὶ τὸ ἀλλοφύλοις ἐπιμίγνυσθαι καὶ τὰς πρὸς ἐκείνους ἐπιγαμίας ποιεῖσθαι καὶ τὸ κληδόσι κεχρῆσθαι· ἀμφότερα δὲ οὗτοι παρέβησαν. 7Ἐνεπλήσθη ἡ χώρα αὐτῶν ἀργυρίου καὶ χρυσίου, καὶ οὐκ ἦν ἀριθμὸς τῶν θησαυρῶν αὐτῶν· καὶ ἐνεπλήσθη ἡ γῆ αὐτῶν ἵππων, καὶ οὐκ ἦν ἀριθμὸς τῶν ἁρμάτων αὐτῶν. Καὶ ἵπποις θαρρεῖν καὶ τῇ τοῦ πλούτου δυνάμει ὁ θεῖος ἀπηγόρευσε νόμος· «οὐ ποιήσεις» γάρ φησι «σεαυτῷ ἅρματα οὐδὲ πληθυνεῖς ἵππους.» Ταῦτα δὲ ἀπηγόρευσεν, ἵνα μὴ τῇ οἰκείᾳ δυνάμει θαρρῶσιν ἀλλὰ τὴν θείαν ῥοπὴν ἀναμέ νωσιν. Οὕτω καὶ ὁ μακάριος ∆αυὶδ βοᾷ· «Οὐκ ἐν τῇ δυναστείᾳ τοῦ ἵππου θελήσει οὐδὲ ἐν ταῖς κνήμαις τοῦ ἀνδρὸς εὐδοκεῖ», καὶ πάλιν· «Οὐ γὰρ ἐν τῇ ῥομφαίᾳ αὐτῶν ἐκληρονόμησαν γῆν, καὶ ὁ βραχίων αὐτῶν οὐκ ἔσωσεν αὐτούς, ἀλλ' ἡ δεξιά σου καὶ ὁ βραχίων σου καὶ ὁ φωτισμὸς τοῦ προσώπου σου, ὅτι εὐδόκησας ἐν αὐτοῖς», καὶ αὖθις· «Οὐ γὰρ ἐπὶ τῷ τόξῳ μου ἐλπιῶ, καὶ ἡ ῥομφαία μου οὐ σώσει με.» 8Καὶ ἐνεπλήσθη ἡ γῆ βδελυγμάτων τῶν ἔργων τῶν χειρῶν αὐτῶν, καὶ προσεκύνησαν οἷς ἐποίησαν οἱ δάκτυλοι αὐτῶν. Ἀποχρώντως αὐτῶν τὴν ἄνοιαν ἐκωμῴδησε τῆς ἀσεβείας κατηγορῶν· ἃ γὰρ ταῖς χερσὶ καὶ τοῖς δακτύλοις εἰργά ζοντο, ταῦτα θεοὺς ἐπωνόμαζον καὶ τὸ θεῖον αὐτοῖς προσέ φερον σέβας. Εἶτα πάλιν αὐτῶν ὀλοφύρεται τὴν τῆς ἀξίας μεταβολήν· 9Καὶ ἔκυψεν