1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

11

τοὺς θεμελίους αὐτῆς καὶ πρότερον ἱδρύσας καὶ καταβαλόμενος, καὶ μετὰ τὴν καθαίρεσιν ἣν ὑπέμεινεν ἐπελθόντων πολεμίων τῶν καὶ αἰχμαλωτισάντων αὐτήν, διαμετρεῖ τὸ πλάτος καὶ μῆκος αὐτῆς, ἵν' εὐρύθμως καὶ τεταγμένως ἐν οἷς δεῖ τόποις τὰς κρηπῖδας καταβάληται ἐφ' ὧν προσῆκον ἦν ἐγερθῆναι αὐτῆς τὰ τείχη. 1.105 Ἐδείχθη δὲ τῷ προφήτῃ γεωμετρικὸν ἔχων σχοινίον, ἐκ ποικίλων λόγων ἀρχιτεκτονικῶν πεπλεγμένον, ἵνα πληρωθῇ τὸ προεπηγγελμένον ἐν τῷ· «Καὶ μέτρον ἐκταθήσεται ἐπὶ Ἰερουσαλὴμ ἔτι.» Οὐκ ἀπεικὸς δὲ τοῦ Σωτῆρος ἀρχιτέκτονος ὄντος, κατὰ τὸ λεχθὲν περὶ «τῆς πόλεως Κυρίου τῶν δυνάμεων», τό· «Ὁ Θεὸς ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα», συνῳδὰ γράφοντος τοῦ ἀποστόλου Παύλου περὶ τῆς θείας ταύτης πόλεως, προσδοκωμένης ὑπὸ πάντων τῶν διὰ πίστεως εὐαρεστησάντων, οὕτως· «Ἐξεδέχοντο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός.» 1.106 Τοὺς συνοικοδομοῦντας αὐτῷ ἀγγέλους καὶ ἄνδρας ἁγίους, οἷα τεχνίτας ἀρίστους, ἐν τῇ πρακτικῇ δυνάμει αὐτοῦ χειρὶ καλουμένῃ, τὸ προειρημένον σχοινίον γεωμετρικὸν κατέχει. Παῦλος γοῦν περὶ ἑαυτοῦ γράφει· «Ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον ἔθηκα.» 1.107 Ἔτι μὴν ἐν τῷ Ἰεζεκιὴλ ἀνὴρ ὁρᾶται κατέχων σπαρτίον οἰκοδόμων καὶ κάλαμον ἐπὶ τῷ μετρῆσαι καὶ θεμελιῶσαι τὸν ἅγιον τοῦ Θεοῦ ναόν. Οἵως δὲ διεμέτρησεν καὶ ἐτεχνίτευσεν τὴν οἰκοδομήν, γνῶναι ἔξεστιν ἀναγνόντα τὸν προφήτην. 1.108 Ἐπεὶ τοίνυν καὶ ὁ Σωτὴρ οἰκοδόμος τῆς ἄνω καὶ πνευματικῆς Ἰερουσαλὴμ ἀποδέδεικται, καὶ ἔτι μᾶλλον δειχθήσεται τοῦ Πατρὸς δεικνύντος αὐτὸν καὶ λέγοντος· «Οὗτος οἰκοδομήσει τὴν πόλιν μου», καὶ οἱ συμβαλλόμενοι ἄγγελοί τε καὶ ἄνθρωποι εἰς τὴν ἀνοικοδομὴν τῆς πόλεως, κατὰ πάσας τὰς ἀποδοθείσας σαφηνείας ἐκλημπτέον τὸν δεικνύμενον ἄνδρα ὑπὸ Ζαχαρίου τοῦ προφήτου λέγοντος· «Ἰδοὺ ἀνὴρ καὶ ἐν τῇ χειρὶ αὐτοῦ σχοινίον γεωμετρικόν», καί· «Ποῦ πορεύῃ;» ἵνα ἀποκρίσεως τύχῃ πρὸς τοῦ ἔχοντος τὸ γεωμετρικὸν σχοινίον τοῦ διαμετρῆσαι πηλίκον τὸ πλάτος καὶ μῆκος τῆς Ἰερουσαλήμ ἐστιν· 1.109 φροντίζοντος γὰρ τοῦ καλῶς οἰκοδομῆσαι τὸ τὴν τοποθεσίαν καὶ τὴν εὐκαιρίαν τῶν χωρίων γνῶναι, ἵν' ἕκαστα τῶν μερῶν τῆς πόλεως, καταλλήλου εὔρους καὶ μήκους καταλημφθέντος, ἁρμονίως τὰ τεμένη καὶ οἱ ναοί, λαῦραί τε καὶ ἀγυιαὶ καὶ πλατεῖαι τιθῶσιν, ὥστε ἐν ταύταις ταῖς πλατείαις παρρησίαν ἄγῃ ἡ Θεοῦ σοφία, κηρυττομένη ἐπὶ ἄκρων τῶν τειχέων τῆς πόλεως κατὰ τὰ ἐν Παροιμίαις φιλοσοφούμενα, ὡς αὐτὸν τὸν Θεὸν εἰπεῖν τοῖς φρουροῦσιν τὴν ἱερὰν ταύτην πόλιν κηρύττειν ἐν αὐτῇ καὶ ἐπὶ τῶν τειχέων αὐτῆς ἡμέρας καὶ νυκτός, οὐδαμῶς σιωπῶντας ἀλλὰ ἀεὶ λέγοντας τὰ πρὸς σωτηρίαν τῶν πολιτῶν αὐτῆς. 1.110 Τριχῶς τῆς Ἰερουσαλὴμ πολλάκις ἀποδοθείσης κατὰ ἀναγωγήν, τῆς τε ἐναρέτου ψυχῆς καὶ «τῆς ἐνδόξου Ἐκκλησίας σπίλον ἢ ῥυτίδα οὐκ ἐχούσης» διὰ ἁγιότητος πληρότητα καὶ τῆς ἐπουρανίου τοῦ ζῶντος Θεοῦ πόλεως, κατὰ πάντας τοὺς τρόπους πλάτος καὶ μῆκος μεμετρῆσθαι τῆς Ἰερουσαλὴμ ὑπὸ τοῦ τὸ γεωμετρικὸν σχοινίον ἔχοντος ἐν τῇ χειρὶ ἀνδρὸς ἀποδοτέον ὑπὸ τοῦ ἔχοντος λόγον σοφίας καὶ γνώσεως. 1.111 Zach. II, 7-8: Καὶ ἰδοὺ ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ εἱστήκει. Καὶ ἄγγελος ἕτερος ἐξεπορεύετο εἰς ἀπάντησιν αὐτοῦ, καὶ εἶπεν πρὸς αὐτὸν λέγων· ∆ράμε καὶ λάλησον πρὸς τὸν νεανίαν ἐκεῖνον λέγων. 1.112 Τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἑαυτῷ ἑστῶτα ἑωρακέναι φησίν, καὶ ἕτερον ἄγγελον ἐκπορευόμενον λέγοντα αὐτῷ· ∆ράμων εἰπὲ πρὸς τὸν νεανίαν τοῦτον ἃ καιρός ἐστιν εἰπεῖν. 1.113 Πολυτρόπως ἡρμήνευται πρότερον τί ἐστιν τὸ ἐν τῷ προφήτῃ λαλούμενον ὑπὸ θείου ἀγγέλου καὶ πῶς τοῦτο φανεροῦται, μάλιστα ὅταν ὑπὸ ἑτέρου ἀγγέλου ἐκπορευομένου ἡ ἐπαγγελία γίνηται. Οὐ γὰρ οἷόν τε ἔσω καὶ καθ' ἑαυτὸν μένοντος τὰ ἀπαγγελλόμενα ἀκούεσθαι, ἀλλ' ἐκπορευομένου διὰ συγκαταβάσεως. 1.114