1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

11

Πρόςφορος δὲ τοῖς τυφλώττουσιν ἡ τούτων θεοποιία· καὶ γὰρ ἐκεῖναι τὸ φῶς δραπετεύουσαι καταφεύγουσιν εἰς τὸ σκότος, καὶ οὗτοι ὁμοίως τὸ νοερὸν ἰδεῖν οὐ βουλόμενοι φῶς ἠσπάζοντο τῆς ἀγνοίας τὸν ζόφον. 22Παύσασθε ὑμῖν ἀπὸ τοῦ ἀνθρώπου, ὡς ἔστιν ἀναπνοὴ ἐν μυκτῆρι αὐτοῦ· ὅτι ἐν τίνι ἐλογίσθη αὐτοῖς οὕτως; Ταῦτα μετὰ ἀστερίσκων προσκείμενα εὕρομεν. Παρακε λεύεται δὲ ὁ προφητικὸς λόγος μὴ μόνον τῶν εἰδώλων φυγεῖν τὴν προσκύνησιν ἀλλὰ καὶ αὐτὴν τῶν ἀνθρώπων γνωρίζειν τὴν φύσιν καὶ τῇ τούτων μὴ θαρρεῖν προστασίᾳ. Τὴν γὰρ ζωήν φησιν ἐν ταῖς ἀναπνοαῖς ἔχουσιν· κἂν ταύτας ἀποφράξῃς, ἀποστερήσεις αὐτοὺς τῆς ζωῆς. Τούτοις ἔοικε τὰ ὑπὸ τοῦ ∆αυὶδ εἰρημένα· «Μὴ πεποίθατε ἐπ' ἄνθρωπον, ἐπὶ υἱοὺς ἀνθρώπων, οἷς οὐκ ἔστι σωτηρία· ἐξελεύσεται τὸ πνεῦμα αὐτοῦ, καὶ ἐπιστρέψει εἰς τὸν χοῦν αὐτοῦ. Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτοῦ.» 31Ἰδοὺ δὴ ὁ δεσπότης κύριος Σαβαὼθ ἀφελεῖ ἀπὸ τῆς Ἰούδα καὶ ἀπὸ τῆς Ἱερουσαλὴμ ἰσχύοντα καὶ ἰσχύουσαν, ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος, 2γίγαντα καὶ ἰςχύοντα καὶ ἄρχοντα πολεμιστὴν καὶ δικαστὴν καὶ προφήτην καὶ στοχαστὴν καὶ πρεσβύτερον 3καὶ πεντηκόνταρχον καὶ θαυμαστὸν σύμβουλον καὶ σοφὸν ἀρχιτέκτονα καὶ συνετὸν ἀκροατήν· 4καὶ ἐπιστήσω νεανίσκους ἄρχοντας αὐτῶν, καὶ ἐμπαῖκται κυριεύσουσιν αὐτῶν. Καὶ ταῦτα κατὰ τὴν Ῥωμαϊ κὴν αὐτοῖς συνέβη πολιορκίαν. Ὅτε μὲν γὰρ ὁ Σεναχηρὶμ αὐτοῖς ἐπεστράτευσεν, εἶχον τὸν Ἐζεκίαν εὐσεβῆ βασιλέα καὶ τὸν Ἡσαΐαν ἐπισημότατον προφήτην καὶ τοὺς ἄρχοντας εὐσεβείᾳ κοσμουμένους· οὐδὲ γὰρ τὰ ῥήματα τῆς βλασφημίας ἤνεγκαν ἀπαθῶς, ἀλλὰ τὴν ἐσθῆτα διέρρηξαν. Καὶ ἡνίκα δὲ Ναβουχοδονόσορ αὐτοὺς πολιορκήσας ἐξηνδραπόδισεν, εἶχον μὲν τὸν θαυμασιώτατον Ἱερεμίαν τὸν προφήτην, εἶχον δὲ τὸν μακάριον Ἰεζεκιὴλ καὶ πρὸς τούτοις τὸν θειότατον ∆ανιήλ, καὶ Οὐρίας δὲ ὁ Σαμαίου κατὰ τὸν αὐτὸν ἦν χρόνον. Ἡνίκα δὲ αὐτοὺς οἱ Ῥωμαίων κατεπολέμησαν βασιλεῖς, οὔτε βασιλεῖς εἶχον οὔτε στρατηγοὺς εὖ καὶ καλῶς τὴν στρατιὰν διατάττοντας οὔτε συμβούλους ἀγχινοίᾳ κοσμουμένους, ἀλλὰ τοὺς τῆς στάσεως ἀρχηγούς, δυσσεβεῖς ἄνδρας καὶ μιαιφόνους· καὶ ταῦτα σαφῶς Ἰώσηπος ἱστορεῖ. Τούτους νεανίσκους καλεῖ καὶ ἐμπαίκτας ἐπονομάζει ὡς νεωτεροποιίαις μὲν χαίροντας, καταπαίζον τας δὲ τῶν ὑπηκόων. Τὸ δὲ ἐπιστήσω κατὰ τὸ τῆς γραφῆς ἰδίωμα πρόκειται· ἔθος γὰρ τῇ θείᾳ γραφῇ τὴν τοῦ θεοῦ συγχώρησιν ὡς ἐνέργειαν ὀνομάζειν· δῆλον δὲ ὡς οὐκ αὐτὸς τούτους κεχειροτόνηκεν, ἀλλὰ κωλῦσαι δυνάμενος διαστασιάζειν αὐτοὺς συνεχώρησεν. Τὸν μέντοι γίγαντα ὁ Σύμμαχος μὲν καὶ ὁ Ἀκύλας «ἀνδρεῖον», ὁ δὲ Θεοδοτίων «ἰσχύοντα» ἡρμήνευσαν· τὸν δὲ στοχαστὴν «μάντιν» οἱ Τρεῖς συμφώνως. Εἶτα σαφέστερον ἐξηγεῖται τὴν στάσιν· 5Καὶ συμ πεσεῖται ὁ λαός, ἄνθρωπος πρὸς ἄνθρωπον καὶ ἄνθρωπος πρὸς τὸν πλησίον αὐτοῦ· προσκόψει τὸ παιδάριον |101 b| πρὸς τὸν πρεσβύτερον καὶ ὁ ἄτιμος πρὸς τὸν ἔντι μον. Οὔτε γὰρ πολιὰ ἦν ἐκείνοις αἰδέσιμος, οὔτε γένους ἢ πλούτου περιφάνεια ἐδόκει τινὸς εἶναι ἀξία τιμῆς, ἀλλὰ καὶ οἱ εὐτελεῖς ἐπανίσταντο τοῖς δυνατοῖς, καὶ οἱ νέοι τοὺς πρεσβυτέρους ἐγέλων. 6Ὅτι ἐπιλήψεται ἄνθρωπος τοῦ ἀδελφοῦ αὐτοῦ ἢ τοῦ οἰκείου τοῦ πατρὸς αὐτοῦ λέγων· Ἱμάτιον ἔχεις, ἀρχηγὸς ἡμῶν γενοῦ, καὶ τὸ βρῶμα τὸ ἐμὸν ὑπὸ σὲ ἔστω. Τοσαύτη φησὶν ἔσται σπάνις ἀρχόντων καὶ τοσαύτη αὐτῶν ἀταξία κρατήσει, ὡς καὶ τοῖς τυχοῦσι τὴν ἀρχὴν ἐπιτρέπειν. Οὕτω δὲ φευκτὴν ἅπαντες τὴν ἀρχὴν νομίσουσιν, ὡς τὸν ἄρχειν παρακαλούμενον εἰπεῖν· 7Οὐκ ἔσομαι ἀρχηγὸς τοῦ λαοῦ τούτου· οὐ γὰρ ἔστιν ἐν τῷ οἴκῳ μου ἄρτος οὐδὲ ἱμάτιον· οὐκ ἔσομαι ἀρχηγός. Καὶ τὴν αἰτίαν τούτων δεικνὺς ἐπήγαγεν· 8Ὅτι ἀνεῖται Ἱερουσαλήμ. Ἀντὶ τοῦ· ἐγκαταλέλειπται καὶ τῆς ἄνωθεν προνοίας οὐκ ἀπολαύει. Καὶ ἡ Ἰουδαία συμπέπτωκε, πρὸς ἑαυτὴν στασιάζουσα. Καὶ αἱ γλῶσσαι αὐτῶν μετὰ ἀνομίας, τὰ πρὸς τὸν κύριον ἀπειθοῦντες. Ταῦτα δὲ αὐτοῖς συνέβη διὰ τὰς βλασφήμους αὐτῶν φωνάς, αἷς κατὰ τοῦ σωτῆρος ἐχρήσαντο ταῖς θείαις αὐτοῦ