1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

12

διδασκαλίαις προφανῶς ἀντι λέγοντες. ∆ιότι νῦν ἐταπεινώθη ἡ δόξα αὐτῶν, 9καὶ ἡ αἰσχύνη τοῦ προσώπου αὐτῶν ἀντέστη αὐτοῖς· τὴν δὲ ἁμαρτίαν αὐτῶν ὡς Σοδόμων ἀνήγγειλαν καὶ ἐνεφάνισαν. Πάλιν αὐτοὺς τῆς συγγενείας ἀναμιμνῄσκει τῶν τρόπων. Καὶ γὰρ ἐν τοῖς προοιμίοις ἄρχοντας αὐτοὺς Σοδόμων καὶ λαὸν Γομόρρας ὠνόμασεν· ἐνταῦθα δὲ τῇ ἐκείνων ἀνομίᾳ τὴν παρανομίαν αὐτῶν παρατίθησιν, οὐκ ἐπειδὴ τὰ αὐτὰ ἐκείνοις δεδράκασιν ἀλλ' ὅτι, καθάπερ ἐκείνων κεκήρυκται πανταχοῦ γῆς καὶ θαλάττης καὶ τῆς ἀκολασίας καὶ τῆς τιμωρίας τὸ δρᾶμα, οὕτως καὶ ἡ τούτων ἀσέβεια πᾶσιν ἀνθρώποις ἐγένετο φανερά. Τίς δὲ αὕτη, σαφέστερον διδάςκει· Οὐαὶ τῇ ψυχῇ αὐτῶν, διότι βεβούλευνται βουλὴν πονηρὰν καθ' ἑαυτῶν, 10εἰπόντες· ∆ήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν. Ταῦτα ἐν τοῖς ἱεροῖς εὐαγγελίοις ἔστιν εὑρεῖν ὑπὸ Ἰουδαίων εἰρημένα. Ὁ μὲν γὰρ Καϊάφας ἔφη τοῖς ὁμοτρόποις· «Ὑμεῖς οὐκ οἴδατε οὐδέν, οὐδὲ λογίζεσθε ὅτι συμφέρει ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται.» «Οἱ δὲ Φαρισαῖοι πάλιν συμβούλιον ἔλαβον, ὅπως αὐτὸν ἀπολέσωσιν.» Καὶ ἄλλα πολλὰ τοιαῦτα εὕροι τις ἂν τῶν θείων εὐαγγελίων ἀναγινώσκων τὴν ἱστορίαν. Τοίνυν τὰ γενήματα τῶν ἔργων αὐτῶν φάγονται. Ἐοίκασι γὰρ τοῖς σπέρμασιν οἱ καρποί· καὶ ὁ μὲν πυροὺς σπείρων θερίζει πυρούς, ὁ δὲ ἀκάνθας ταύτας ἕξει καρπόν. 11Οὐαὶ τῷ ἀνόμῳ· πονηρὰ συμβήσεται αὐτῷ κατὰ τὰ ἔργα αὐτοῦ. Τὰ εἰρημένα σαφέστερον εἴρηκε καὶ καθόλου τὴν ψῆφον ἐξήνεγκεν· πᾶς γάρ φησι πονηρίᾳ χρώμενος κατάλ ληλα τὰ ἐπίχειρα δρέψεται. Τοσαῦτα αὐτοῖς ἀπειλήσας δεινὰ τὴν οἰκείαν πάλιν |102 a| ἀγαθότητα δείκνυσι καὶ τῷ τῆς οἰκειότητος ὀνόματι δείκνυσιν · 12Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύσουσιν ὑμῶν. Ἐνταῦθα δοκεῖ μοι κατηγορεῖν μὲν τῶν ἱερέων καὶ διδασκάλων, τὸν δὲ λαὸν διδάσκειν, ὡς οὐ διὰ τὴν τῶν ψυχῶν ἐπιμέλειαν ἀποτρέπουσιν αὐτοὺς προσέχειν τῷ θείῳ κηρύγματι ἀλλὰ διὰ τὰς προσφερομένας αὐτοῖς ἀπαρχὰς καὶ δεκάτας ἃς ἀνάγκην ἐπιτιθέντες εἰσέπραττον. Λαός μου, οἱ μακαρίζον τες ὑμᾶς πλανῶσιν ὑμᾶς καὶ τὴν τρίβον τῶν ποδῶν ὑμῶν ταράττουσιν. Τῇ γὰρ τοῦ νόμου φυλακῇ παραινοῦντες προσμένειν καὶ τοὺς τοῦτο ποιοῦντας μακαρίους καλοῦντες οὐκ εἴων προστρέχειν τῷ σωτηρίῳ κηρύγματι. Καὶ καθόλου δὲ ὁ ἔπαινος οὐκ εἰς καιρὸν γινόμενος βλάβην ἐπιφέρει τοῖς δεχομένοις· ταῖς γὰρ εὐφημίαις θαρροῦντες καὶ τὸ πᾶν κατωρθωκέναι νομίζοντες οὐχ ὁμοίως εἰς τὸ τῆς ἀρετῆς τρέχουσι στάδιον. Εἶτα δείκνυσι, τίνες οἱ πράκτορες καὶ τίνες οἱ μακα ρίζοντες· 13Ἀλλὰ νῦν καταστήσεται εἰς κρίσιν κύριος καὶ στήσει εἰς κρίσιν τὸν λαὸν αὐτοῦ· 14αὐτὸς κύριος εἰς κρίσιν ἥξει μετὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ καὶ μετὰ τῶν ἀρχόντων αὐτοῦ. Κριτής ἐστι τῶν ὅλων ὁ κύριος καὶ δίκας εἰσπράξεται τοὺς ἄρχειν πεπιστευμένους καὶ τῆς διδασκαλίας τὴν διακονίαν ἐγκεχειρισμένους τῆς εἰς τὸν λαὸν παρα νομίας. Καὶ διὰ τοῦ θεσπεσίου Ἰεζεκιὴλ τοῦτο ἐδίδαξεν· «Κρινῶ» γάρ φησιν «ἀνὰ μέσον ποιμένος καὶ προβάτου». Οὕτω κἀνταῦθα τοῖς ἄρχουσι λέγει· Ὑμεῖς δὲ τί ἐνεπυρίσατε τὸν ἀμπελῶνά μου, καὶ ἡ ἀπαρχὴ τοῦ πτωχοῦ ἐν τοῖς οἴκοις ὑμῶν; 15Τί ὑμεῖς ἀδικεῖτε τὸν λαόν μου καὶ τὰ πρόσωπα τῶν ταπεινῶν καταισχύνετε; φησὶ κύριος κύριος στρατιῶν. Ἐμπυρισμὸν δὲ καλεῖ τὸν οὐ κατ' ἐπίγνωσιν ζῆλον. «Μαρ τυρῶ γὰρ αὐτοῖς» φησιν ὁ θεῖος ἀπόστολος «ὅτι ζῆλον θεοῦ ἔχουσιν ἀλλ' οὐ κατ' ἐπίγνωσιν.» Τούτῳ πυρπολούμενοι ἐβόων· «Αἶρε αἶρε, σταύρωσον αὐτόν.» Ταῦτα δὲ αὐτοὺς οἱ δυσσεβεῖς ἐδίδαξαν ἄρχοντες, ἀρχιερεῖς καὶ Φαρισαῖοι καὶ γραμματεῖς, οὐ κατὰ ἀλήθειαν τῆς νομικῆς ἀντεχόμενοι πολιτείας, ἀλλὰ πρόφασιν ταύτην ἀδίκου πλούτου ποιούμενοι. Ἐπειδὴ δὲ τὴν αὐτὴν τοῖς ἀνδράσι καὶ αἱ γυναῖκες ἐνόσουν ἀλαζονείαν τε καὶ ἀπείθειαν, ἀπειλεῖ καὶ ταύταις ἀνδρῶν ἐρημίαν τε καὶ πενίαν ἐσχάτην καὶ τῆς προτέρας εὐπραξίας τὴν στέρησιν· 16Τάδε λέγει κύριος· ἀνθ' ὧν ὑψώθησαν αἱ θυγατέρες Σιὼν καὶ ἐπορεύθησαν ὑψηλῷ τρα χήλῳ καὶ νεύμασιν ὀφθαλμῶν καὶ τῇ πορείᾳ τῶν