1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

13

ποδῶν ἅμα σύρουσαι τοὺς χιτῶνας καὶ τοῖς ποσὶν ἅμα παίζουσαι, 17καὶ ταπεινώσει ὁ θεὸς ἀρχούσας θυγατέρας Σιών, καὶ κύριος ἀνακαλύψει τὸ σχῆμα αὐτῶν 18ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Ἔδειξεν αὐτῶν διὰ μὲν τοῦ τραχήλου τὸν τῦφον, διὰ δὲ τῶν ὀφθαλ μῶν καὶ τῶν ποδῶν τὴν ἀκόλαστον γνώμην. Μάλιστα δὲ τῶν εὐπόρων κατηγορεῖ, αὐτὰς γὰρ ἀρχούσας |102 b| καλεῖ, καὶ ἀπειλεῖ αὐταῖς τοῦ πολυτελοῦς σχήματος τὴν ἀφαίρεσιν. Εἶτα τούτου τὰ κατὰ μέρος διέξεισιν, ἱματισμὸν ποικίλον λέγων καὶ χρυσία παντοδαπὰ καὶ β.......ν διαπλοκήν· ἐνδιατρίβειν γὰρ τοῖς οὐ δεομένοις ἑρμηνείας περιττὸν εἶναι νομίζω. Ὁ μέντοι Σύμμαχος τοὺς μηνίσκους «μανιάκας» καλεῖ· τοὺς δὲ κοσύμβους ὁ Ἀκύλας «τελαμῶνας», αἰνίττεται δὲ τὰ κρήδεμνα. Εἶτα τὴν εἰς τοὐναντίον προλέγει μεταβολήν· 24Καὶ ἔσται ἀντὶ ὀσμῆς ἡδείας κονιορτός, ἀντὶ δὲ ζώνης σχοινίον ζώσῃ. Οὐκέτι τῶν παντοδαπῶν ἀπολαύσῃ μύρων, ἀλλὰ τὸν ἀπὸ τοῦ πολεμικοῦ πλήθους ἐσόμενον δέξῃ κονιορτόν· σχοινίον δέ σοι πληρώσει τῆς ζώνης τὴν χρείαν. Τοιαῦτα γὰρ τῶν αἰχμαλώτων τὰ πάθη. Καὶ ἀντὶ τοῦ κόσμου τῆς κεφαλῆς σου φαλάκρωμα ἕξεις διὰ τὰ ἔργα σου καὶ ἀντὶ τοῦ χιτῶνός σου τοῦ μεσοπορφύρου περιζώσῃ σάκκον. Αἱ κακουχίαι τὰς νόσους ἐπάγουσιν, αἱ δὲ νόσοι πολλάκις ἀφαιροῦνται τὰς τρίχας· οὐκέτι γὰρ τὴν ἀπὸ τῆς τροφῆς ἀρδείαν δεχόμεναι διαρρέουσιν. Καὶ ὁ σάκκος δὲ σημαίνει τὸ πένθος. Ταῦτά σοι ἀντὶ καλλωπισμοῦ. Ἐπειδὴ τοσούτων ἀγαθῶν ἀπολαύουσαι τὸν εὐεργέτην οὐκ ἔγνωτε, δέξασθε κακοπραγίαν ἀντὶ τῆς προτέρας εὐημερίας. Τούτοις προστέ θεικε καὶ τῶν ἀγαπητῶν υἱῶν τὴν ἀναίρεσιν καὶ τὴν τῶν ἀνδρῶν ἀπώλειαν καὶ τὴν ἐσχάτην πενίαν. 26Θρηνήσουσι γάρ φησιν αἱ θῆκαι τοῦ κόσμου ὑμῶν. Τουτέστιν· ἔρημοι μενοῦσι τῶν πολεμίων σφετεριζομένων τὰ ἐν αὐταῖς. Εἶτα πρὸς αὐτὴν τὴν πόλιν τρέπει τὸν λόγον· Καὶ κα ταλειφθήσῃ μόνη καὶ εἰς τὴν γῆν ἐδαφισθήσῃ. Τούτων γὰρ συμβαινόντων καὶ τῶν μὲν ἀνδρῶν ἀναιρουμένων, ἐξανδρα ποδιζομένων δὲ τῶν γυναικῶν ἔρημος τῶν οἰκητόρων μενεῖς οὔτε ταῖς λαμπραῖς οἰκίαις κοσμουμένη οὔτε τὴν ἀπὸ τῶν περιβόλων ἀσφάλειαν ἔχουσα· ταῦτα γὰρ πάντα κατα λύσουσιν οἱ πολέμιοι. 41Καὶ ἐπιλήψονται ἑπτὰ γυναῖκες ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνθρώπου ἑνὸς λέγουσαι· Τὸν ἄρτον ἡμῶν φαγόμεθα καὶ τὰ ἱμάτια ἡμῶν περιβαλούμεθα, πλὴν τὸ ὄνομά σου κεκλήσθω ἐφ' ἡμᾶς, ἄφελε τὸν ὀνειδισμὸν ἡμῶν. Τοσαύτη δὲ ἔσται ἀνδρῶν ἐρημία, ὡς γυναικῶν πλῆθος ἑνὸς ἀνδρὸς ἑλέσθαι τὴν προστασίαν καὶ ὑπὸ τὴν τούτου κηδεμονίαν βιοτεύειν παρακαλέσαι. 2Τῇ δὲ ἡμέρᾳ ἐκείνῃ ἐπιλάμψει ὁ θεὸς ἐν βουλῇ μετὰ δόξης ἐπὶ τῆς γῆς τοῦ ὑψῶσαι καὶ δοξάσαι τὸ καταλειφθὲν τοῦ Ἰσραήλ· 3καὶ ἔσται τὸ καταλειφθὲν ἐκ τοῦ Ἰσραὴλ ἐν Σιὼν <καὶ> τὸ καταλειφθὲν <ἐν> Ἱερουσαλὴμ ἅγιοι κληθήσονται, πάντες οἱ γραφέντες εἰς ζωὴν ἐν Ἱερουσαλήμ. Τοῦτο καὶ ἀλλαχοῦ φησιν· «Ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται.» Κατάλειμμα δὲ τοὺς εὐσεβείᾳ κοσμουμένους προσαγορεύει. Τούτοις ὑπισχνεῖται τὴν περιφάνειαν ὁ προφητικὸς λόγος καὶ τὴν τῶν ἁγίων προσηγορίαν. Γνόντες γὰρ ἅπαντες, τίνος ἕνεκεν τὴν πολιορκίαν ἐκείνην καὶ τὸν ἀνδραποδισμὸν ὑπέμειναν Ἰουδαῖοι, τοὺς τοῦ σωτηρίου κηρύγματος ὑπη ρέτας πάσης τιμῆς καὶ θεραπείας ἠξίωσαν. Τούτων καὶ μετὰ θάνατον τὸ κλέος ἀείμνηστον, καὶ παρὰ πάντων ἀνθρώπων ἡ τούτων γεραίρεται μνήμη, οὗτοι καὶ εἰς τὴν ἄνω ἀπεγράφησαν Ἱερουσαλήμ, περὶ ἧς ὁ μακάριος λέγει Παῦλος· «Προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἱερουσαλὴμ |103 a| ἐπουρανίῳ καὶ ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς.» 4Ὅτι ἐκπλυνεῖ κύριος τὸν ῥύπον τῶν υἱῶν καὶ τῶν θυγατέρων Σιὼν καὶ τὸ αἷμα Ἱερουσαλὴμ ἐκκαθαριεῖ ἐκ μέσου αὐτῶν ἐν πνεύματι κρίσεως καὶ πνεύματι καύσεως. Πάλιν αἵματος καὶ καθάρσεως μνημονεύει, αἷμα μὲν ἐκεῖνο λέγων ὃ καθ' ἑαυτῶν καὶ τῶν τέκνων ἐξέχεαν βοήσαντες· «Τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν», κάθαρσιν δὲ τὴν διὰ λουτροῦ παλιγγενεσίας προλέγων. Πνεύματι δὲ κρίσεως καὶ πνεύματι