1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

14

τὸ «σύγχυσις», πᾶς ὁ τεταραγμένος καὶ συγκεχυμένος τὸν νοῦν Βαβυλώνιός ἐστιν, οὗ ἀπαλλοθριοῦσθαι σχέσει καὶ διαθέσει προσήκει τὸν ἔρωτα ἔχοντα ἐν τῇ Σιὼν ἀνασωθῆναι, ἵνα ὑμνῇ καὶ ψάλλῃ τῷ Θεῷ, ἐπείπερ ἐκεῖ πρέπει ὕμνος τῷ Θεῷ, καὶ ψάλλειν αὐτῷ ἁρμόνιόν ἐστιν. Εἴρηται γάρ· «Σοὶ πρέπει ὕμνος, ὁ Θεός, ἐν Σιών», καί· «Ψάλατε τῷ Κυρίῳ τῷ κατοικοῦντι ἐν Σιών.» 1.133 Καὶ ἐπεὶ οὐ δυνατόν ἐστιν τὸν κατοικοῦντα ἐν τῇ θυγατρὶ τῆς Βαβυλῶνος καὶ ἐν τῷ βορρᾷ ὑμνεῖν καὶ ψάλλειν τῷ Θεῷ, κηρυκάδην ἐπιβοᾷ τὸ ἅγιον Πνεῦμα λέγον· «Ὦ, ὦ, φεύγετε ἀπὸ γῆς βορρᾶ, λέγει Κύριος· εἰς Σιὼν ἀνασῴζεσθε, οἱ κατοικοῦντες θυγατέρα Βαβυλῶνος, διότι ἐκ τῶν τεσσάρων ἀνέμων συνάξω ὑμᾶς», τοῦτ' ἔστιν ἐκ πάντων κλιμάτων τοῦ ὑπὲρ γῆς τόπου. 1.134 Ἰσοδυναμεῖ τῷ· «Ἐκ τῶν τεσσάρων ἀνέμων συνάξω ὑμᾶς», ὃ εἶπεν ἐν τῷ Εὐαγγελίῳ ὁ Σωτὴρ «ἀποστέλλεσθαι τοὺς ἀγγέλους συναγαγεῖν τοὺς ἐκλεκτοὺς ἐκ τῶν τεσσάρων ἀνέμων». 1.135 Ἀλληγορηθείσης τῆς Σιὼν καὶ τῆς θυγατρὸς Βαβυλῶνος, ἀνακτέον καὶ τοὺς ἀνέμους, ἤτοι εἰς δυνάμεις ἀσάρκους ἢ τοὺς διαφόρους τῆς ψευδωνύμου διδασκαλίας ἀνέμους, κλυδωνίζοντας καὶ περιφέροντας εἰς ἄθεα φρονήματα καὶ ἀβεβαίους πράξεις τοὺς νηπιάζοντας τῇ διανοίᾳ οὐκ ἐπαινετῶς· γράφει γοῦν περὶ τῆς τοιαύτης καταστάσεως ὁ Ἀπόστολος· «Ἵνα μὴ ὦμεν νήπιοι κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ διδασκαλίας ἐν πανουργίᾳ.» 1.136 Λαμβάνονταί ποτε οἱ ἄνεμοι ἀντὶ πειρασμῶν καὶ περιστάσεων, ὡς ἐν Εὐαγγελίῳ μετὰ βροχῆς καὶ ῥαγδαίων ποταμῶν μνημονεύονται ἐπερχόμενοι ἐπὶ τῷ προσκροῦσαι καὶ σφοδρῶς πνεῦσαι τὰς οἰκίας τῶν ἀκουσάντων τοὺς Ἰησοῦ λόγους, βλάψαι καὶ ἀνατρέψαι οὐ δυνάμενοι τοὺς εἰς ἔργα μεταβαλόντας τοὺς λόγους τοῦ ∆ιδασκάλου, ἐπεὶ τὸν θεμέλιον ἐπὶ τὴν σωτήριον πέτραν τέθεικεν, κατασπῶντες τὴν οἰκοδομὴν τοῦ ἀκούσαντος τοὺς θείους λόγους καὶ μὴ ποιήσαντος, ἐπείπερ ἐπὶ τὴν ἄμμον τὴν κρηπῖδα αὐτῆς κατεβάλετο. 1.137 Τοσαυταχῶς τῶν ἀνέμων ἡρμηνευμένων, ἀπὸ πάντων αὐτῶν συνάγει Θεὸς τοὺς φεύγοντας ἀπὸ βορρᾶ καὶ κατοικοῦντας τὴν θυγατέρα Βαβυλῶνος, ἵνα ἀνασωθῶσιν ἐν τῇ Σιὼν περὶ ἧς ὁ Ἀπόστολος γράφει· «Προσεληλύθατε Σιών, ὄρει καὶ πόλει Θεοῦ ζῶντος, Ἰερουσαλὴμ ἐπουρανίῳ.» Οὕτω γὰρ μόνως ὑψηλῶς νοηθήσεται καὶ ἡ ἐκκειμένη προφητεία. 1.138Zach. II, 12-13: ∆ιότι τάδε λέγει Κύριος παντοκράτωρ· Ὀπίσω δόξης ἀπέσταλκέν με ἐπὶ τὰ ἔθνη τὰ σκυλεύσαντα ὑμᾶς, διότι ἁπτόμενος ὑμῶν ὡς ὁ ἁπτόμενος τῆς κόρης τοῦ ὀφθαλμοῦ αὐτοῦ· διότι ἰδοὺ ἐγὼ ἐπιφέρω τὴν χεῖρά μου ἐπ' αὐτοὺς καὶ ἔσονται σκῦλα τοῖς δουλεύσασιν αὐτοῖς, καὶ γνώσεσθε διότι Κύριος παντοκράτωρ ἀπέστειλέν με. 1.139 Αἰτίαν ἀποδίδωσιν Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ τοῦ ὀπίσω δόξης ἀπεστάλθαι ἐπὶ τὰ ἔθνη τὰ σκυλεύσαντα τοὺς ἀληθῶς Ἰσραηλίτας· καὶ ἐπεὶ Θεὸς παντοκράτωρ ἐστὶν ὁ ταῦτα λέγων, τὸ ὀπίσω καὶ ἔμπροσθεν οὐ σωματικῶς ἐκλημπτέον. Τὰ γὰρ ὀπίσω τοῦ Θεοῦ τὰ μετὰ τὴν προηγουμένην ὕπαρξιν αὐτοῦ ἐκλημπτέον. 1.140 Ἀγένητος μὲν γὰρ ὢν καὶ ἀείδιος, πρόσω πάντων ὑπάρχει, μετ' αὐτὸν καὶ ὀπίσω αὐτοῦ τυγχανόντων τῶν πρὸς τὰ γενητὰ καὶ τὴν διοίκησιν αὐτοῦ νοουμένων, ὧν τυγχάνει ἡ ἐνανθρώπησις καὶ ἐπιδημία αὐτοῦ, ἃ καὶ φαντάζεσθαι δύνανται καὶ ἔννοιαν αὐτῶν ἔχειν οἱ θεόσοφοι ἄνδρες, ὧν εἷς ὑπάρχει ὁ ἱεροφάντης Μωϋσῆς. 1.141 Παρακαλέσας γοῦν τὸν Θεὸν γνωστῶς ἰδεῖν αὐτόν, αὐτοῦ τοῦ Θεοῦ ἐμφανίζοντος ἑαυτόν, αὐτὸς ὁ παρακαλούμενός φησιν· «Ὄψει τὰ ὀπίσω μου, τὸ δὲ πρόσωπόν μου οὐκ ὀφθήσεταί σοι», «παρελθόντος μου πρότερον ἐν τῇ δόξῃ μου». Κατὰ τὴν ἐπιδημίαν τοῦ Θεοῦ Λόγου, ὀπίσω δόξης αὐτοῦ τυγχάνει τὸ «σάρκα αὐτὸν γενέσθαι» καὶ ὀφθῆναι ἐν σαρκί, πρὸ τῆς τοιαύτης ἐμφανίου δόξης οὔσης «μονογενοῦς παρὰ Πατρός, πλήρης χάριτος καὶ ἀληθείας». 1.142 Ταύτην τὴν θεωρίαν ὑποβάλλει καὶ τὸ λεχθὲν ὑπὸ τοῦ Ἀποστόλου καὶ τῶν συμφρονούντων