1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

14

καύσεως ἐπιτελεῖσθαι τοῦτό φησιν, ἐπειδή, ὥσπερ ἐν πυρὶ χρυσὸς χωνευόμενος ἀποφαίνεται δόκιμος, οὕτως οἱ βαπτιζόμενοι τὸν τῶν ἁμαρτημάτων ἰὸν ἀποτίθενται. Τοῦτο δὲ καὶ ὁ μακάριος Ἰωάννης ὁ βαπτιστὴς εἴρηκεν· «Αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί.» 5Καὶ ἥξει κύριος, καὶ ἔσται πᾶς τόπος ὄρους Σιὼν καὶ πάντα τὰ περικύκλῳ αὐτῆς σκιάσει νεφέλη ἡμέρας καὶ ὡς καπνοῦ καὶ ὡς φωτὸς πυρὸς καιομένου νυκτός· καὶ πάσῃ τῇ δόξῃ σκεπασθήσεται, 6καὶ ἔσται εἰς σκιὰν ἡμέρας ἀπὸ καύ ματος καὶ ἐν σκέπῃ καὶ ἐν ἀποκρύφῳ ἀπὸ σκληρότητος καὶ ὑετοῦ. Ἡνίκα τὸν Ἰσραὴλ ὁ θεὸς ἠλευθέρωσε τῆς Αἰγυπτίων δουλείας, ἦγεν αὐτὸν νεφέλης ἐπικειμένης καὶ νύκτωρ μὲν δᾳδουχούσης καὶ τοῦ φωτὸς χορηγούσης τὴν χρείαν, μεθ' ἡμέραν δὲ σκηνὴν καὶ ὄροφον μιμουμένης καὶ τῆς ἡλιακῆς ἀκτῖνος τὸ λυποῦν ἀπειργούσης. Τούτων ἀπολαύσειν νοητῶς μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν ἐπιφάνειαν τοὺς εἰς αὐτὸν πεπιστευκότας ἡ προφητεία προλέγει καὶ διὰ τῆς νεφέλης ταύτης ἀπαλλαγήσεσθαι καὶ ὑετοῦ σκληρότητος καὶ καύματος καταφλέγοντος, σκεπασθήσεσθαι δὲ ἐν ἀποκρύφῳ, τουτέστιν ἀοράτῳ. Οἱ γὰρ τῆς πνευματικῆς ἀπολαύοντες χάριτος καὶ ἐν εἰρήνῃ τιμῶσι τὴν τάξιν καὶ τὰς τῶν δυσσεβῶν ἀποκρούονται προσβολὰς κατὰ τὴν δεσποτικὴν παραίνεσιν τὴν φάσκουσαν· «Μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι», καί· «Μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσητε· οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες ἀλλὰ τὸ πνεῦμα τοῦ πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν», καί· «Ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς.» Οὕτω ταῦτα τοῖς εἰς αὐτὸν πεπιστευκόσι προαγορεύσας πάλιν τοῦ ἀμπελῶνος τὴν ἀκαρπίαν θρηνεῖ· 51Ἄσω δὴ τῷ ἠγαπημένῳ ᾆσμα τοῦ ἀγαπητοῦ μου τῷ ἀμπελῶνί μου. Ἔστιν ᾆσμα πανηγυρικὸν καὶ γαμήλιον καὶ ἔστι θρηνητικόν τε καὶ πενθικόν· ᾄδουσι γὰρ οὐ μόνον ὑμεναίους ἀλλὰ καὶ θρήνους οἱ ἄνθρωποι. Οὕτω καὶ ὁ μακάριος Μωυσῆς τὰ δεινὰ ἐκεῖνα προειπὼν Ἰουδαίοις ᾠδὴν τὴν διαμαρτυρίαν ἐκάλεσεν. Ὁ μέντοι Σύμμαχος οὕτω ταῦτα ἡρμήνευσεν· «Ἄσω δὴ τῷ ἠγαπημένῳ μου ᾆσμα τοῦ ἀγαπητοῦ μου εἰς τὸν ἀμπελῶνα αὐτοῦ.» Ἀγαπητὸς δὲ ὁ μονογενὴς τοῦ θεοῦ προσαγορεύεται λόγος· «Οὕτω γάρ» φησιν «ἠγά πησεν ὁ θεὸς τὸν κόσμον, ὅτι τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται ἀλλ' ἔχῃ ζωὴν αἰώνιον.» Καὶ αὐτὸς δὲ ὁ πατὴρ οὐρανόθεν ἐμαρ τύρησε λέγων· «Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα.» Οὗτος ἐξ ἀρχῆς τὸν τοῦ Ἰσραὴλ ἀμπελῶνα ἐφύτευσεν. Ἀμπελὼν γάρ φησιν ἐγενήθη τῷ ἠγαπημένῳ ἐν κέρατι ἐν τόπῳ πίονι. 2Καὶ φραγμὸν περιέθηκα καὶ ἐχαράκωσα καὶ ἐφύτευσα ἄμπελον ἐκλεκτὴν σωρὴχ καὶ ᾠκοδόμησα πύργον ἐν μέσῳ αὐτοῦ καὶ προλήνιον ὤρυξα ἐν αὐτῷ καὶ ἔμεινα τοῦ ποιῆσαι σταφυλήν, |103 b| ἐποίησε δὲ ἀκάνθας. Ἀμπελῶνα τὸν λαὸν ὀνομάζει-οὕτω γὰρ καὶ ὁ μακάριος ἔφη ∆α υίδ· «Ἄμπελον ἐξ Αἰγύπτου μετῆρας, ἐξέβαλες ἔθνη καὶ κατεφύτευσας αὐτήν», καὶ διὰ τοῦ Ἱερεμίου αὐτὸς ὁ θεός· «Ἐγὼ δὲ ἐφύτευσα ἄμπελον καρποφόρον πᾶσαν ἀληθινήν», καὶ ὁ κύριος ἐν τοῖς εὐαγγελίοις· «Ἀνθρωπός τις ἐφύτευσεν ἀμπελώνα καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς καὶ ἀπεδήμησεν»-, πύργον δὲ τὸν ὀπωροφυ λακίῳ προσεοικότα-οὕτω γὰρ αὐτὸν ὠνόμασεν ἄνω-, προλήνιον δὲ τὸ θυσιαστήριον. Οὐδὲ γὰρ ἦν ἐκεῖνο ληνὸς ἀλλὰ προλήνιον· ἐν αὐτῷ γὰρ ἑαυτὴν ἡ ἀλήθεια προδιέ γραφεν· ληνοὺς γὰρ νῦν ἔχομεν τὰ θεῖα θυσιαστήρια, ἐν αἷς τῆς ἀληθινῆς ἀμπέλου τὸν μυστικὸν ἀποθλίβομεν οἶνον καὶ τὰ ἐπιλήνια λέγομεν ᾄσματα. Τὸ δὲ σωρὴκ ὁ Σύμμαχος «ἐκλεκτὴν» ἡρμήνευσεν. Ἔχει δὲ ἡ ἑρμηνεία τὸ ἀληθές· ἐκλεξάμενος γὰρ Ἀβραὰμ τὸν πατριάρχην ὁ τῶν ὅλων θεὸς ἐκ τῶν τούτου κλημάτων τὸν ἀμπελῶνα ἐφύτευσεν. Κέρας δὲ τὴν βασιλείαν τροπικῶς ὀνομάζει· ὥσπερ γὰρ τὰ κερασφόρα ζῷα ὅπλον ἔχει τὰ κέρατα, οὕτως ὁ βασιλεὺς τῶν ὑπηκόων ὑπερμαχεῖ. Τόπον δὲ πίονα τὴν Παλαιστίνην καλεῖ· ταύτην γὰρ καὶ ἐν τῷ Νόμῳ ὠνόμασε «γῆν ῥέουσαν